← 品达

奥林匹亚颂

§3.1-3.45

特伦的胜利与赫拉克勒斯引种橄榄树

诗人向狄俄斯库里和海伦祈愿,同时庆祝特伦的胜利。他讲述了赫拉克勒斯如何从海波里恩人那里带来橄榄树并种植在奥林匹亚的起源神话,最后赞美了特伦美德的顶点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1

Τυνδαρίδαις τε φιλοξείνοις ἁδεῖν καλλιπλοκάμῳ θʼ Ἑλένᾳκλεινὰν Ἀκράγαντα γεραίρων εὔχομαι,

我祈愿能取悦好客的廷达瑞俄斯之子们以及美发的海伦,在我荣耀显赫的阿克拉加斯之时,

Θήρωνος Ὀλυμπιονίκαν ὕμνον ὀρθώσαις,1 ἀκαμαντοπόδων

树立起特伦的奥林匹亚胜利赞歌,那疲惫不知之足的骏马们的精粹。

ἵππων ἄωτον. Μοῖσα δʼ οὕτω ποι παρέστα μοι νεοσίγαλον εὑρόντι τρόπον

缪斯如此陪伴着我,让我找到了全新的方式,将那荣耀狂欢的歌声与多利亚式的凉鞋

5

Δωρίῳ φωνὰν ἐναρμόξαι πεδίλῳ

谐和相配。

ἀγλαόκωμον. ἐπεὶ χαίταισι μὲν ζευχθέντες ἔπι στέφανοιπράσσοντί με τοῦτο θεόδματον χρέος,

因为系在头发上的花冠要求我履行这一神所建立的义务,

φόρμιγγά τε ποικιλόγαρυν καὶ βοὰν αὐλῶν ἐπέων τε θέσιν

将变幻多彩的竖琴、长笛的鸣响以及诗句的组合,恰如其分地与埃内西达莫斯之子融合在一起。

Αἰνησιδάμου παιδὶ συμμῖξαι πρεπόντως, ἅ τε Πίσα με γεγωνεῖν·2 τᾶς ἄπο

比萨也召唤我大声歌唱。从那里,

10

θεόμοροι νίσοντʼ ἐπʼ ἀνθρώπους ἀοιδαί,

拥有神赐命运的歌谣走向世人,

ᾧ τινι,3 κραίνων ἐφετμὰς Ἡρακλέος προτέρας,

无论何人,履行赫拉克勒斯先前的诫命,

ἀτρεκὴς Ἑλλανοδίκας γλεφάρων Αἰτωλὸς ἀνὴρ ὑψόθεν

严正的埃托利亚人——希腊竞技裁判,从高处

ἀμφὶ κόμαισι βάλῃ γλαυκόχροα κόσμον ἐλαίας· τάν ποτε

将橄榄枝青绿色的装饰戴在他的头发上。这橄榄枝

Ἴστρου ἀπὸ σκιαρᾶν παγᾶν ἔνεικεν Ἀμφιτρυωνιάδας,

曾由安菲特律翁之子从伊斯特河阴凉的泉源处带回,

15

μνᾶμα τῶν Οὐλυμπίᾳ κάλλιστον ἄθλων

作为奥林匹亚竞技最美丽的纪念物,

δᾶμον Ὑπερβορέων πείσαις Ἀπόλλωνος θεράποντα λόγῳ.

他用言语说服了阿波罗的仆人海波里恩人的子民。

πιστὰ φρονέων Διὸς αἴτει πανδόκῳ

他怀着忠诚的心意,为宙斯那接待万客的

ἄλσει σκιαρόν τε φύτευμα ξυνὸν ἀνθρώποις στέφανόν τʼ ἀρετᾶν.

神圣林苑请求一处阴凉的植株,供世人共享,并作为美德的花冠。

ἤδη γὰρ αὐτῷ, πατρὶ μὲν βωμῶν ἁγισθέντων, διχόμηνις ὅλον χρυσάρματος

因为对他而言,当祭坛已为父亲圣化之时,乘着黄金战车的半月

20

ἑσπέρας ὀφθαλμὸν ἀντέφλεξε Μήνα,

在黄昏燃起了饱满的夜之眼,

καὶ μεγάλων ἀέθλων ἁγνὰν κρίσιν καὶ πενταετηρίδʼ ἁμᾶ

他同时创设了大竞技的神圣裁判和五年一度的节日,

θῆκε ζαθέοις ἐπὶ κρημνοῖς Ἀλφεοῦ·

就在阿斐乌斯河神圣的陡岸之上。

ἀλλʼ οὐ καλὰ δένδρεʼ ἔθαλλεν χῶρος ἐν βάσσαις Κρονίου Πέλοπος.

然而,在克洛诺斯之子培洛普斯的山谷中,那片土地并未茂盛地生长着美丽的树木。

τούτων ἔδοξεν γυμνὸς αὐτῷ κᾶπος ὀξείαις ὑπακουέμεν αὐγαῖς ἁλίου.

