← 雅典的来库古

控告莱奥克拉底

§108-115

先烈的荣耀铭文与叛徒弗吕尼科斯的前例

演说者将马拉松与温泉关所铭刻的先烈辉煌铭文与莱奥克拉底的可耻背叛相对照,并援引先祖掘毁叛国者弗吕尼科斯尸骨及处死其辩护人的历史法令,敦促陪审官对活着受审的背叛者莱奥克拉底施以严惩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§108

καλά γʼ, ὦ ἄνδρες, καὶ χρήσιμα τοῖς βουλομένοις προσέχειν. οὕτω τοίνυν εἶχον πρὸς ἀνδρείαν οἱ τούτων ἀκούοντες ὥστε πρὸς τὴν πόλιν ἡμῶν περὶ τῆς ἡγεμονίας ἀμφισβητεῖν, εἰκότως· τὰ γὰρ κάλλιστα τῶν ἔργων ἀμφοτέροις ἦν κατειργασμένα. οἱ μὲν γὰρ πρόγονοι τοὺς βαρβάρους ἐνίκησαν, οἳ πρῶτοι τῆς Ἀττικῆς ἐπέβησαν, καὶ καταφανῆ ἐποίησαν τὴν ἀνδρείαν τοῦ πλούτου καὶ τὴν ἀρετὴν τοῦ πλήθους περιγιγνομένην·1 Λακεδαιμόνιοι δʼ ἐν Θερμοπύλαις παραταξάμενοι ταῖς μὲν τύχαις οὐχ ὁμοίαις ἐχρήσαντο, τῇ δʼ ἀνδρείᾳ πολὺ πάντων διήνεγκαν.

审判官先生们,这些诗篇对于愿意倾听的人来说,确是优美且大有裨益的。听闻这些诗歌的人在勇武方面是如此卓越,以致与我邦争夺霸权,而这也是理所当然的;因为两邦都成就了最为辉煌的事业。我们的先祖击溃了率先踏上阿提卡土地的蛮族,清楚地表明了勇武压倒财富、德行战胜众寡;而拉刻代蒙人列阵于温泉关,虽未遭遇相同的命运,但在勇武上却远远超越了所有人。

§109

τοιγαροῦν ἐπὶ τοῖς ἠρίοις μαρτύρια ἔστιν ἰδεῖν τῆς ἀρετῆς αὐτῶν ἀναγεγραμμένα ἀληθῆ πρὸς ἅπαντας τοὺς Ἕλληνας, ἐκείνοις μέν· "ὦ ξεῖνʼ, ἄγγειλον Λακεδαιμονίοις ὅτι τῇδε κείμεθα τοῖς κείνων πειθόμενοι νομίμοις," τοῖς δʼ ὑμετέροις προγόνοις· "Ἑλλήνων προμαχοῦντες Ἀθηναῖοι Μαραθῶνι χρυσοφόρων Μήδων ἐστόρεσαν δύναμιν."

因此,在他们的墓碑上,人们可以看到镌刻着向全体希腊人昭示其德行的真实见证——对于前者: “异邦人啊,去告诉拉刻代蒙人,我们 谨遵他们的规诫,横尸于此。” 而对于你们的先祖: “雅典人作为希腊人的先锋,在马拉松 摧毁了佩金戴玉之波斯人的军威。”

§110

ταῦτα, ὦ Ἀθηναῖοι, καὶ μνημονεύεσθαι καλὰ καὶ τοῖς πράξασιν ἔπαινος καὶ τῇ πόλει δόξα ἀείμνηστος. ἀλλʼ οὐχ ὃ Λεωκράτης πεποίηκεν, ἀλλʼ ἑκὼν τὴν ἐξ ἅπαντος τοῦ αἰῶνος συνηθροισμένην τῇ πόλει δόξαν κατῄσχυνεν. ἐὰν μὲν οὖν αὐτὸν ἀποκτείνητε, δόξετε πᾶσι τοῖς Ἕλλησι καὶ ὑμεῖς τὰ τοιαῦτα τῶν ἔργων μισεῖν· εἰ δὲ μή, καὶ τοὺς προγόνους τῆς παλαιᾶς δόξης ἀποστερήσετε καὶ τοὺς ἄλλους πολίτας μεγάλα βλάψετε. οἱ γὰρ ἐκείνους μὴ θαυμάζοντες τοῦτον πειράσονται μιμεῖσθαι, νομίζοντες ἐκεῖνα μὲν παρὰ τοῖς παλαιοῖς εὐδοκιμεῖν, παρʼ ὑμῖν δʼ ἀναίδειαν καὶ προδοσίαν καὶ δειλίαν κεκρίσθαι κάλλιστον.

