← 品达

奥林匹亚颂

§11.1-11.21

献给哈格西达莫斯的赞歌与洛克里人的天性

诗人指出,在经历辛劳获得成功后,赞歌是必不可少的,并为拳击获胜者哈格西达莫斯的黄金橄榄冠冕献上甘美的歌谣装饰。他向缪斯女神们保证,获胜者的祖国洛克里的子民具有天赋且不改变的智慧与勇武本性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1

ἔστιν ἀνθρώποις ἀνέμων ὅτε1 πλείστα

人类有时最需要风,

χρῆσις, ἔστιν δʼ οὐρανίων ὑδάτων,

有时最需要天上的雨水,

ὀμβρίων παίδων νεφέλας.

即那云朵所生的雨之子。

εἰ δὲ σὺν πόνῳ τις εὖ πράσσοι, μελιγάρυες ὕμνοι

但若有人伴随着劳苦而获得成功,那声音甜美的赞歌

5

ὑστέρων ἀρχὰ λόγων

便会成为日后颂词的开端,

τέλλεται2 καὶ πιστὸν ὅρκιον μεγάλαις ἀρεταῖς.

并成为对伟大美德的忠实誓盟。

ἀφθόνητος δʼ αἶνος Ὀλυμπιονίκαις

而这份毫无嫉妒的赞美,

οὗτος ἄγκειται. τὰ μὲν ἁμετέρα

正是为奥林匹亚获胜者所预留的。我的

γλῶσσα ποιμαίνειν ἐθέλει·

舌头正乐于去培育这些;

10

ἐκ θεοῦ δʼ ἀνὴρ σοφαῖς ἀνθεῖ πραπίδεσσιν ὁμοίως.

然而,人能凭借智慧的心智同样繁荣,乃是由于神明。

ἴσθι νῦν, Ἀρχεστράτου

现在你要知道,阿尔克斯特拉托斯

παῖ, τεᾶς, Ἁγησίδαμε, πυγμαχίας ἕνεκεν

之子哈格西达莫斯,为了你的拳击,

κόσμον ἐπὶ στεφάνῳ χρυσέας ἐλαίας

在黄金橄榄枝的冠冕之上,

ἁδυμελῆ κελαδήσω,

我将吟唱甜美悦耳的赞饰,

15

Ζεφυρίων, Λοκρῶν γενεὰν ἀλέγων.

并向西洛克里的部族致敬。

ἔνθα συγκωμάξατʼ· ἐγγυάσομαι

在那里一同狂欢吧;我向你们保证,

ὔμμιν, ὦ Μοῖσαι, φυγόξενον στρατὸν

哦,缪斯们,你们将到达一个不排斥外客、

μηδʼ ἀπείρατον καλῶν,

亦非对美德毫无体验,

ἀκρόσοφον δὲ καὶ αἰχματὰν ἀφίξεσθαι.3 τὸ γὰρ

而是极具智慧且骁勇善战的族群之中。因为,

20

ἐμφυὲς οὔτʼ αἴθων ἀλώπηξ

无论是狡黠的火狐,

οὔτʼ ἐρίβρομοι λέοντες διαλλάξαντο4 ἦθος.

还是怒吼的雄狮,都无法改变它们天生的本性。

语法注4 条
  1. 11.1ἔστιν ... ὅτε

    短语 ἔστιν ... ὅτε 用作无人称的时间表达,意为“有时”或“有……的时候”。此处以“需要(χρῆσις)”为主语,强调人类在特定时刻最需要风与雨水。

  2. 11.6τέλλεται

    第三人称单数动词 τέλλεται 与复数主语 μελιγάρυες ὕμνοι 连用。这是所谓的“品达式句式(Schema Pindaricum)”的一个实例,即复数主语配以单数动词;亦可解释为动词受到其后紧跟的单数表语(ἀρχὰ 和 ὅρκιον)吸引而变为单数形式。

  3. 11.19ἀφίξεσθαι

    不定式 ἀφίξεσθαι(到达)的逻辑主语被理解为省略的、指代缪斯女神们的宾格代名词(如 ὑμᾶς,对应前面的 ὔμμιν),即“你们(缪斯们)将到达一个……的族群(宾格的 στρατόν)之中”。虽然亦可将 στρατόν 本身视为不定式的主语(“该族群将以……的姿态出现”),但结合前句邀请缪斯们一同狂欢(συγκωμάξατʼ)的语境,前一种理解更为自然。

  4. 11.21διαλλάξαντο

    这里的中动不定过去时 διαλλάξαντο(改变)并非表示过去的具体动作,而是用作表达普遍真理或自然规律的“格言不定过去时(gnomic aorist)”,因此译作现在时态的“无法改变”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0033.tlg001.humanitext-grc2:11.1-11.21