← 品达

奥林匹亚颂

§2.1-2.100

特伦的胜利与死后审判及轮回

诗人祝贺阿克拉加斯僭主特伦在奥林匹亚马车赛中的胜利,赞颂其祖先的艰辛与荣耀。接着,他阐述了灵魂转世与死后审判的神话,击退嫉妒其慷慨的诽谤者,将特伦的功绩比作无可计数的沙粒予以无限赞美。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1

ἀναξιφόρμιγγες ὕμνοι,

支配着竖琴的赞歌啊,

τίνα θεόν, τίνʼ ἥρωα, τίνα δʼ ἄνδρα κελαδήσομεν;

我们该歌颂哪位神明、哪位英雄,以及哪位凡人?

ἤτοι Πίσα μὲν Διός· Ὀλυμπιάδα δʼ ἔστασεν Ἡρακλέης

确实,比萨属于宙斯,而赫拉克勒斯创立了奥林匹亚,

ἀκρόθινα πολέμου·

作为战争的战利品;

5

Θήρωνα δὲ τετραορίας ἕνεκα νικαφόρου

而至于特伦,因其带来胜利的四马战车,

γεγωνητέον, ὄπι δίκαιον ξένων,1 ἔρεισμʼ Ἀκράγαντος,εὐωνύμων τε πατέρων ἄωτον ὀρθόπολιν·

应当大声予以宣扬。他对客人恪守正义,是阿克拉加斯的支柱,高贵祖先们的精粹,引领城邦走向正道。

καμόντες οἳ πολλὰ θυμῷ

他们在心中承受了许多苦难,

ἱερὸν ἔσχον οἴκημα ποταμοῦ, Σικελίας τʼ ἔσαν

赢得了河畔的神圣居所,并成为西西里的

10

ὀφθαλμός, αἰὼν δʼ ἔφεπε μόρσιμος, πλοῦτόν τε καὶ χάριν ἄγωνγνησίαις ἐπʼ ἀρεταῖς.

眼睛,注定的生命伴随着他们,将财富与恩宠带给他们纯正的美德。

ἀλλʼ ὦ Κρόνιε παῖ Ῥέας, ἕδος Ὀλύμπου νέμων

但是,噢,雷亚之子、克洛诺斯之子啊,您统治着奥林匹斯的居所、

ἀέθλων τε κορυφὰν πόρον τʼ Ἀλφεοῦ, ἰανθεὶς ἀοιδαῖς

竞技的顶峰和阿尔斐俄斯河的通道。愿您被歌声抚慰,

εὔφρων ἄρουραν ἔτι πατρίαν σφίσιν κόμισον

仁慈地为他们将祖先的土地依然保留给

15

λοιπῷ γένει. τῶν δὲ πεπραγμένων

遗留的后代。对于那些已经做出的事情,

ἐν δίκᾳ τε καὶ παρὰ δίκαν, ἀποίητον οὐδʼ ἂνχρόνος ὁ πάντων πατὴρ δύναιτο θέμεν ἔργων τέλος·

无论是合乎正义还是违背正义,即便是万物之父的“时间”,也无法让事情的结果化为乌有。

λάθα δὲ πότμῳ σὺν εὐδαίμονι γένοιτʼ ἄν.

但忘却可能会伴随着幸福的命运而来。

ἐσλῶν γὰρ ὑπὸ χαρμάτων πῆμα θνάσκει

因为在崇高的欢乐下,顽固的痛苦得以被降伏并

20

παλίγκοτον δαμασθέν,

消逝,

ὅταν θεοῦ Μοῖρα πέμπῃ

当神明的命运赐予

ἀνεκὰς ὄλβον ὑψηλόν. ἕπεται δὲ λόγος εὐθρόνοις

崇高的幸福上升之时。这个道理伴随着宝座华丽的

Κάδμοιο κούραις, ἔπαθον αἳ μεγάλα, πένθος δʼ ἐπίτνει βαρὺκρεσσόνων πρὸς ἀγαθῶν.2

卡德摩斯的女儿们,她们曾遭受巨大的苦难,但沉重的悲哀在更优越的福泽面前退隐。

25

ζώει μὲν ἐν Ὀλυμπίοις ἀποθανοῖσα βρόμῳ

虽死于雷霆轰鸣却长发飘逸的塞墨勒,如今在奥林匹斯众神中生活,帕拉斯永远爱她,

κεραυνοῦ τανυέθειρα Σεμέλα, φιλεῖ δέ νιν Παλλὰς αἰεί,καὶ Ζεὺς πατὴρ μάλα, φιλεῖ δὲ παῖς ὁ κισσοφόρος·

