- 底本
- Lycurgus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0034.tlg001.humanitext-grc2:116-123
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者接连引用历史先例与正式决议,阐明先祖如何严惩希帕科斯、德凯莱阿叛逃者及萨拉米斯的未遂叛徒,以此力促审判官们恪守祖训,处死在危难中以实际行动抛弃城邦的莱奥克拉底。
καὶ τοσοῦτόν γʼ ἔσεσθε τῶν προγόνων χείρους ὅσον ἐκεῖνοι μὲν τοὺς λόγῳ μόνον τῷ προδότῃ βοηθήσαντας ταῖς ἐσχάταις τιμωρίαις μετῆλθον, ὑμεῖς δὲ αὐτὸν τὸν ἔργῳ καὶ οὐ λόγῳ τὸν δῆμον ἐγκαταλιπόντα ὡς οὐδὲν ἀδικοῦντα ἀφήσετε; μὴ δῆτα, ὦ ἄνδρες δικασταί, οὔτε γὰρ ὅσιον ὑμῖν οὔτε πάτριον, ἀναξίως ὑμῶν αὐτῶν ψηφίζεσθε.1 καὶ γὰρ εἰ μὲν ἕν τι τοιοῦτον γεγονὸς ἦν ψήφισμα, εἶχεν ἄν τις εἰπεῖν ὡς διʼ ὀργὴν μᾶλλον ἢ διʼ ἀλήθειαν ἐποιήσαντο· ὅταν δὲ παρὰ πάντων ὁμοίως εἰληφότες ὦσι τὴν αὐτὴν τιμωρίαν, πῶς οὐκ εὔδηλον ὅτι φύσει πᾶσι τοῖς τοιούτοις ἔργοις ἐπολέμουν;
如果先祖们尚且对仅仅用言语协助叛徒的人施以极刑追究,而你们却要将并非以言语而是以行动弃绝民众的罪魁祸首当作毫无过错而加以开脱,那么你们岂不是要比先祖卑劣得多了吗?审判官先生们,绝不可如此!因为这对你们而言既非虔敬,亦非祖道,切莫投下有愧于你们自身的选票。因为倘若只发生过一次这样的决议,或许有人还会说他们是出于愤怒而非为了真理采取行动的;但既然他们一律从所有人那里索取同样的惩罚,这难道不明摆着表明他们天生就与一切此类罪行势不两立吗?
ἵππαρχον γὰρ τὸν Χάρμου, οὐχ ὑπομείναντα τὴν περὶ τῆς προδοσίας ἐν τῷ δήμῳ κρίσιν ἀλλʼ ἔρημον τὸν ἀγῶνα ἐάσαντα, θανάτῳ τοῦτον ζημιώσαντες,2 ἐπειδὴ τῆς ἀδικίας οὐκ ἔλαβον τὸ σῶμα ὅμηρον, τὴν εἰκόνα αὐτοῦ ἐξ ἀκροπόλεως καθελόντες καὶ συγχωνεύσαντες καὶ ποιήσαντες στήλην, ἐψηφίσαντο εἰς ταύτην ἀναγράφειν τοὺς ἀλιτηρίους καὶ τοὺς προδότας· καὶ αὐτὸς ὁ Ἵππαρχος ἐν ταύτῃ τῇ στήλῃ ἀναγέγραπται, καὶ οἱ ἄλλοι δὲ προδόται. καί μοι λαβὲ πρῶτον μὲν τὸ ψήφισμα, καθʼ ὃ ἡ εἰκὼν τοῦ Ἱππάρχου τοῦ προδότου ἐξ ἀκροπόλεως καθῃρέθη, ἔπειτα τῆς στήλης τὸ ὑπόγραμμα καὶ τοὺς ὕστερον προσαναγραφέντας προδότας εἰς ταύτην τὴν στήλην, καὶ ἀναγίγνωσκε, γραμματεῦ.
