← 雅典的来库古

控告莱奥克拉底

§124-129

德摩凡托斯决议与斯巴达处决叛徒之先例

演说者重申三十人僭主统治之后针对叛国与颠覆民主政体所立的先发处决决议(德摩凡托斯决议),强调对叛国罪的惩戒必须防患于未然。随后他引证斯巴达人将保萨尼亚斯王围困饿死以及立法严惩怯战者的先例,论证对叛徒必须施以极刑的正当性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§124

ἱκανὰ μὲν οὖν καὶ ταῦτα τὴν τῶν προγόνων γνῶναι διάνοιαν, ὡς εἶχον πρὸς τοὺς παρανομοῦντας εἰς τὴν πόλιν· οὐ μὴν ἀλλʼ ἔτι βούλομαι τῆς στήλης ἀκοῦσαι ὑμᾶς τῆς ἐν τῷ βουλευτηρίῳ περὶ τῶν προδοτῶν καὶ τῶν τὸν δῆμον καταλυόντων· τὸ γὰρ μετὰ πολλῶν παραδειγμάτων διδάσκειν ῥᾳδίαν ὑμῖν τὴν κρίσιν καθίστησι. μετὰ γὰρ τοὺς τριάκοντα οἱ πατέρες ὑμῶν, πεπονθότες ὑπὸ τῶν πολιτῶν οἷα οὐδεὶς πώποτε τῶν Ἑλλήνων ἠξίωσε, καὶ μόλις εἰς τὴν ἑαυτῶν κατεληλυθότες, ἁπάσας τὰς ὁδοὺς τῶν ἀδικημάτων ἐνέφραξαν, πεπειραμένοι καὶ εἰδότες τὰς ἀρχὰς καὶ τὰς ἐφόδους τῶν τὸν δῆμον προδιδόντων.

因此,即便仅凭这些事例,也足以了解先祖们的心意,知道他们对危害城邦的不法之徒抱有怎样的态度;尽管如此,我仍希望你们听听议事厅里那座关于叛徒和颠覆民主政体者的石柱铭文。因为援引众多范例进行阐述,能使你们的判决变得容易。在三十人僭主统治之后,你们的父兄遭受了同胞公民的残害,那是希腊人中未曾有人认为可〔为〕之事;当他们历经艰辛返回故土之后,由于亲身体验并深知背叛民众者的行径与图谋,便堵死了所有不义之举的通道。

§125

ἐψηφίσαντο γὰρ καὶ ὤμοσαν, ἐάν τις τυραννίδι ἐπιτιθῆται ἢ τὴν πόλιν προδιδῷ ἢ τὸν δῆμον καταλύῃ, τὸν αἰσθανόμενον καθαρὸν εἶναι ἀποκτείναντα,1 καὶ κρεῖττον ἔδοξεν αὐτοῖς τοὺς τὴν αἰτίαν ἔχοντας τεθνάναι μᾶλλον ἢ πειραθέντας μετὰ ἀληθείας αὐτοὺς δουλεύειν· ἀρχὴν2 γὰρ οὕτως ᾤοντο δεῖν ζῆν τοὺς πολίτας, ὥστε μηδʼ εἰς ὑποψίαν ἐλθεῖν μηδένα τούτων τῶν ἀδικημάτων. καὶ μοι λαβὲ τὸ ψήφισμα.

因为他们决议并起誓:若有人图谋建立僭主统治、背叛城邦或颠覆民主政体,察觉此事者即便将其杀死也无需承担罪责;在他们看来,让背负嫌疑者丧命,也强于自己真正尝受沦为奴隶的滋味。因为他们认为公民自始就应当这样生活,以至于绝无一人哪怕陷入此类不义之罪的嫌疑之中。请为我取来那份决议书。

§126

Ψήφισμα ταῦτα, ὦ ἄνδρες, ἔγραψαν εἰς τὴν στήλην, καὶ ταύτην ἔστησαν εἰς τὸ βουλευτήριον, ὑπόμνημα τοῖς καθʼ ἑκάστην ἡμέραν συνιοῦσι καὶ βουλευομένοις ὑπὲρ τῆς πατρίδος, ὡς δεῖ πρὸς τοὺς τοιούτους ἔχειν. καὶ διὰ τοῦτο ἄν τις αἴσθηται μόνον μέλλοντας αὐτοὺς τούτων τι ποιεῖν, ἀποκτενεῖν συνώμοσαν, εἰκότως· τῶν μὲν γὰρ ἄλλων ἀδικημάτων ὑστέρας δεῖ τετάχθαι τὰς τιμωρίας, προδοσίας δὲ καὶ δήμου καταλύσεως προτέρας.3 εἰ γὰρ προήσεσθε τοῦτον τὸν καιρόν, ἐν ᾧ μέλλουσιν ἐκεῖνοι κατὰ τῆς πατρίδος φαῦλόν τι πράττειν, οὐκ ἔστιν ὑμῖν μετὰ ταῦτα δίκην παρʼ αὐτῶν ἀδικούντων λαβεῖν· κρείττους γὰρ ἤδη γίγνονται τῆς παρὰ τῶν ἀδικουμένων τιμωρίας.