宙斯父亲也极深地爱她,常春藤冠的儿子也爱她。

λέγοντι δʼ ἐν καὶ θαλάσσᾳ

人们说,在海洋之中,

μετὰ κόραισι Νηρῆος ἁλίαις βίοτον ἄφθιτον

与涅柔斯的海洋女儿们在一起,伊诺也被赐予了终身不朽的生命。

30

Ἰνοῖ τετάχθαι τὸν ὅλον ἀμφὶ χρόνον. ἤτοι βροτῶν γε κέκριται

确实,凡人关于死亡的

πεῖρας οὔ τι θανάτου,

结局并没有被注定,

οὐδʼ ἡσύχιμον ἁμέραν3 ὁπότε, παῖδʼ ἁλίου,

我们也无法预知何时能以不减的福祉,安然度过平静的一天——太阳的女儿。

ἀτειρεῖ σὺν ἀγαθῷ τελευτάσομεν· ῥοαὶ δʼ ἄλλοτʼ ἄλλαιεὐθυμιᾶν τε μετὰ καὶ πόνων ἐς ἄνδρας ἔβαν.

喜悦与劳苦的不同溪流,在不同的时刻涌向凡人。

35

οὕτω δὲ Μοῖρʼ, ἅ τε πατρώιον

同样的命运——它掌管着这些人祖传的

τῶνδʼ ἔχει τὸν εὔφρονα πότμον, θεόρτῳ σὺν ὄλβῳ

快乐宿命——随着神赐的幸福,

ἐπί τι καὶ πῆμʼ ἄγει παλιντράπελον ἄλλῳ χρόνῳ·

也会在另一个时间带来某种反复的痛苦;

ἐξ οὗπερ ἔκτεινε Λᾷον μόριμος υἱὸςσυναντόμενος, ἐν δὲ Πυθῶνι χρησθὲνπαλαίφατον τέλεσσεν.

自从那注定命运的儿子在路上遇见并杀死了莱乌斯,实现了在普托早已宣告的古老神谕。

ἰδοῖσα δʼ ὀξεῖʼ Ἐριννὺς

锐利的复仇女神看到了这一切,

ἔπεφνέ οἱ σὺν ἀλλαλοφονίᾳ γένος ἀρήιον·

并在自相残杀中灭绝了这支好战的血脉。

λείφθη δὲ Θέρσανδρος ἐριπέντι Πολυνείκει, νέοις ἐν ἀέθλοις

当波吕涅克斯倒下后,瑟散德罗斯幸存了下来,他在年轻的竞技和战争的斗争中

ἐν μάχαις τε πολέμου

受到尊敬,

45

τιμώμενος, Ἀδραστιδᾶν θάλος ἀρωγὸν δόμοις·

成为阿德拉斯托斯家族的有力臂助。

ὅθεν σπέρματος ἔχοντα ῥίζαν, πρέπει τὸν Αἰνησιδάμου

从此承袭此血脉之根的埃内西达莫斯之子,理应

ἐγκωμίων τε μελέων λυρᾶν τε τυγχανέμεν.

获得颂歌与竖琴的赞美。

Ὀλυμπίᾳ μὲν γὰρ αὐτὸς

因为他在奥林匹亚获得了

γέρας ἔδεκτο, Πυθῶνι δʼ ὁμόκλαρον ἐς ἀδελφεὸν

荣誉,而在普托和

50

Ἰσθμοῖ τε κοιναὶ Χάριτες ἄνθεα τεθρίππων δυωδεκαδρόμων

伊斯特摩斯,共同的美惠女神们,为他那共享家产的兄弟,在十二圈的四马战车赛中带来了胜利的花朵。

ἄγαγον. τὸ δὲ τυχεῖν

获得成功,

πειρώμενον ἀγωνίας παραλύει δυσφρονᾶν.

