← 色诺芬

论狩猎

§9.13-9.20

捕鹿足阱的布设与受困鹿的追猎

本段详细阐述捕鹿足阱的构造、安放与伪装方法、巡视要领,以及追捕与制伏落网之鹿的技巧(包括夏季追逐猎鹿法)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.13

τὸν δὲ βρόχον τῆς σειρίδος τὸν ἐπὶ τὴν στεφάνην ἐπιτεθησόμενον πεπλεγμένον σπάρτου καὶ αὐτὴν τὴν σειρίδα·1 ἔστι γὰρ ἀσηπτότατον τοῦτο. ὁ δὲ βρόχος αὐτὸς ἔστω στιφρὸς καὶ ἡ σειρίς· τὸ δὲ ξύλον τὸ ἐξαπτόμενον ἔστω μὲν δρυὸς ἢ πρίνου, μέγεθος τρισπίθαμον, περίφλοιον, πάχος παλαιστῆς.

至于安置在圆环上的绳索活套以及绳索本身,当以麻草编成,因为此物最不易腐烂。活套本身与绳索必须坚固。绑接的木桩当用橡木或冬青栎制成,长三跨手,保留树皮,厚一掌宽。

§9.14

ἱστάναι δὲ τὰς ποδοστράβας διελόντα τῆς γῆς βάθος πεντεπάλαστον, περιφερὲς δὲ τοῦτο, καὶ ἄνωθεν ἴσον ταῖς στεφάναις τῶν ποδοστραβῶν, εἰς δὲ τὸ κάτω ἀμειβόμενον στενότητι· διελεῖν δὲ καὶ τῇ σειρίδι καὶ τῷ ξύλῳ τῆς γῆς ὅσον ἵζεσθαι ἀμφοῖν.2

设置足阱时,当在地面掘出五掌深的坑,此坑当呈圆形,坑口与足阱的圆环等大,越往底部越收窄。亦当为绳索与木桩在地面掘出足以容纳两者的槽沟。

§9.15

ποιήσαντα δὲ ταῦτα ἐπὶ μὲν τὸ βάθος τὴν ποδοστράβην ἐπιθεῖναι κατωτέρω ἰσόπεδον, περὶ δὲ τὴν στέγην τὸν βρόχον τῆς σειρίδος· καὶ αὐτὴν καὶ τὸ ξύλον καθέντα εἰς τὴν χώραν τὴν ἑκατέρου, τῇ στέγῃ ἐπιθεῖναι δοκίδας ἀτρακτυλίδος μὴ ὑπερτεινούσας εἰς τὸ ἔξω, ἐπὶ δὲ τούτων πέταλα λεπτά, ὧν ἂν ἡ ὥρα ᾖ.

完成这些之后,将足阱放置在坑底深处,使其底部平整,并将绳索活套安放在其边沿周围;在将绳索与木桩皆降入各自的沟穴之后,在边沿上铺放纺锤蓟的小枝,使其不向外伸出,其上再覆盖当季的薄树叶。

§9.16

μετὰ δὲ τοῦτο τῆς γῆς ἐπιβαλεῖν3 ἐπʼ αὐτὰ πρῶτον μὲν τὴν ἐπιπολῆς ἐξαιρεθεῖσαν ἐκ τῶν ὀρυγμάτων, ἄνωθεν δὲ ταύτης γῆς στερεᾶς τῆς ἄπωθεν, ἵνα ᾖ τῇ ἐλάφῳ ὅτι μάλιστα ἄδηλος ἡ στάσις· τὴν δὲ περιοῦσαν τῆς γῆς ἀποφέρειν πόρρω ἀπὸ τῆς ποδοστράβης· ἐὰν γὰρ ὀσφραίνηται νεωστὶ κεκινημένης, δυσωπεῖται· ταχὺ δὲ ποιεῖ τοῦτο. ἐπισκοπεῖν δὲ ἔχοντα τὰς κύνας τὰς μὲν ἐν τοῖς ὄρεσιν ἑστώσας, μάλιστα μὲν ἕωθεν, χρὴ δὲ καὶ τῆς ἄλλης ἡμέρας, ἐν δὲ τοῖς ἔργοις πρῴ. ἐν μὲν γὰρ τοῖς ὄρεσιν οὐ μόνον τῆς νυκτὸς ἁλίσκονται ἀλλὰ καὶ μεθʼ ἡμέραν διὰ τὴν ἐρημίαν· ἐν δὲ τοῖς ἔργοις τῆς νυκτὸς διὰ τὸ μεθʼ ἡμέραν πεφοβῆσθαι τοὺς ἀνθρώπους.

随后,首先将开挖时自表层取出的泥土撒在它们上面,再在其上铺上从远处运来的实土,好让鹿尽可能察觉不出设阱之处;其余剩余的泥土则运到远离足阱之处,因为鹿若嗅到新翻动泥土的气味,便会心生警惕;鹿极易如此警惕。猎人当携猎犬前往巡视:山间的足阱尤其当在拂晓巡视,但日间其余时间亦须巡察;农田中的足阱则须清晨巡视。因为在山中由于人迹罕至,鹿不仅在夜间被捕,白昼亦会落网;而在农田中,由于白昼畏惧人类,它们只在夜间落网。

§9.18

ἐπειδὰν δὲ εὕρῃ ἀνεστραμμένην τὴν ποδοστράβην, μεταθεῖν ἐπιλύσαντα τὰς κύνας καὶ ἐπικελεύσαντα κατὰ τὸν ὁλκὸν τοῦ ξύλου, σκοπούμενον ὅποι ἂν φέρηται. ἔσται δὲ οὐκ ἄδηλον ἐπὶ τὸ πολύ· οἵ τε γὰρ λίθοι ἔσονται κεκινημένοι τά τʼ ἐπισύρματα τοῦ ξύλου καταφανῆ ἐν τοῖς ἔργοις· ἐὰν δὲ τραχεῖς τόπους διαπερᾷ, αἱ πέτραι ἕξουσι τὸν φλοιὸν τοῦ ξύλου ἀφηρπασμένον καὶ κατὰ τοῦτο ῥᾴους αἱ μεταδρομαὶ ἔσονται.