事实上,沙尔摩斯之子希帕科斯未敢在民众面前承受背叛城邦的审判,而是让诉讼缺席受审,先祖们便判处他死刑;由于他们未能捕获其肉体以作为其罪行的抵押,便将他在卫城上的塑像拉下并熔毁,制成一座碑柱,决议在这上面刻上遭诅咒者和叛徒的名字;而希帕科斯本人以及其他叛徒都被镌刻在这座碑柱上。书记员,请先为我取来根据其而将叛徒希帕科斯的塑像从卫城拉下的决议,然后取来碑柱的铭文以及后来补刻在这座碑柱上的叛徒名单,并宣读出来。
Ψήφισμα καὶ Ὑπόγραμμα τῆς Στήλης τί δοκοῦσιν ὑμῖν, ὦ ἄνδρες; ἆρά γʼ ὁμοίως ὑμῖν περὶ τῶν ἀδικούντων γιγνώσκειν, καὶ οὐκ, ἐπειδὴ καὶ τὸ σῶμα οὐκ ἐδύναντο ὑποχείριον λαβεῖν, τὸ μνημεῖον τοῦ προδότου ἀνελόντες ταῖς ἐνδεχομέναις τιμωρίαις ἐκόλασαν; οὐχ ὅπως τὸν χαλκοῦν ἀνδριάντα συγχωνεύσειαν, ἀλλʼ ἵνα τοῖς ἐπιγιγνομένοις παράδειγμα εἰς τὸν λοιπὸν χρόνον ὡς εἶχον πρὸς τοὺς προδότας καταλίποιεν.3
〔决议书及碑柱铭文〕审判官先生们,你们以为他们如何?难道你们觉得他们对不义之徒的裁决与你们如今的心态相同,而不是因为无法将其肉体置于掌控之中,便抹除这叛徒的纪念像,施以一切可能施加的惩处吗?他们这样做并非为了熔化那尊青铜立像,而是为了给后世留下一个永久的典范,昭示他们过去是如何对待叛徒的。
λαβὲ δʼ αὐτοῖς καὶ τὸ ἕτερον ψήφισμα τὸ περὶ τῶν εἰς Δεκέλειαν μεταστάντων, ὅτε ὁ δῆμος ὑπὸ Λακεδαιμονίων ἐπολιορκεῖτο, ὅπως εἰδῶσιν ὅτι περὶ τῶν προδοτῶν οἱ πρόγονοι ὁμοίας καὶ ἀκολούθους ἀλλήλαις τὰς τιμωρίας ἐποιοῦντο. ἀναγίγνωσκε, γραμματεῦ.
书记员,请再为他们取来关于民众被拉刻代蒙人围困时投奔德凯莱阿之人的另一份决议,好让他们知晓,先祖们对叛徒施加的刑罚是彼此一致、前后贯通的。书记员,请宣读。
Ψήφισμα ἀκούετε, ὦ ἄνδρες, καὶ τούτου τοῦ ψηφίσματος, ὅτι τῶν ἐν τῷ πολέμῳ μεταστάντων εἰς Δεκέλειαν κατέγνωσαν, καὶ ἐψηφίσαντο, ἐάν τις αὐτῶν ἐπανιὼν ἁλίσκηται, ἀπαγαγεῖν Ἀθηναίων τὸν βουλόμενον πρὸς τοὺς θεσμοθέτας, παραλαβόντας δὲ παραδοῦναι τῷ ἐπὶ τοῦ ὀρύγματος. ἔπειτα ἐκεῖνοι μὲν τοὺς ἐν αὐτῇ τῇ χώρᾳ μεταστάντας οὕτως ἐκόλαζον, ὑμεῖς δὲ τὸν ἐκ τῆς πόλεως καὶ τῆς χώρας ἐν τῷ πολέμῳ φυγόντα εἰς Ῥόδον καὶ προδόντα τὸν δῆμον οὐκ ἀποκτενεῖτε; πῶς οὖν δόξετε ἀπόγονοι εἶναι ἐκείνων τῶν ἀνδρῶν;
〔决议书〕审判官先生们,你们也听到了这份决议,它表明先祖们对战时投奔德凯莱阿的人定下罪名,并决议倘若他们中有任何人潜回被捕,任何愿意的雅典人均可将其解送至司法官处,司法官接收后须将其移交给深坑刑场的掌管者。那么,先祖们尚且如此惩处那些仅仅在本国内部转投敌方的人,而你们对于在战时逃出城邦与国土前往罗得岛并出卖了民众的人,难道竟不处以死刑吗?若是如此,你们又怎能被认作是那些英杰的后裔呢?
ἄξιον τοίνυν ἀκοῦσαι καὶ τοῦ περὶ τοῦ ἐν Σαλαμῖνι τελευτήσαντος γενομένου ψηφίσματος, ὃν ἡ βουλή, ὅτι λόγῳ μόνον ἐνεχείρει προδιδόναι τὴν πόλιν, περιελομένη τοὺς στεφάνους αὐτοχειρὶ ἀπέκτεινεν. γενναῖον δʼ, ὦ ἄνδρες, τὸ ψήφισμα καὶ ἄξιον τῶν ὑμετέρων προγόνων, δικαίως· εὐγενεῖς γὰρ οὐ μόνον τὰς ψυχὰς ἀλλὰ καὶ τὰς τῶν ἀδικούντων τιμωρίας ἐκέκτηντο.
