← 色诺芬

论狩猎

§9.1-9.12

使用印度猎犬猎鹿与设阱之法

本节论述使用印度猎犬猎捕幼鹿与鹿的方法,详述春季在母鹿守望下搜捕初生幼鹿并反击母鹿的步骤、追击已长大幼鹿之法,以及足阱的制作与布设。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.1

ἐπὶ δὲ τοὺς νεβροὺς καὶ τὰς ἐλάφους κύνας εἶναι Ἰνδικάς·1 εἰσὶ γὰρ ἰσχυραί, μεγάλαι, ποδώκεις, οὐκ ἄψυχοι· ἔχουσαι δὲ ταῦτα ἱκαναὶ γίγνονται πονεῖν. τοὺς μὲν οὖν νεογνοὺς τῶν νεβρῶν τοῦ ἦρος θηρᾶν· ταύτην γὰρ τὴν ὥραν γίγνονται.

对于幼鹿和鹿,应当使用印度犬;因为它们强壮、高大、敏捷,且极具斗志;具备这些品质,它们便足以承受劳苦。新生的幼鹿应当在春季捕猎,因为它们生于此时节。

§9.2

κατασκέψασθαι δὲ προελθόντα εἰς τὰς ὀργάδας, οὗ εἰσιν ἔλαφοι πλεῖσται· ὅπου δʼ ἂν ὦσιν, ἔχοντα τὸν κυναγωγὸν τὰς κύνας καὶ ἀκόντια πρὸ ἡμέρας ἐλθόντα εἰς τὸν τόπον τοῦτον τὰς μὲν κύνας δῆσαι ἄπωθεν ἐκ τῆς ὕλης, ὅπως μή, ἂν ἴδωσι τὰς ἐλάφους, ὑλακτῶσιν, αὐτὸν δὲ σκοπιωρεῖσθαι.

应当预先前往鹿群最多的丰茂草场进行侦察;无论何处有鹿,猎人皆当携带犬只与短矛,于拂晓前抵达该地,将猎犬拴在林间稍远处,以免它们看见鹿时吠叫,自身则就地守望。

§9.3

ἅμα δὲ τῇ ἡμέρᾳ ὄψεται ἀγούσας τοὺς νεβροὺς πρὸς τὸν τόπον οὗ ἂν μέλλῃ ἑκάστη τὸν ἑαυτῆς εὐνάσειν. κατακλίνασαι δὲ καὶ γάλα δοῦσαι καὶ διασκεψάμεναι μὴ ὁρῶνται ὑπό τινος, φυλάττει τὸν αὑτῆς ἑκάστη ἀπελθοῦσα εἰς τὸ ἀντιπέραν.

黎明破晓时,他将看到母鹿们各自领着幼鹿,前往打算安置其卧下的地点。母鹿让幼鹿卧下并喂哺乳汁,环视四方确信未被任何人窥见后,便各自退往对面的地点,守望自己的幼崽。

§9.4

ἰδόντα δὲ ταῦτα τὰς μὲν κύνας λῦσαι, τὸν δὲ λαβόντα τὰ ἀκόντια προσιέναι ἐπὶ τὸν νεβρὸν τὸν πρῶτον, ὅπου εἶδεν εὐνασθέντα, τῶν τόπων ἐνθυμούμενον, ὅπως μὴ διαμαρτήσεται· πολὺ γὰρ ἀλλοιοῦνται τῇ ὄψει ἐγγὺς προσιόντι ἢ οἳ πόρρωθεν ἔδοξαν εἶναι.2

见此情景,当解开猎犬,持短矛走向第一只幼鹿,即先前见其伏卧之处,同时留心该处的地势,以免走偏;因为近前所见的地貌,与自远处看似全然不同。

§9.5

ἐπειδὰν δὲ ἴδῃ αὐτόν, προσιέναι ἐγγύς. ὁ δʼ ἕξει ἀτρέμα πιέσας ἑαυτὸν ἐπὶ γῆν καὶ ἐάσει ἀνελέσθαι, ἐὰν μὴ ἐφυσμένος ᾖ, βοῶν μέγα. τούτου δὲ γενομένου οὐ μενεῖ· ταχὺ γὰρ τὸ ὑγρόν, ὃ ἔχει ἐν ἑαυτῷ, ὑπὸ τοῦ ψυχροῦ συνιστάμενον ποιεῖ ἀποχωρεῖν αὐτόν.

一旦看见幼鹿,便当近前走去。幼鹿会紧贴地面静卧不动,若未被雨露湿透,便会高声哀鸣着任由人将其抱起;若已被浸湿,则不会留于原地,因为其体内的湿气受寒气收缩,很快便会迫使其逃窜。

§9.6

ἁλώσεται δὲ ὑπὸ τῶν κυνῶν σὺν πόνῳ διωκόμενος· λαβόντα δὲ δοῦναι τῷ ἀρκυωρῷ· ὁ δὲ βοήσεται· ἡ δʼ ἔλαφος τὰ μὲν ἰδοῦσα, τὰ δʼ ἀκούσασα, ἐπιδραμεῖται τῷ ἔχοντι αὐτὸν ζητοῦσα ἀφελέσθαι.