能够释放处于竞技尝试中的人的忧心忡忡。

ὁ μὰν πλοῦτος ἀρεταῖς δεδαιδαλμένος φέρει τῶν τε καὶ τῶν

的确,以美德装点起来的财富带来了做这做那的

καιρόν, βαθεῖαν ὑπέχων μέριμναν ἀγροτέραν,4

契机,激发了深沉而热烈的探求,

55

ἀστὴρ ἀρίζηλος, ἐτήτυμον

它是极为耀眼的星辰,对凡人而言是真正的光芒。

ἀνδρὶ φέγγος· εἰ δέ νιν ἔχων τις οἶδεν τὸ μέλλον,

如果拥有它的人懂得未来:

ὅτι θανόντων μὲν ἐνθάδʼ αὐτίκʼ ἀπάλαμνοι φρένεςποινὰς ἔτισαν, τὰ δʼ ἐν τᾷδε Διὸς ἀρχᾷἀλιτρὰ κατὰ γᾶς δικάζει τις ἐχθρᾷλόγον φράσαις ἀνάγκᾳ·

那些在此地死去的人,其不法的心灵立刻会受到惩罚;在宙斯的这片疆域里犯下的罪行,地底下的某位判官正以冷酷的必然性进行审判并宣判;

ἴσαις δὲ νύκτεσσιν αἰεί,

他们永远拥有相同的夜晚,

ἴσαις δʼ ἐν ἁμέραις ἅλιον ἔχοντες, ἀπονέστερον

也在等同的白昼里享有太阳,善人接受了更加无忧的生活,不用双手的力量去翻刨土地,也不用翻江倒海,

ἐσλοὶ δέκονται βίοτον, οὐ χθόνα ταράσσοντες ἐν χερὸς ἀκμᾷ

只为维持微薄的生计;

οὐδὲ πόντιον ὕδωρ

而是与那些

65

κεινὰν παρὰ δίαιταν· ἀλλὰ παρὰ μὲν τιμίοις

乐于守信的受尊崇的神明在一起,过着无泪的

θεῶν, οἵτινες ἔχαιρον εὐορκίαις, ἄδακρυν νέμονταιαἰῶνα· τοὶ δʼ ἀπροσόρατον ὀκχέοντι πόνον

生活,而恶人们则承受着惨不忍睹的痛苦。

ὅσοι δʼ ἐτόλμασαν ἐστρὶς

凡是敢于在两世中各坚持三次、

ἑκατέρωθι μείναντες ἀπὸ πάμπαν ἀδίκων ἔχειν

使自己的灵魂完全远离不义的人,都踏上了通往克洛诺斯城堡的宙斯之路;在那里,

70

ψυχάν, ἔτειλαν Διὸς ὁδὸν παρὰ Κρόνου τύρσιν· ἔνθα μακάρων

俄刻阿诺斯的

νᾶσος ὠκεανίδες

微风吹拂着福人岛,金色的花朵在燃烧,

αὖραι περιπνέοισιν, ἄνθεμα δὲ χρυσοῦ φλέγει,

有的盛开在陆地灿烂的树木上,有的由水流滋养,他们用这些编织成手链和花环戴在手上,

τὰ μὲν χερσόθεν ἀπʼ ἀγλαῶν δενδρέων, ὕδωρ δʼ ἄλλα φέρβει,

遵循着拉达曼迪斯公正的裁决,

ὅρμοισι τῶν χέρας ἀναπλέκοντι καὶ στεφάνοιςβουλαῖς ἐν ὀρθαῖσι Ῥαδαμάνθυος,

伟大的父亲将拉达曼迪斯留在身边作为得力的助手,

ὃν πατὴρ ἔχει μέγας ἑτοῖμον αὐτῷ πάρεδρον,

也就是占有最高宝座的雷亚的

πόσις ὁ πάντων Ῥέας ὑπέρτατον ἐχοίσας θρόνον.

丈夫。

Πηλεύς τε καὶ Κάδμος ἐν τοῖσιν ἀλέγονται·Ἀχιλλέα τʼ ἔνεικʼ, ἐπεὶ Ζηνὸς ἦτορλιταῖς ἔπεισε, μάτηρ·