雅典人啊,这些业绩值得被铭记,于立功者乃是赞颂,于城邦则是永垂不朽的光荣。然而莱奥克拉底的所作所为却截然相反,他竟蓄意玷污了城邦自古以来积累的盛名。因此,倘若你们处死他,在全体希腊人眼中,你们也将被视为痛恨此类行径之人;但若不然,你们既剥夺了先祖自古相传的光荣,又将对其他公民造成极大的危害。因为那些不景仰先祖的人,必将试图效仿此人,认定先前的作为不过在古人那里受到推崇,而在你们中间,厚颜无耻、背叛与怯懦反倒被裁定为至美之物。

§111

εἰ δὲ μὴ δύνασθε ὑπʼ ἐμοῦ διδαχθῆναι ὃν τρόπον δεῖ πρὸς τοὺς τοιούτους ἔχειν, σκέψασθε ἐκείνους τίνα τρόπον ἐλάμβανον παρʼ αὐτῶν τὴν τιμωρίαν· ὥσπερ γὰρ τὰ καλὰ τῶν ἔργων ἠπίσταντο ἐπιτηδεύειν, οὕτω καὶ τὰ πονηρὰ προῃροῦντο κολάζειν. ἐκεῖνοι γάρ, ὦ ἄνδρες, θεωρήσατε ὡς ὠργίζοντο2 τοῖς προδόταις καὶ κοινοὺς ἐχθροὺς ἐνόμιζον εἶναι τῆς πόλεως.

如果你们不能从我这里受教而明白应当如何对待此类宵小,那就请看看先祖们是如何向他们索取惩罚的吧;因为他们懂得如何厉行高尚的美德,同样也决意惩戒邪恶的罪行。审判官先生们,请深思那些先人们是对叛国者何等震怒,并将其视作城邦的公敌。

§112

Φρυνίχου γὰρ ἀποσφαγέντος νύκτωρ παρὰ τὴν κρήνην τὴν ἐν τοῖς οἰσύοις ὑπὸ Ἀπολλοδώρου καὶ Θρασυβούλου, καὶ τούτων ληφθέντων καὶ εἰς τὸ δεσμωτήριον ἀποτεθέντων ὑπὸ τῶν τοῦ Φρυνίχου φίλων, αἰσθόμενος ὁ δῆμος τὸ γεγονὸς τούς τε εἱρχθέντας ἐξήγαγε, καὶ βασάνων γενομένων ἀνέκρινε, καὶ ζητῶν τὸ πρᾶγμα εὗρε τὸν μὲν Φρύνιχον προδιδόντα τὴν πόλιν, τοὺς δʼ ἀποκτείναντας αὐτὸν ἀδίκως εἱρχθέντας· καὶ ψηφίζεται ὁ δῆμος Κριτίου εἰπόντος τὸν μὲν νεκρὸν κρίνειν προδοσίας, κἂν δόξῃ προδότης ὢν ἐν τῇ χώρᾳ τεθάφθαι, τά τε ὀστᾶ αὐτοῦ ἀνορύξαι καὶ ἐξορίσαι ἔξω τῆς Ἀττικῆς, ὅπως ἂν μὴ κέηται ἐν τῇ χώρᾳ μηδὲ τὰ ὀστᾶ3 τοῦ τὴν χώραν καὶ τὴν πόλιν προδιδόντος. ἐψηφίσαντο δὲ καὶ ἐὰν ἀπολογῶνταί τινες ὑπὲρ τοῦ τετελευτηκότος, ἐὰν ἁλῷ ὁ τεθνηκώς, ἐνόχους εἶναι καὶ τούτους τοῖς αὐτοῖς ἐπιτιμίοις· οὕτως οὐδὲ βοηθεῖν τοῖς τοὺς ἄλλους ἐγκαταλείπουσιν ἡγοῦντο δίκαιον εἶναι, ἀλλʼ ὁμοίως ἂν προδοῦναι τὴν πόλιν καὶ τὸν διασῴζοντα τὸν προδότην.4 τοιγαροῦν οὕτω μισοῦντες τοὺς ἀδικοῦντας καὶ τὰ τοιαῦτα κατʼ αὐτῶν ψηφιζόμενοι ἀσφαλῶς ἐκ τῶν κινδύνων ἀπηλλάττοντο. λαβὲ δʼ αὐτοῖς τὸ ψήφισμα, γραμματεῦ, καὶ ἀνάγνωθι.

