← 雅典的来库古

控告莱奥克拉底

§103-107

荷马与堤尔泰奥斯诗篇中的卫国美德

演说者引述荷马《伊利亚特》中赫克托耳的演讲以赞扬先祖的德行与爱国情操,随后朗诵斯巴达人从雅典请去的诗人堤尔泰奥斯所作的激昂战歌。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§103

Ἕκτωρ γὰρ τοῖς Τρωσὶ παρακελευόμενος ὑπὲρ τῆς πατρίδος τάδʼ εἴρηκεν· "ἀλλὰ μάχεσθʼ ἐπὶ νηυσὶ διαμπερές. ὃς δέ κεν ὑμέων βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ, τεθνάτω. οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης τεθνάμεν·1 ἀλλʼ ἄλοχός τε σόη καὶ νήπια τέκνα, καὶ κλῆρος καὶ οἶκος ἀκήρατος, εἴ κεν Ἀχαιοὶ οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν."

事实上,赫克托耳在为祖国激励特洛伊人时,曾说过这样的话: “但在战船旁持续奋战吧!你们之中无论何人, 若遭箭射或枪击而迎来死亡与宿命, 就让他死去吧。为了祖国挺身迎敌而死, 于他绝非不体面之事;相反,其妻室将得安全,幼子得保, 份地与家业亦将免遭践踏,只要阿开奥斯人 果真随战船撤回亲爱的故土。

§104

τούτων τῶν ἐπῶν ἀκούοντες, ὦ ἄνδρες, οἱ πρόγονοι ὑμῶν καὶ τὰ τοιαῦτα τῶν ἔργων ζηλοῦντες οὕτως ἔσχον πρὸς ἀρετὴν ὥστʼ οὐ μόνον ὑπὲρ τῆς αὑτῶν πατρίδος, ἀλλὰ καὶ πάσης τῆς Ἑλλάδος ὡς κοινῆς ἤθελον ἀποθνῄσκειν. οἱ γοῦν Μαραθῶνι παραταξάμενοι τοῖς βαρβάροις τὸν ἐξ ἁπάσης τῆς Ἀσίας στόλον ἐκράτησαν, τοῖς ἰδίοις κινδύνοις κοινὴν ἄδειαν ἅπασι τοῖς Ἕλλησι κτώμενοι, οὐκ ἐπὶ τῇ δόξῃ μέγα φρονοῦντες ἀλλʼ ἐπὶ τῷ ταύτης ἄξια πράττειν, τῶν μὲν Ἑλλήνων προστάτας, τῶν δὲ βαρβάρων δεσπότας ἑαυτοὺς καθιστάντες· οὐ γὰρ λόγῳ τὴν ἀρετὴν ἐπετήδευον ἀλλʼ ἔργῳ πᾶσιν ἐνεδείκνυντο.

” 审判官先生们,你们的先祖听闻这些诗行,心向往之并效法此类行迹,以致对德行抱有如此态度,竟甘愿不仅为了自身的祖国,甚至为了整个希腊这片共同的土地而英勇赴死。至少,那些在马拉松列阵抗击蛮族的人们,击败了来自全亚洲的远征军,以自身的危险为所有希腊人赢得了共同的平安;他们不以名声自傲,而以做出配得上这名声的业绩为荣,使自己成为希腊人的捍卫者和蛮族的主宰;因为他们不是用言语来操练德行,而是用行动向所有人展现德行。

§105

τοιγαροῦν οὕτως ἦσαν ἄνδρες σπουδαῖοι καὶ κοινῇ καὶ ἰδίᾳ οἱ τότε τὴν πόλιν οἰκοῦντες ὥστε τοῖς ἀνδρειοτάτοις Λακεδαιμονίοις ἐν τοῖς ἔμπροσθεν χρόνοις πολεμοῦσι πρὸς Μεσσηνίους ἀνεῖλεν ὁ θεός, παρʼ ἡμῶν ἡγεμόνα λαβεῖν καὶ νικήσειν τοὺς ἐναντίους. καίτοι εἰ τοῖν ἀφʼ Ἡρακλέους γεγενημένοιν, οἳ ἀεὶ βασιλεύουσιν ἐν Σπάρτῃ, τοὺς παρʼ ἡμῶν ἡγεμόνας ἀμείνους ὁ θεὸς ἔκρινε,2 πῶς οὐκ ἀνυπέρβλητον χρὴ τὴν ἐκείνων ἀρετὴν νομίζειν;

因此,当时居住在这座城邦的人们,无论在公在私都如此出类拔萃,以致在早期同美塞尼亚人作战时,神谕曾告知那最为勇武的拉刻代蒙人:须从我们这里迎请领袖,便能战胜对手。然而,倘若神明判定从我们这里迎请的领袖胜过在斯巴达世代为王的那两位赫拉克勒斯的后嗣,人们怎能不认为那些先祖的德行是无可超越的呢?