〔决议书〕审判官先生们,他们把这些条文刻在石柱上,并将石柱立于议事厅中,作为对每日在此聚会、为祖国出谋划策之人的告诫,昭示他们应当如何对待此类恶徒。正是为此,只要有人察觉他们意图做出此类行径,他们便立誓将其诛杀,这理所当然;因为对于其他不义之罪,惩罚应当置于事后,但对于叛国和颠覆民主政体,惩罚必须防患于事前。因为倘若你们错过了他们企图对祖国行恶的时机,在此之后,当他们正在施暴时,你们便无法向其索取惩罚;因为到那时,他们已经强盛于受害者所能施加的惩戒了。

§127

ἐνθυμεῖσθε τοίνυν, ὦ ἄνδρες, τῆς προνοίας ταύτης καὶ τῶν ἔργων ἀξίως, καὶ μὴ ἐπιλανθάνεσθε ἐν τῇ ψήφῳ οἵων ἀνδρῶν ἔκγονοί ἐστε, ἀλλὰ παρακελεύεσθε ὑμῖν αὐτοῖς, ὅπως ὅμοια ἐκείνοις καὶ ἀκόλουθα ἐν τῇ τήμερον ἡμέρᾳ ἐψηφισμένοι ἐκ τοῦ δικαστηρίου ἐξίητε. ὑπομνήματα δʼ ἔχετε καὶ παραδείγματα τῆς ἐκείνων τιμωρίας τὰ ἐν τοῖς περὶ τῶν ἀδικούντων ψηφίσμασιν ὡρισμένα· διομωμόκατε δʼ ἐν τῷ ψηφίσματι τῷ Δημοφάντου κτενεῖν τὸν τὴν πατρίδα προδιδόντα καὶ λόγῳ καὶ ἔργῳ καὶ χειρὶ καὶ ψήφῳ. μὴ γὰρ οἴεσθε τῶν μὲν οὐσιῶν, ἃς ἄν οἱ πρόγονοι καταλίπωσι, κληρονόμοι εἶναι, τῶν δʼ ὅρκων καὶ τῆς πίστεως, ἣν δόντες οἱ πατέρες ὑμῶν ὅμηρον τοῖς θεοῖς τῆς κοινῆς εὐδαιμονίας τῆς πόλεως μετεῖχον, ταύτης δὲ μὴ κληρονομεῖν.

因此,审判官先生们,请以与这般远见和功绩相称的态度予以深思,在投票时切莫遗忘你们是何等伟人的后代,而要自我鞭策,使你们今日离开法庭时,所投下的票决能与他们当年的裁决一致而相承。你们拥有他们的惩处的警示与榜样,即针对不义之徒的各项决议中所规定的内容;并且你们曾在德摩凡托斯的决议中庄严宣誓,要用言辞、行动、双手和选票处死背叛祖国之人。切莫以为你们继承了先祖遗留下来的财产,却不必继承你们的父兄向神明交托为质以分享城邦共同福祉的那份誓言与忠信。

