← 品达

奥林匹亚颂

§5.1-5.24

普萨乌米斯的骡车胜利与卡马里纳的繁荣

诗人庆祝普萨乌米斯在奥林匹亚骡车竞赛中的胜利,赞美他对神明的献祭、对卡马里纳城邦建设的贡献,并祈求其获得安详幸福的晚年。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1

ὑψηλᾶν ἀρετᾶν καὶ στεφάνων ἄωτον γλυκὺν

崇高美德与奥林匹亚花冠的、以及疲惫不知之足的骡车的甜美精华,

τῶν Οὐλυμπίᾳ, Ὠκεανοῦ θύγατερ, καρδίᾳ γελανεῖ

大洋神之女啊,请怀着开朗的心,

ἀκαμαντόποδός τʼ ἀπήνας δέκευ1 Ψαύμιός τε δῶρα·

以及普萨乌米斯的礼物,予以接纳。

ὃς τὰν σὰν πόλιν αὔξων, Καμάρινα, λαοτρόφον

他,光大你那养育人民的城邦卡马里纳,

5

βωμοὺς ἓξ διδύμους ἐγέραιρεν ἑορταῖς θεῶν μεγίσταις

在神明最伟大的节日里,荣耀了六座双联祭坛,

ὑπὸ βουθυσίαις2 ἀέθλων τε πεμπαμέροις ἁμίλλαις,

伴随着献牛之祭,以及为期五日的竞技比赛,

ἵπποις ἡμιόνοις τε μοναμπυκίᾳ τε. τὶν δὲ κῦδος ἁβρόν

以骏马、骡子和单骑之赛。他将辉煌的荣耀,

νικάσαις3 ἀνέθηκε, καὶ ὃν πατέρʼ Ἄκρωνʼ ἐκάρυξε καὶ τὰν νέοικον ἕδραν.

在获胜后,献给了你,并使他的父亲阿克隆以及他新定居的家园得以宣告。

ἵκων δʼ Οἰνομάου καὶ Πέλοπος παρʼ εὐηράτων

他从俄诺玛俄斯与珀罗普斯那可爱的

10

σταθμῶν, ὦ πολιάοχε Παλλάς, ἀείδει μὲν ἄλσος ἁγνὸν

住所而来,守护城邦的帕拉斯啊,他歌颂着你神圣的林苑、

τὸ τεόν, ποταμόν τε Ὤανιν, ἐγχωρίαν τε λίμναν,

奥阿尼斯河、以及本地的湖泊,

καὶ σεμνοὺς ὀχετούς, Ἵππαρις οἷσιν ἄρδει στρατόν,

以及庄严的水道——希帕里斯河用它们灌溉人民,

κολλᾷ τε σταδίων θαλάμων ταχέως ὑψίγυιον ἄλσος,

并且迅速将稳固居所的高耸林木凝聚建起,

ἀπʼ ἀμαχανίας ἄγων ἐς φάος τόνδε δᾶμον ἀστῶν·

将这群城邦公民,从无助中引向光明。

15

αἰεὶ δʼ ἀμφʼ ἀρεταῖσι πόνος δαπάνα τε μάρναται πρὸς ἔργον

然而,围绕着美德,劳苦与开销总是向着

κινδύνῳ κεκαλυμμένον· ἠῢ δʼ ἔχοντες σοφοὶ καὶ πολίταις ἔδοξαν4 ἔμμεν.

被危险所笼罩的事功而抗争。而成功者,在公民眼中也被视为是智者。

Σωτὴρ ὑψινεφὲς Ζεῦ, Κρόνιόν τε ναίων λόφον

居于高云之上的救主宙斯啊,你居住在克罗尼奥斯山陵,

τιμῶν τʼ Ἀλφεὸν εὐρὺ ῥέοντʼ Ἰδαῖόν τε σεμνὸν ἄντρον,

尊崇着宽阔流淌的阿尔斐俄斯河以及神圣的伊达山洞,

ἱκέτας σέθεν ἔρχομαι Λυδίοις ἀπύων ἐν αὐλοῖς,

我作为你的求告者而来,伴着吕底亚的笛声扬声呼唤,

20

αἰτήσων5 πόλιν εὐανορίαισι τάνδε κλυταῖς

祈求你用辉煌的俊杰

δαιδάλλειν, σέ τʼ, Ὀλυμπιόνικε, Ποσειδανίαισιν ἵπποις

来妆点这座城邦;也祈求你,奥林匹亚的胜利者,在乐于波塞冬之马的同时,

ἐπιτερπόμενον φέρειν γῆρας εὔθυμον ἐς τελευτάν,

能够怀着开朗的心情,将晚年带向安详的终点,

υἱῶν, Ψαῦμι, παρισταμένων. ὑγίεντα δʼ εἴ τις ὄλβον ἄρδει,

普萨乌米斯啊,在儿子们侍立于身旁之时。若有人培育着健康的财富,

ἐξαρκέων κτεάτεσσι καὶ εὐλογίαν προστιθείς, μὴ ματεύσῃ θεὸς γενέσθαι.

满足于自己的财产并加上美名,就切莫希求成为神明。

语法注5 条
  1. 5.3δέκευ

    命令式动词 δέκευ(接纳)的直接宾语是宾格名词 ἄωτον(精华)与 δῶρα(礼物)。此处的 ἀπήνας 是属格单数(多利亚方言,相当于 ἀπήνης,意为“骡车”),而非宾格复数,它与 ἀρετᾶν 和 στεφάνων 并列修饰 ἄωτον(即“美德、花冠以及骡车的精华”)。

  2. 5.6ὑπὸ βουθυσίαις

    介词 ὑπό 伴随与格在此表示伴随的情况或背景(“在……伴随下”或“在……之中”)。

  3. 5.8νικάσαις

    动词 νικάω 的多利亚方言不定过去时主动分词主格阳性单数(相当于雅典方言的 νικήσας),与主句的主语(普萨乌米斯)一致。

  4. 5.16ἔδοξαν

    动词 δοκέω 的不定过去时,但在此作“格言性不定过去时”(gnomic aorist),表示普遍真理,译作现在时(“被视为/显得”)。

  5. 5.20αἰτήσων

    表示目的的将来分词 αἰτήσων 支配着两个不定式短语:其一是 δαιδάλλειν(以 πόλιν 为宾语),其二是 φέρειν。代词宾格 σέ 充当第二个不定式 φέρειν 的逻辑主语(即宾格不定式结构的主语)。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0033.tlg001.humanitext-grc2:5.1-5.24