§106

τίς γὰρ οὐκ οἶδε τῶν Ἑλλήνων ὅτι Τυρταῖον στρατηγὸν ἔλαβον παρὰ τῆς πόλεως, μεθʼ οὗ καὶ τῶν πολεμίων ἐκράτησαν καὶ τὴν περὶ τοὺς νέους ἐπιμέλειαν συνετάξαντο, οὐ μόνον εἰς τὸν παρόντα κίνδυνον ἀλλʼ εἰς ἅπαντα τὸν αἰῶνα βουλευσάμενοι καλῶς; κατέλιπε γὰρ αὐτοῖς ἐλεγεῖα ποιήσας, ὧν ἀκούοντες παιδεύονται πρὸς ἀνδρείαν·3 καὶ περὶ τοὺς ἄλλους ποιητὰς οὐδένα λόγον ἔχοντες περὶ τούτου οὕτω σφόδρα ἐσπουδάκασιν ὥστε νόμον ἔθεντο, ὅταν ἐν τοῖς ὅπλοις ἐξεστρατευμένοι ὦσι, καλεῖν ἐπὶ τὴν τοῦ βασιλέως σκηνὴν ἀκουσομένους τῶν Τυρταίου ποιημάτων ἅπαντας, νομίζοντες οὕτως ἂν αὐτοὺς μάλιστα πρὸ τῆς πατρίδος ἐθέλειν ἀποθνῄσκειν. χρήσιμον δʼ ἐστὶ καὶ τούτων ἀκοῦσαι τῶν ἐλεγείων, ἵνʼ ἐπίστησθε οἷα ποιοῦντες εὐδοκίμουν παρʼ ἐκείνοις. "τεθνάμεναι γὰρ καλὸν ἐνὶ προμάχοισι πεσόντα ἄνδρʼ ἀγαθόν, περὶ ᾗ πατρίδι μαρνάμενον. τὴν δʼ αὐτοῦ προλιπόντα πόλιν καὶ πίονας ἀγροὺς πτωχεύειν πάντων ἔστʼ ἀνιηρότατον, πλαζόμενον σὺν μητρὶ φίλῃ καὶ πατρὶ γέροντι παισί τε σὺν μικροῖς κουριδίῃ τʼ ἀλόχῳ. ἐχθρὸς μὲν γὰρ τοῖσι μετέσσεται, οὕς κεν ἵκηται χρημοσύνῃ τʼ εἴκων καὶ στυγερῇ πενίῃ, αἰσχύνει δὲ γένος, κατὰ δʼ ἀγλαὸν εἶδος ἐλέγχει, πᾶσα δʼ ἀτιμίη καὶ κακότης ἕπεται. εἰ δʼ οὕτως ἀνδρός τοι ἀλωμένου οὐδεμίʼ ὤρη γίγνεται οὐδʼ αἰδώς, οὔτʼ ὀπίσω γένεος, θυμῷ γῆς περὶ τῆσδε μαχώμεθα, καὶ περὶ παίδων θνῄσκωμεν ψυχέων μηκέτι φειδόμενοι. ὦ νέοι, ἀλλὰ μάχεσθε παρʼ ἀλλήλοισι μένοντες, μηδὲ φυγῆς αἰσχρῆς ἄρχετε μηδὲ φόβου, ἀλλὰ μέγαν ποιεῖσθε καὶ ἄλκιμον ἐν φρεσὶ θυμόν, μηδὲ φιλοψυχεῖτʼ ἀνδράσι μαρνάμενοι· τοὺς δὲ παλαιοτέρους, ὧν οὐκέτι γούνατʼ ἐλαφρά, μὴ καταλείποντες φεύγετε, τοὺς γεραιούς. αἰσχρὸν γὰρ δὴ τοῦτο, μετὰ προμάχοισι πεσόντα κεῖσθαι πρόσθε νέων ἄνδρα παλαιότερον, ἤδη λευκὸν ἔχοντα κάρη πολιόν τε γένειον, θυμὸν ἀποπνείοντʼ ἄλκιμον ἐν κονίῃ, αἱματόεντʼ αἰδοῖα φίλαις ἐν χερσὶν ἔχοντα (αἰσχρὰ τά γʼ ὀφθαλμοῖς καὶ νεμεσητὸν ἰδεῖν) καὶ χρόα γυμνωθέντα. νέοισι δὲ πάντʼ ἐπέοικεν, ὄφρʼ ἐρατῆς ἥβης ἀγλαὸν ἄνθος ἔχῃ·4 ἀνδράσι μὲν θηητὸς ἰδεῖν, ἐρατὸς δὲ γυναιξὶν ζωὸς ἐών, καλὸς δʼ ἐν προμάχοισι πεσών. ἀλλά τις εὖ διαβὰς μενέτω ποσὶν ἀμφοτέροισιν στηριχθεὶς ἐπὶ γῆς, χεῖλος ὀδοῦσι δακών."