因为当弗吕尼科斯夜间在柳林泉旁被阿波罗多洛斯和斯拉苏布洛斯刺杀,而这两人又被弗吕尼科斯的同党捕获并关入牢狱时,民众获悉所发生之事,便将受押者带出,经刑讯进行审问,调查真相,结果发现弗吕尼科斯实乃背叛城邦之人,而诛杀他的人却是含冤入狱。于是民众根据克里提阿斯的提议通过决议:对那具尸体以叛国罪进行审判,若认定他作为叛徒已被埋葬于境内,则掘其尸骨并驱逐出阿提卡境外,好让出卖国土与城邦之人的骸骨也不得留存境内。他们还通过决议:若有人为死者辩护,一旦死者被定罪,这些辩护人亦须承受同样的惩处。他们完全认为,即使是协助那些抛弃同胞之人也是不义的,深信庇护叛徒者无异于同样出卖城邦。由此,他们如此深恶痛绝不义之徒,并对他们施以这般的严惩决议,才得以安全摆脱危机。书记员,请拿来决议书并向他们宣读。

§115

Ψήφισμα ἀκούετε, ὦ ἄνδρες, τούτου τοῦ ψηφίσματος. ἔπειτα ἐκεῖνοι μὲν τὰ τοῦ προδότου ὀστᾶ ἀνορύξαντες ἐκ τῆς Ἀττικῆς ἐξώρισαν καὶ τοὺς ἀπολογουμένους ὑπὲρ αὐτοῦ Ἀρίσταρχον καὶ Ἀλεξικλέα ἀπέκτειναν καὶ οὐδʼ ἐν τῇ χώρᾳ ταφῆναι ἐπέτρεψαν· ὑμεῖς δʼ αὐτὸ τὸ σῶμα τὸ προδεδωκὸς τὴν πόλιν ζῶν καὶ ὑποχείριον ἔχοντες τῇ ψήφῳ, ἀτιμώρητον ἐάσετε;

〔决议书〕审判官先生们,你们已听到了这份决议。当时的先祖们尚且将叛徒的尸骨掘出并逐出阿提卡,将为他辩护的阿里斯塔尔科斯和亚历克西克勒斯处死,甚至不准其葬于境内;而你们如今将那出卖城邦的活生生的本体握在手中、置于你们选票的支配之下,难道竟要放任他不加惩处吗?

语法注4 条
  1. 108καταφανῆ ἐποίησαν τὴν ἀνδρείαν τοῦ πλούτου καὶ τὴν ἀρετὴν τοῦ πλήθους περιγιγνομένην

    由使役动词 ποιέω 引导的复合宾语结构,其中形容词 καταφανῆ 作宾语补足语(谓语性宾格),分词 περιγιγνομένην 作为补充性分词修饰宾语(τὴν ἀνδρείαν / τὴν ἀρετήν)。动词 περιγίγνομαι(意为“战胜、胜过”)支配表示比较/优越的属格补足语(τοῦ πλούτου / τοῦ πλήθους)。

  2. 111ἐκεῖνοι γάρ, ὦ ἄνδρες, θεωρήσατε ὡς ὠργίζοντο

    句首的主格代词 ἐκεῖνοι 并非其后祈使语气动词 θεωρήσατε(第二人称复数)的语法主语,而是一个话题化的悬垂主格(nominativus pendens),或者是对从属分句 ὡς ὠργίζοντο 主语的先提(prolepsis),整句意为“请考量那些先祖……是何等震怒”。

  3. 113ὅπως ἂν μὴ κέηται ἐν τῇ χώρᾳ μηδὲ τὰ ὀστᾶ

    由 ὅπως ἄν 引导接虚拟语气的目的从句。否定词 μή 否定动词 κέηται,而 μηδέ 修饰并强调名词短语 τὰ ὀστᾶ(“连……骸骨也不”)。动词形式 κέηται 是 κεῖμαι 的现在时虚拟语气第三人称单数形式。

  4. 114ἀλλʼ ὁμοίως ἂν προδοῦναι τὴν πόλιν καὶ τὸν διασῴζοντα τὸν προδότην

    间接引语中 ἄν 与不定式连用的结构,相当于直接引语中的潜势希求语气(ἂν προδοίη)。不定式 προδοῦναι 的逻辑主语(主格性宾格)是实体化分词 τὸν διασῴζοντα,καί 作副词表强调(“庇护叛徒者亦将同样出卖城邦”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0034.tlg001.humanitext-grc2:108-115