缺少了这些,在他看来,这片园子暴露在太阳暴烈的强光之下。

25

δὴ τότʼ ἐς γαῖαν πορεύεν θυμὸς ὥρμα

就在那时,他的心灵促使他前往伊斯特人的

Ἰστρίαν νιν· ἔνθα Λατοῦς ἱπποσόα θυγάτηρ

土地;在那里,勒托那驱马的女儿

δέξατʼ ἐλθόντʼ Ἀρκαδίας ἀπὸ δειρᾶν καὶ πολυγνάμπτων μυχῶν,

接待了从阿卡迪亚的群山和盘旋曲折的深谷中走来的他,

εὖτέ νιν ἀγγελίαις Εὐρυσθέος ἔντυʼ ἀνάγκα πατρόθεν

当欧律斯透斯因其父之意的强迫而催促他

χρυσόκερων ἔλαφον θήλειαν ἄξονθʼ, ἅν ποτε Ταϋγέτα

去带回那只金角的雌鹿,这只鹿曾由泰格特

30

ἀντιθεῖσʼ Ὀρθωσίᾳ ἔγραψεν ἱράν.

献给奥尔托西亚并铭刻为神圣之物。

τὰν μεθέπων ἴδε καὶ κείναν χθόνα πνοιᾶς ὄπιθεν Βορέα

追逐着它,他也看到了在寒冷的北风

ψυχροῦ. τόθι δένδρεα θάμβαινε σταθείς.

吹拂背后的那片土地;他在那里伫立,对那些树木惊叹不已,

τῶν νιν γλυκὺς ἵμερος ἔσχεν δωδεκάγναμπτον περὶ τέρμα δρόμου

甜美的渴望占有了他,使他想在马匹十二圈竞跑的终点周围种植它们。

ἵππων φυτεῦσαι. καί νυν ἐς ταύταν ἑορτὰν ἵλαος ἀντιθέοισιν νίσσεταισὺν βαθυζώνου διδύμοις παισὶ Λήδας.

如今,他怀着慈悲的心意,与束着深色腰带的勒达的双生子一同,为了神一样的凡人们来到这个节日。

τοῖς γὰρ ἐπέτραπεν Οὐλυμπόνδʼ ἰὼν θαητὸν ἀγῶνα νέμειν

因为在他前往奥林匹斯时,曾将管理关于男子美德及疾驰战车

ἀνδρῶν τʼ ἀρετᾶς πέρι καὶ ῥιμφαρμάτου

竞驶的精彩竞技托付给他们。

διφρηλασίας. ἐμὲ δʼ ὦν πᾳ θυμὸς ὀτρύνει φάμεν Ἐμμενίδαις

无论如何,我的心灵驱使我去宣称,荣耀已降临于埃梅尼达伊家族

Θήρωνί τʼ ἐλθεῖν κῦδος, εὐΐππων διδόντων Τυνδαριδᾶν, ὅτι πλείσταισι βροτῶνξεινίαις αὐτοὺς ἐποίχονται τραπέζαις,

以及特伦,这是由善于御马的廷达瑞俄斯之子们所赐予的,因为在凡人中,他们以最丰富的好客之筵接待他们,

εὐσεβεῖ γνώμᾳ φυλάσσοντες μακάρων τελετάς.

怀着虔敬的意念守护着福乐众神的祭仪。

εἰ δʼ ἀριστεύει μὲν ὕδωρ, κτεάνων δὲ χρυσὸς αἰδοιέστατος,

如果水是最卓越的,而黄金在财富中是最受尊崇的,

νῦν δὲ πρὸς ἐσχατιὰν Θήρων ἀρεταῖσιν ἱκάνων ἅπτεται

那么如今特伦凭着他的美德已达到了极限,

οἴκοθεν Ἡρακλέος σταλᾶν. τὸ πόρσω δʼ ἔστι σοφοῖς ἄβατον

从他的家园触碰到了赫拉克勒斯的石柱。那更远的前方,无论对智者还是

45

κἀσόφοις.4 οὔ νιν διώξω· κεινὸς εἴην.

愚者而言,都是无法涉足的。我绝不去追寻它;否则我便是空虚。

语法注4 条
  1. 3.3ὀρθώσαις

    不定过去时主动分词阳性单数主格,与主句动词 εὔχομαι 的主语一致。它作为方式或手段的状语分词(‘通过建立起’)。

  2. 3.9γεγωνεῖν

    现在时主动不定词。可解释为依赖于一个省略的表示命令或敦促的动词(‘比萨敦促我大声歌唱’),或者作为表示结果或目的的不定词。

  3. 3.11ᾧ τινι

    不定关系代词 ὅστις 的阳性单数与格。虽然其先行词是复数 ἀνθρώπους,但此处使用单数具有分配意义,指代任何一位获得花冠的个人获胜者。

  4. 3.44σοφοῖς κἀσόφοις

    关系与格或行为者与格,修饰形容词 ἄβατον(‘无法涉足的、无法接近的’)。表示‘无论对智者还是愚者而言,都是无法涉足的’。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0033.tlg001.humanitext-grc2:3.1-3.45