此时幼鹿必在猎犬奋力追逐下被擒;捕获后将其交给掌网人。幼鹿必大声叫喊,而母鹿眼见耳闻,必会冲向抱鹿之人,企图将幼鹿夺回。

§9.7

ἐν δὲ τούτῳ τῷ καιρῷ ἐγκελεύειν ταῖς κυσὶ καὶ χρῆσθαι τοῖς ἀκοντίοις. κρατήσαντα δὲ τούτου πορεύεσθαι καὶ ἐπὶ τοὺς ἄλλους καὶ τῷ αὐτῷ εἴδει πρὸς αὐτοὺς χρῆσθαι τῆς θήρας. καὶ οἱ μὲν νέοι τῶν νεβρῶν οὕτως ἁλίσκονται·

在此关键时刻,当策励猎犬,并使用短矛。制伏此鹿后,再前往搜捕其余幼鹿,施以同样的狩猎方式。

§9.8

οἱ δὲ ἤδη μεγάλοι χαλεπῶς· νέμονται γὰρ μετὰ τῶν μητέρων καὶ ἑτέρων ἐλάφων· καὶ ἀποχωροῦσιν, ὅταν διώκωνται, ἐν μέσαις, ὁτὲ δὲ πρόσθεν, ἐν δὲ τῷ ὄπισθεν ὀλιγάκις.

幼小的幼鹿便是如此被捕获的;然而已经长大的幼鹿则极难捕获,因为它们与母鹿及其他鹿群一同吃草;被追赶时,它们退往群鹿中间,有时在前方,极少在后方。

§9.9

αἱ δʼ ἔλαφοι τὰς κύνας ὑπὲρ αὐτῶν ἀμυνόμεναι καταπατοῦσιν, ὥστʼ οὐκ εὐάλωτοί εἰσιν, ἐὰν μὴ προσμείξας τις εὐθὺς διασκεδάσῃ αὐτὰς ἀπʼ ἀλλήλων, ὥστε μονωθῆναί τινα αὐτῶν.

母鹿为了保护幼鹿会踩踏猎犬,因此若非有人立即逼近将它们彼此冲散、使其中某只幼鹿陷入孤立,它们便不易被擒。

§9.10

βιασθεῖσαι δὲ τοῦτο,3 τὸν μὲν πρῶτον δρόμον αἱ κύνες ἀπολείπονται· ἥ τε γὰρ ἀπουσία τῶν ἐλάφων ποιεῖ αὐτὸν περίφοβον, τό τε τάχος οὐδενὶ ἐοικός ἐστι τῶν τηλικούτων νεβρῶν· δευτέρῳ δὲ καὶ τρίτῳ δρόμῳ ταχὺ ἁλίσκονται· τὰ γὰρ σώματα αὐτῶν διὰ τὸ ἔτι νεαρὰ εἶναι τῷ πόνῳ οὐ δύναται ἀντέχειν.

被迫如此离散之后,在第一轮奔逐中猎犬必被甩在后方;因为母鹿的离去令幼鹿极度恐慌,此类年岁的幼鹿奔跑之速无可比拟;但在第二、第三轮追逐中,它们很快便会就擒,因为其身体尚幼嫩,无法经受此等劳苦。

§9.11

ἵστανται δὲ καὶ ποδοστράβαι ταῖς ἐλάφοις ἐν τοῖς ὄρεσι, περὶ τοὺς λειμῶνας καὶ τὰ ῥεῖθρα καὶ τὰς νάπας, ἐν ταῖς διόδοις καὶ τοῖς ἔργοις πρὸς ὅ τι ἂν προσίῃ.

亦可在山间、草甸与水流及幽谷周围、兽道以及农田中鹿可能靠近之处,为鹿设置足阱。

§9.12

χρὴ δὲ εἶναι τὰς ποδοστράβας σμίλακος πεπλεγμένας, μὴ περιφλοίους, ἵνα μὴ σήπωνται, τὰς δὲ στεφάνας εὐκύκλους ἐχούσας, καὶ τοὺς ἥλους ἐναλλὰξ σιδηροῦς τε καὶ ξυλίνους ἐγκαταπεπλεγμένους ἐν τῷ πλοκάνῳ· μείζους δὲ τοὺς σιδηροῦς, ὅπως ἂν οἱ μὲν ξύλινοι ὑπείκωσι τῷ ποδί, οἱ δὲ πιέζωσι.

足阱当以菝葜编成,并剥去树皮以免腐烂,圆环当呈正圆形,编织物中交互编入铁钉与木钉;铁钉当长于木钉,以便木钉在蹄踏下顺从让位,而铁钉则紧紧卡住。

语法注3 条
  1. 9.1ἐπὶ δὲ τοὺς νεβροὺς καὶ τὰς ἐλάφους κύνας εἶναι Ἰνδικάς

    不定式 εἶναι 为命令性不定式(imperative infinitive),是本章频繁出现的技术性散文用法,用于列举操作指令与规范。

  2. 9.4πολὺ γὰρ ἀλλοιοῦνται τῇ ὄψει ἐγγὺς προσιόντι ἢ οἳ πόρρωθεν ἔδοξαν εἶναι

    ἐγγὺς προσιόντι 为关涉与格(表示判断者的与格)。在比较从句 ἢ οἳ πόρρωθεν ἔδοξαν εἶναι 中,先行词 ἐκεῖνοι 被省略,关系代词 οἳ 作主格,整体充当比较基准(“相较于从远处看它们似乎呈现的模样”)。

  3. 9.10βιασθεῖσαι δὲ τοῦτο

    βιασθεῖσαι 为阴性复数被动态分词,指代前文的母鹿群(αἱ ἔλαφοι)。τοῦτο 为被动语态后保留的内面宾格(或关系宾格),意为“被迫面对此事(即被冲散)”。其后句子的焦点立即转向落单的幼鹿(αὐτόν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg014.humanitext-grc2:9.1-9.12