希腊人中又有谁不知道,他们从我邦迎聘了堤尔泰奥斯作为将军,与他一道不仅克敌制胜,而且整顿了青年教养之法,所作出的明智谋划不仅利在当下的危机,更福及千秋万代?因为他为他们留下了所谱写的挽歌体诗篇,他们通过听受这些诗篇而受到勇武的熏陶;他们对其他诗人全然不屑一顾,却对此人如此尊崇,以致制定法律规定:每逢披挂甲胄出征时,全军都要被召集到国王的大帐前聆听堤尔泰奥斯的诗歌,深信这样便能使他们最甘愿为了祖国献出生命。听一听这些挽歌诗篇也是大有裨益的,以便你们明晓他们究竟凭藉何种作为而在彼方享有崇高声誉。 “盖勇士倒于前列战线之中、 为自己的祖国奋战而殒命,乃是无上光荣; 然而抛弃自己的城邦与肥美的沃野 沦为乞丐,则是天下万事中最凄惨之境, 带着慈母、老父、 幼弱的儿女与明媒之妻流离失所。 盖他无论流落至何方,必遭当地人厌弃, 屈服于困顿与可憎的贫穷; 他使自己的门第蒙羞,玷污了昔日俊朗的容貌, 一切耻辱与困厄紧随其后。 若如此流亡漂泊的汉子竟得不到丝毫关切 与敬重,其后世苗裔亦然, 那就让我们奋起为这片国土战斗,为了儿女 视死如归,不再惜命! 年轻人啊,肩并肩站定迎敌吧, 切莫带头可耻地溃逃或慌乱, 却要在胸膛中树起伟大而勇武的气魄, 与敌交锋时切莫贪生怕死; 那些膝头已不再灵便的年长之人, 万不可抛下那些长辈而自顾逃命。 盖年迈之人倒在先锋队列中、 横尸于年轻人面前,确是奇耻大辱—— 他已是白发苍苍,胡须灰白, 在尘土中喘息着吐出英勇的灵魂, 用自己的双手捂住血肉模糊的私处 (这在眼中实是羞耻且令人愤慨的景象), 躯体亦被剥得精光。然而对于青年,一切皆显得得体, 只要他还拥有美好青春的明艳韶华: 生时令男子见之赞叹,为妇人所爱慕, 战死于先锋行伍之中亦显得崇高。 因此,人人都当两腿跨立,双脚稳稳踩住 大地踏定防线,紧紧咬住双唇。”

语法注4 条
  1. 103οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης / τεθνάμεν

    代词 οἱ 为与格(第三人称单数),与分词 ἀμυνομένῳ 性数格一致。τεθνάμεν 为史诗形式的完成时主动不定词(相当于 τεθνάναι),作为无人称表语短语 οὐκ ἀεικές(并非不体面)的实际主语。

  2. 105εἰ τοῖν ἀφʼ Ἡρακλέους γεγενημένοιν, οἳ ἀεὶ βασιλεύουσιν ἐν Σπάρτῃ, τοὺς παρʼ ἡμῶν ἡγεμόνας ἀμείνους ὁ θεὸς ἔκρινε

    τοῖν... γεγενημένοιν 为双数属格,作为比较级形容词 ἀμείνους 的比较属格。关系代词 οἵ 指代这一双数先行词,并在从句中统领复数动词 βασιλεύουσιν。

  3. 106ὧν ἀκούοντες παιδεύονται πρὸς ἀνδρείαν

    关系代词 ὧν 的先行词为前文的 ἐλεγεῖα;因感官动词 ἀκούω(倾听)支配属格补足语而呈现属格形式。分词 ἀκούοντες 表示主要动词 παιδεύονται 的手段或伴随状况。

  4. 107ὄφρʼ ἐρατῆς ἥβης ἀγλαὸν ἄνθος ἔχῃ

    连词 ὄφρα 与虚拟式动词 ἔχῃ 连用,引导表示“只要……/在……期间”的时间从句(相当于 ἕως ἂν + 虚拟式)。从句的主语是从前一行的复数 νέοισι(年轻人们)中引申出的单数泛指青年个体。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0034.tlg001.humanitext-grc2:103-107