← 品达

奥林匹亚颂

§12.1-12.19

向命运女神泰姬祈愿与流亡者埃尔戈特莱斯的胜利

在祈求命运女神泰姬并感叹人类希望与命运的无常之后,诗人赞美了埃尔戈特莱斯。他因内乱被迫离开克诺索斯,最终在希梅拉安顿下来并赢得了运动会胜利。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1

λίσσομαι, παῖ Ζηνὸς Ἐλευθερίου,

我祈求你,自由卫士宙斯之女,

Ἱμέραν εὐρυσθενέʼ ἀμφιπόλει, σώτειρα Τύχα.

守护力量宽广的希梅拉吧,救主泰姬。

τὶν1 γὰρ ἐν πόντῳ κυβερνῶνται θοαὶ

因为在海洋上,经由你,疾驰的

νᾶες, ἐν χέρσῳ τε λαιψηροὶ πόλεμοι

船只得以航行,在陆地上,迅猛的战争

5

κἀγοραὶ βουλαφόροι. αἵ γε μὲν ἀνδρῶν

与运筹帷幄的集会得以引导。的确,人类的

πόλλʼ ἄνω, τὰ δʼ αὖ κάτω ψεύδη μεταμώνια τάμνοισαι2 κυλίνδοντʼ ἐλπίδες·

希望在虚无的谎言中穿行,时而高扬,时而跌落,起伏不定。

σύμβολον δʼ οὔ πώ τις ἐπιχθονίων

凡尘之中,至今未曾有人

πιστὸν ἀμφὶ πράξιος ἐσσομένας εὗρεν θεόθεν·

从神明那里获得关于未来之事的可靠征兆;

τῶν δὲ μελλόντων τετύφλωνται φραδαί.

因为对未来之事的预见已被蒙蔽。

10

πολλὰ δʼ ἀνθρώποις παρὰ γνώμαν ἔπεσεν,

许多事情出乎意料地降临于人,

ἔμπαλιν μὲν τέρψιος, οἱ δʼ ἀνιαραῖς

有时与快乐背道而驰,而另一些人则在经历痛苦的

ἀντικύρσαντες ζάλαις ἐσλὸν βαθὺ πήματος ἐν μικρῷ πεδάμειψαν3 χρόνῳ.

风暴后,在极短的时间内,将深重的苦难换成了巨大的福祉。

υἱὲ Φιλάνορος, ἤτοι καὶ τεά κεν,

菲拉诺尔之子啊,确实,甚至连你那

ἐνδομάχας ἅτʼ ἀλέκτωρ, συγγόνῳ παρʼ ἑστίᾳ

脚下的荣誉,若像在家族灶火旁内斗的公鸡一般,

15

ἀκλεὴς τιμὰ κατεφυλλορόησε ποδῶν,

也会默默无闻地如落叶般凋零,

εἰ μὴ στάσις ἀντιάνειρα Κνωσίας ἄμερσε4 πάτρας.

若非那使男子兵刃相向的内乱将你剥离了克诺索斯的家园。

νῦν δʼ Ὀλυμπία στεφανωσάμενος

而今,你已在奥林匹亚加冕,

καὶ δὶς ἐκ Πυθῶνος Ἰσθμοῖ τʼ, Ἐργότελες,

并两次在皮托、以及在伊斯特摩斯获得桂冠,埃尔戈特莱斯啊,

θερμὰ Νυμφᾶν λουτρὰ βαστάζεις,5 ὁμιλέων παρʼ οἰκείαις ἀρούραις.

你在自己的田园里生活,赞美着宁芙的温暖泉水。

语法注5 条
  1. 12.3τὶν

    第二人称单数代名词的多里斯方言形式(σοί)。在此作为表示“手段、原因”或“支配”的与格,指代命运女神(泰姬),意为“经由你(在你的指引下)”。

  2. 12.6ψεύδη μεταμώνια τάμνοισαι

    分词 τάμνοισαι 是多里斯方言中的阴性复数主格,修饰 ἐλπίδες。此处的表达延续了航海的隐喻(“劈开虚无的谎言之波”),诗意地表现了希望在不切实际的幻想中漂泊。

  3. 12.12ἐσλὸν βαθὺ πήματος ... πεδάμειψαν

    动词 πεδάμειψαν 是多里斯方言(μετήμειψαν,μεταμείβω 的不定过去时)。ἐσλὸν βαθὺ(深沉之福)与 πήματος(苦难,交换属格)构成表示交换的结构,意为“以深重的苦难换取了巨大的福祉”。

  4. 12.13ἤτοι καὶ τεά κεν ... κατεφυλλορόησε ... εἰ μὴ ... ἄμερσε

    过去非真实条件句。主句由助词 κεν(等同于 ἄν)加直陈式过去时(κατεφυλλορόησε)构成,条件从句由 εἰ μὴ 加直陈式过去时(ἄμερσε)构成。

  5. 12.19βαστάζεις

    字面意为“举起”或“承担”,在此隐喻为“颂扬、夸耀”或“享受、珍惜”。描述了埃尔戈特莱斯在其新家园希梅拉享受并引以为傲的著名温泉。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0033.tlg001.humanitext-grc2:12.1-12.19