一旦发现足阱被掀翻,当解开猎犬,沿着木桩拖拽的痕迹策励它们追踪,注视猎物逃往何处。这通常不难看清:因为碎石必被移动,木桩的拖痕在农田中清晰可见;若经过崎岖之地,岩石会擦剥掉木桩的树皮,追踪因此会更为容易。

§9.19

ἐὰν μὲν οὖν τοῦ προσθίου ποδὸς ἁλῷ,4 ταχὺ ληφθήσεται· ἐν γὰρ τῷ δρόμῳ πᾶν τὸ σῶμα τύπτει καὶ τὸ πρόσωπον· ἐὰν δὲ τοῦ ὄπισθεν, ἐφελκόμενον τὸ ξύλον ἐμποδὼν ὅλῳ ἐστὶ τῷ σώματι, ἐνίοτε δὲ καὶ εἰς δίκρας τῆς ὕλης ἐμπίπτει φερόμενον, καὶ ἐὰν μὴ ἀπορρήξῃ τὴν σειρίδα, καταλαμβάνεται αὐτοῦ.

若是前蹄被陷,它便会很快就擒;因为在奔跑中木桩会击打其全身与面部;若是后蹄被陷,被拖曳的木桩便成为它整个身体的累赘,有时前行中木桩会卡入树丛的桠杈之间,只要未能挣断绳索,鹿便会在该处被擒。

§9.20

χρὴ δέ, ἐὰν οὕτως ἕλῃ ἢ περιγενόμενος πόνῳ, μὴ προσιέναι ἐγγύς· τοῖς γὰρ κέρασι παίει, ἐὰν μὲν ᾖ ἄρρην, καὶ τοῖν ποδοῖν· ἐὰν δὲ θήλεια, τοῖν ποδοῖν· ἄπωθεν οὖν ἀκοντίζειν. ἁλίσκονται δὲ καὶ ἄνευ ποδοστράβης διωκόμεναι, ὅταν ᾖ ἡ ὥρα θερινή· ἀπαγορεύουσι γὰρ σφόδρα, ὥστε ἑστῶσαι ἀκοντίζονται· ῥιπτοῦσι δὲ καὶ εἰς τὴν θάλατταν,5 ἐὰν κατέχωνται, καὶ εἰς τὰ ὕδατα ἀπορούμεναι· ὁτὲ δὲ διὰ δύσπνοιαν πίπτουσι.

然而,无论是以此法捕获,或是以劳苦将其耗尽而降伏,皆不可走得太近;因为若是雄鹿,便会以角和双足击打,若是雌鹿,则以双足击打;因此应当从远处投掷短矛。在夏季时,即使不用足阱,仅凭追逐亦可捕获鹿只;因为鹿会极度疲惫,以致停立不动而被短矛射中;若受紧逼,它们在窘迫之中甚至会投身入海或跳入水中;有时还会因呼吸急促窒息而倒毙。

语法注5 条
  1. 9.13τὸν δὲ βρόχον τῆς σειρίδος τὸν ἐπὶ τὴν στεφάνην ἐπιτεθησόμενον πεπλεγμένον σπάρτου καὶ αὐτὴν τὴν σειρίδα

    此句承接前节的 χρὴ εἶναι,为省略不定词 εἶναι 的宾格带不定词结构。τὸν βρόχον 与 αὐτὴν τὴν σειρίδα 作逻辑主语,完成分词 πεπλεγμένον 作表语。σπάρτου 为表示材料的属格。

  2. 9.14ὅσον ἵζεσθαι ἀμφοῖν

    关系代词 ὅσον 连用不定词 ἵζεσθαι,表示结果或程度(“足以使二者安歇”)。ἀμφοῖν 为双数与格,作为不定词的关涉对象或施事。

  3. 9.16τῆς γῆς ἐπιβαλεῖν

    τῆς γῆς 为部分属格,直接作动词 ἐπιβαλεῖν 的宾语(“撒上一些泥土”)。后接的 τὴν ἐπιπολῆς ἐξαιρεθεῖσαν 作为同位语限定其具体部分,并与后文的 γῆς στερεᾶς 相应。

  4. 9.19τοῦ προσθίου ποδὸς ἁλῷ

    τοῦ προσθίου ποδὸς 为表示被触碰或受累部位的属格(特指部分属格)。表示捕获、接触的动词(ἁλῷ)在希腊语中惯常以此类属格表示被捕住的肢体部位。

  5. 9.20ῥιπτοῦσι δὲ καὶ εἰς τὴν θάλατταν

    及物动词 ῥίπτω 在此处省略了反身代词(ἑαυτάς),作反身或不及物用法,意为“(鹿只)纵身跃入”或“投身”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg014.humanitext-grc2:9.13-9.20