§128

οὐ μόνον τοίνυν ἡ πόλις ὑμῶν οὕτως ἔσχε πρὸς τοὺς προδιδόντας ἀλλὰ καὶ Λακεδαιμόνιοι. Καὶ μή μοι ἀχθεσθῆτε, ὦ ἄνδρες, εἰ πολλάκις μέμνημαι τῶν ἀνδρῶν τούτων· καλὸν γάρ ἐστʼ ἐκ πόλεως εὐνομουμένης περὶ τῶν δικαίων παραδείγματα λαμβάνειν, ἵνʼ ἀσφαλέστερον ἕκαστος ὑμῶν τὴν δικαίαν καὶ τὴν εὔορκον ψῆφον θῆται. Παυσανίαν γὰρ τὸν βασιλέα αὐτῶν προδιδόντα τῷ Πέρσῃ τὴν Ἑλλάδα λαβόντες, ἐπειδὴ ἔφθασε καταφυγὼν εἰς τὸ τῆς Χαλκιοίκου ἱερόν, τὴν θύραν ἀποικοδομήσαντες, καὶ τὴν ὀροφὴν ἀποσκευάσαντες, καὶ κύκλῳ περιστρατοπεδεύσαντες, οὐ πρότερον ἀπῆλθον πρὶν ἢ τῷ λιμῷ ἀπέκτειναν,4 καὶ πᾶσιν ἐπίσημον ἐποίησαν τὴν τιμωρίαν, ὅτι οὐδʼ αἱ παρὰ τῶν θεῶν ἐπικουρίαι τοῖς προδόταις βοηθοῦσιν, εἰκότως· οὐδὲν γὰρ πρότερον ἀδικοῦσιν ἢ περὶ τοὺς θεοὺς ἀσεβοῦσι τῶν πατρίων νομίμων αὐτοὺς ἀποστεροῦντες. μέγιστον δὲ τῶν ἐκεῖ γεγενημένων τεκμήριόν ἐστιν ὃ μέλλω λέγειν· νόμον γὰρ ἔθεντο περὶ ἁπάντων τῶν μὴ ʼθελόντων ὑπὲρ τῆς πατρίδος κινδυνεύειν, διαρρήδην λέγοντα ἀποθνῄσκειν, εἰς αὐτὸ τοῦτο τὴν τιμωρίαν τάξαντες, εἰς ὃ μάλιστα φοβούμενοι τυγχάνουσι, καὶ τὴν ἐκ τοῦ πολέμου σωτηρίαν ὑπεύθυνον ἐποίησαν κινδύνῳ μετʼ αἰσχύνης. ἵνα δʼ εἰδῆτε ὅτι οὐ λόγον ἀναπόδεικτον εἴρηκα, ἀλλὰ μετʼ ἀληθείας παραδείγματα, φέρε αὐτοῖς τὸν νόμον.

况且,不仅你们的城邦对叛徒持这种态度,拉刻代蒙人亦是如此。审判官先生们,请勿因我屡次提及这些人而心生不悦;因为从一个法度严明的城邦中汲取关乎正义的典范是一件美事,好让你们每个人都能更稳妥地投下公正且合乎誓言的选票。当年他们捉拿了企图向波斯人出卖希腊的国王保萨尼亚斯,在他抢先逃入青铜殿雅典娜神庙避难之后,他们封堵了庙门,拆除了屋顶,在周围设营驻防,直至将其活活饿死才肯离去,并且他们使这项惩罚昭示天下,表明纵使神明的庇佑也绝不会襄助叛徒,这亦合情合理;因为他们在犯下任何过错之前,首先剥夺了神明世代相传的礼制,从而对神犯下了大不敬之罪。而发生在那里的事情中,最有力的证据莫过于我接下来要说的话:他们对所有不愿为祖国涉险者制定了一项法律,明确规定须处以死刑;他们把刑罚恰恰设定在那些人最害怕的事情上,使从战场上的生还必须面对伴随耻辱的危险。为了让你们知道我所言并非无凭无据,而是基于真实的范例,请将该法律呈递给他们。

语法注4 条
  1. 125τὸν αἰσθανόμενον καθαρὸν εἶναι ἀποκτείναντα

    在“宾格加不定式”结构中,τὸν αἰσθανόμενον(察觉者)是不定式 εἶναι 的逻辑主语,不定过去时分词 ἀποκτείναντα(杀死之后/即便杀死)作为条件或附带情况与其在宾格上保持一致。谓语形容词 καθαρόν 在法律和宗教语境下意为“免于血污之罪/不承担罪责”,构成了正当杀人免责法定的惯用表达。

  2. 125ἀρχὴν

    用作副词性宾格,修饰带有否定意味的从句(μηδʼ εἰς ὑποψίαν...),意为“自始、根本、起初”。它强调了城邦对公民根本性的行为规范要求:不仅不能犯罪,而且从一开始就必须完全不落入任何嫌疑之中。

  3. 126τῶν μὲν γὰρ ἄλλων ἀδικημάτων ὑστέρας δεῖ τετάχθαι τὰς τιμωρίας, προδοσίας δὲ καὶ δήμου καταλύσεως προτέρας

    述语形容词 ὑστέρας(事后的)与 προτέρας(事前的)与完成时被动不定式 τετάχθαι 搭配,表示相对于犯罪行为的时间先后顺序。属格 τῶν ἄλλων ἀδικημάτων 与 προδοσίας καὶ δήμου καταλύσεως 起关涉属格作用(“关于……”),鲜明对比了普通罪行惩罚的事后性与叛国/颠覆政体罪惩治的预防先发性。

  4. 128οὐ πρότερον ἀπῆλθον πρὶν ἢ τῷ λιμῷ ἀπέκτειναν

    在主句带有否定词(οὐ πρότερον)的过去叙事语境中,连词 πρὶν ἤ 接直陈语气不定过去时(ἀπέκτειναν)。这是古典阿提卡希腊语的标准句式,用于表示过去实际发生并终告完成的历史事实(“直到将其饿死,他们才离去”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0034.tlg001.humanitext-grc2:124-129