佩琉斯和卡德摩斯也名列其中;阿基琉斯的母亲在用哀求说服了宙斯的心灵后,也把阿基琉斯带到了那里。

ὃς Ἕκτορʼ ἔσφαλε, Τροίας

他击倒了赫克托耳——特洛伊

ἄμαχον ἀστραβῆ κίονα, Κύκνον τε θανάτῳ πόρεν,

那无法战胜的、坚不可摧的支柱,并把库克诺斯送入死亡,

Ἀοῦς τε παῖδʼ Αἰθίοπα. πολλά μοι ὑπʼ ἀγκῶνος ὠκέα βέλη

还有黎明女神那埃塞俄比亚的儿子。我的臂下矢筒中,拥有许多快捷的飞矢,

ἔνδον ἐντι φαρέτρας

它们能对智者说话,

85

φωνᾶντα συνετοῖσιν· ἐς δὲ τὸ πὰν ἑρμηνέων

但对于大众而言,则需要解释者。

χατίζει. σοφὸς ὁ πολλὰ εἰδὼς φυᾷ· μαθόντες δὲ λάβροι

天生懂得许多的人才是聪明的智者;而那些仅靠学习的人,在喋喋不休中如乌鸦般狂暴地

παγγλωσσίᾳ, κόρακες ὥς, ἄκραντα γαρύετονΔιὸς πρὸς ὄρνιχα θεῖον.

冲着宙斯神圣的鹰鸟发出徒劳的叫声。

ἔπεχε νῦν σκοπῷ τόξον, ἄγε θυμέ, τίνα βάλλομεν

此时,将弓对准目标吧,来吧,我的心灵,我们又要从温和的胸怀中射出哪些光荣的箭矢?

90

ἐκ μαλθακᾶς αὖτε φρενὸς εὐκλέας ὀϊστοὺς ἱέντες; ἐπί τοι

确实,

Ἀκράγαντι τανύσαις

朝着阿克拉加斯放箭,

αὐδάσομαι ἐνόρκιον λόγον ἀλαθεῖ νόῳ

我要用真实的意念说出誓言:

τεκεῖν μή τινʼ ἑκατόν γε ἐτέων πόλιν φίλοις ἄνδρα μᾶλλονεὐεργέταν πραπίσιν ἀφθονέστερόν τε χέρα

在这百年之中,没有任何一个城邦能诞生出比特伦对朋友更有好意、在双手上更为慷慨的恩人。

95

Θήρωνος. ἀλλʼ αἶνον ἔβα κόρος

然而,赞美遭到了嫉恨的侵袭,它不与正义相伴,而是来自狂暴的人们,

οὐ δίκᾳ συναντόμενος, ἀλλὰ μάργων ὑπʼ ἀνδρῶν,τὸ λαλαγῆσαι ἐθέλων κρύφον τε θέμεν ἐσλῶν καλοῖς

企图用闲言碎语来掩盖高尚之人的美好德行。

ἔργοις· ἐπεὶ ψάμμος ἀριθμὸν περιπέφευγεν,

既然沙粒无法被数尽,

καὶ κεῖνος ὅσα χάρματʼ ἄλλοις ἔθηκεν

那么他带给他人的无数欢乐,

100

τίς ἂν φράσαι δύναιτο;

谁又能说得完呢?

语法注4 条
  1. 2.6ὄπι δίκαιον ξένων

    单词 ὄπι 是 ὄπις(对神明的敬畏、配虑)的单数与格。在此处作为关系或限定与格,意为“在对待客人的正义配虑上是公义的(即待客真诚守义)”。

  2. 2.24πρὸς ἀγαθῶν

    前置词 πρὸς(支配属格)在此处意为“面对”、“在……面前”或由于其原因。它表明主语 πένθος(悲哀)在“更优越的福泽”(κρεσσόνων ἀγαθῶν)面前退隐或被消除的逻辑结构。

  3. 2.32οὐδʼ ἡσύχιμον ἁμέραν...

    这是一个复杂的倒装与并列结构。句首的 κέκριται(未被注定)不仅支配第一个宾语短语 πεῖρας θανάτου(死亡的终结),也支配第二个宾语从句 ἡσύχιμον ἁμέραν... τελευτάσομεν(我们何时度完平静的一天)。

  4. 2.54βαθεῖαν ὑπέχων μέριμναν ἀγροτέραν

    诗意的语序倒装(hyperbaton)。形容词 βαθεῖαν(深沉的)和 ἀγροτέραν(激烈的、狩猎般的)夹着并修饰中间的名词 μέριμναν(关切、探求心),起到了强调的作用。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-22)
  • 2026-09-22 AI校阅 — 原文 1 处
urn:cts:greekLit:tlg0033.tlg001.humanitext-grc2:2.1-2.100