此外,那份关于死在萨拉米斯之人的决议也同样值得一听。五百人议事会因为他仅仅企图用言辞出卖城邦,便脱下冠冕,亲手将他处死。审判官先生们,那是一份崇高的决议,与你们的先祖全然相称,理当如此;因为他们不仅拥有高贵的灵魂,亦拥有惩治不义之徒的高贵法度。
Ψήφισμα τί οὖν, ὦ ἄνδρες; ἆρά γʼ ὑμῖν δοκεῖ βουλομένοις μιμεῖσθαι τοὺς προγόνους πάτριον εἶναι Λεωκράτην μὴ οὐκ ἀποκτεῖναι;4 ὁπότε γὰρ ἐκεῖνοι ἀνάστατον τὴν πόλιν οὖσαν τὸν λόγῳ μόνον προδιδόντα οὕτως ἀπέκτειναν, τί ὑμᾶς προσήκει τὸν ἔργῳ καὶ οὐ λόγῳ τὴν οἰκουμένην ἐκλιπόντα ποιῆσαι; ἆρʼ οὐχ ὑπερβαλέσθαι ἐκείνους ταῖς τιμωρίαις; καὶ ὅτʼ ἐκεῖνοι τοὺς ἐπιχειρήσαντας τῆς παρὰ τοῦ δήμου σωτηρίας ἀποστερεῖν οὕτως ἐκόλασαν, τί ὑμᾶς προσήκει τὸν αὐτοῦ τοῦ δήμου τὴν σωτηρίαν προδόντα ποιῆσαι; καὶ ὅτε ὑπὲρ τῆς δόξης ἐκεῖνοι τοὺς αἰτίους ἐτιμωροῦντο, τί ὑμᾶς ὑπὲρ τῆς πατρίδος προσήκει ποιεῖν;
〔决议书〕审判官先生们,那么又当如何呢?难道在你们这些想要效仿先祖的人看来,不处死莱奥克拉底反倒是合乎祖道的吗?因为在城邦蒙遭摧残之时,先祖们尚且这般处死仅仅企图以言辞出卖城邦之人,那么面对并非以言辞而是以行动背弃有人居住的城邦的恶徒,你们理当如何处置呢?难道不应该在惩处上超越他们吗?而当先祖们这般惩治企图剥夺他人获得民众拯救之机的人时,面对出卖民众自身安危的罪人,你们理当如何处置呢?当先祖们为了荣耀而惩治罪人时,为了祖国,你们又理当做些什么呢?
- 116μὴ δῆτα, ὦ ἄνδρες δικασταί, οὔτε γὰρ ὅσιον ὑμῖν οὔτε πάτριον, ἀναξίως ὑμῶν αὐτῶν ψηφίζεσθε.
在强烈的否定叹词 μὴ δῆτα(“绝不可!”)之后插入了解释原因的 οὔτε γὰρ ὅσιον... 句,紧随其后的 ἀναξίως ὑμῶν αὐτῶν ψηφίζεσθε 则承担了禁止的核心谓语。由于受否定词 μή 的统辖,此处的 ψηφίζεσθε 并非直陈式现在时,而是现在时命令式第二人称复数,表示“切莫投下有愧于你们自身的选票”这一禁止意味。
- 117ἵππαρχον γὰρ τὸν Χάρμου, οὐχ ὑπομείναντα τὴν περὶ τῆς προδοσίας ἐν τῷ δήμῳ κρίσιν ἀλλʼ ἔρημον τὸν ἀγῶνα ἐάσαντα, θανάτῳ τοῦτον ζημιώσαντες
句首的前置宾格 ἵππαρχον τὸν Χάρμου 被两个分词短语(οὐχ ὑπομείναντα, ἐάσαντα)修饰后,在分词 ζημιώσαντες 之前由指示代词 τοῦτον 予以复指(悬垂宾格或话题化前置)。在句法上,τοῦτον 直接作为分词 ζημιώσαντες 的宾语,而开头的宾格成分则充当提示话题的前置语。
- 119οὐχ ὅπως τὸν χαλκοῦν ἀνδριάντα συγχωνεύσειαν, ἀλλʼ ἵνα τοῖς ἐπιγιγνομένοις παράδειγμα εἰς τὸν λοιπὸν χρόνον ὡς εἶχον πρὸς τοὺς προδότας καταλίποιεν.
句式 οὐχ ὅπως ... ἀλλʼ ἵνα ... 构成了对照性的目的从句(“并非为了……而是为了……”)。因承接过去时主句动词(ἐκόλασαν),从句中的动词采用了不定过去时祈愿语气(συγχωνεύσειαν, καταλίποιεν)。从句 ὡς εἶχον 则为间接疑问从句(“他们曾持有何种态度”),用以说明 παράδειγμα(典范)的具体内涵。
- 123ἆρά γʼ ὑμῖν δοκεῖ βουλομένοις μιμεῖσθαι τοὺς προγόνους πάτριον εἶναι Λεωκράτην μὴ οὐκ ἀποκτεῖναι;
在以 ἆρα 引出的期待否定回答的反问句中,不定式采用了双重否定 μὴ οὐ 的用法。由于主句带有实质上的否定意涵(“难道这会被认为……吗?[绝不会]”),原本应带否定词 μή 的不定式因而叠加了 οὐ,写作 μὴ οὐκ ἀποκτεῖναι(“不处死”),以此反诘为何不对莱奥克拉底施以死刑。
