← 色诺芬

论狩猎

§10.1-10.11

猎野猪的装备规格与寻巢突击要领

作者详述了猎捕野猪所需的犬种、特制网具、野猪矛等装备规格,随后说明了循迹寻巢、布设网具、散犬围堵以及以野猪矛刺击负隅顽抗之野兽的操作要领。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.1

πρὸς δὲ τὸν ὗν τὸν ἄγριον κεκτῆσθαι1 κύνας Ἰνδικάς, Κρητικάς, Λοκρίδας, Λακαίνας, ἄρκυς, ἀκόντια, προβόλια, ποδοστράβας. πρῶτον μὲν οὖν χρὴ εἶναι τὰς κύνας ἑκάστου γένους μὴ τὰς ἐπιτυχούσας, ἵνα ἕτοιμαι ὦσι πολεμεῖν τῷ θηρίῳ.

至于猎捕野猪,必须备有印度犬、克里特犬、洛克里斯犬和拉科尼亚犬,以及网具、标枪、野猪矛和足阱。首先,各品种的猎犬绝不可是平庸之辈,以便随时准备与野兽搏斗。

§10.2

αἱ δὲ ἄρκυς λίνων μὲν τῶν αὐτῶν ὧνπερ αἱ τῶν λαγῶν, ἔστωσαν δὲ πεντεκαιτετταρακοντάλινοι ἐκ τριῶν τόνων, ἕκαστος δὲ τόνος ἐκ πεντεκαίδεκα λίνων, ἀπὸ δὲ τοῦ κορυφαίου τὸ μέγεθος δεχάμματοι, τὸ δὲ βάθος τῶν βρόχων πυγόνος· οἱ δὲ περίδρομοι ἡμιόλιοι τοῦ τῶν ἀρκύων πάχους· ἐπʼ ἄκροις δὲ δακτυλίους ἐχέτωσαν, ὑφείσθωσαν δʼ ὑπὸ τοὺς βρόχους, τὸ δὲ ἄκρον αὐτῶν ἐκπεράτω ἔξω διὰ τῶν δακτυλίων· ἱκανὰ δὲ πεντεκαίδεκα.

网具当用与捕兔网相同的麻线制成,但须是由三股捻成的四十五支线,每股十五支线,自网顶起的尺寸为十个网结,网眼的深度为一肘;拉绳的粗度当为网线的一点五倍;两端当装有圆环,穿于网眼之下,绳端当穿过圆环引向外侧;备置十五张网便已足够。

§10.3

τὰ δʼ ἀκόντια ἔστω παντοδαπά, ἔχοντα τὰς λόγχας εὐπλατεῖς καὶ ξυρήκεις, ῥάβδους δὲ στιφράς. τὰ δὲ προβόλια πρῶτον μὲν λόγχας ἔχοντα τὸ μὲν μέγεθος πεντεπαλάστους, κατὰ δὲ μέσον τὸν αὐλὸν κνώδοντας ἀποκεχαλκευμένους, στιφρούς, καὶ τὰς ῥάβδους κρανείας δορατοπαχεῖς. αἱ δὲ ποδοστράβαι ὅμοιαι ταῖς τῶν ἐλάφων. συγκυνηγέται δʼ ἔστωσαν· τὸ γὰρ θηρίον μόλις καὶ ὑπὸ πολλῶν ἁλίσκεται. ὅπως δὲ δεῖ τούτων ἑκάστῳ πρὸς θήραν χρῆσθαι διδάξω.

标枪样式不拘,但当具有宽阔锋利的矛头与结实的枪杆。野猪矛首先须具有五掌长的矛头,并在套筒中央带有锻造牢固的倒刺,枪杆当用如长矛般粗细的山茱萸木制成。足阱当与捕鹿所用者相同。此外还须有猎伴协同;因为这种野兽即便众人合力也极难捕获。我将讲授当如何针对狩猎使用这些器具中的每一种。

§10.4

πρῶτον μὲν οὖν χρὴ ἐλθόντας ὅπου ἂν οἴωνται ὑπάγειν τὸ κυνηγέσιον, λύσαντας μίαν τῶν κυνῶν τῶν Λακαινῶν, τὰς δʼ ἄλλας ἔχοντας δεδεμένας, συμπεριιέναι τῇ κυνί.

首先,到达猎人认为应当开展狩猎的地点后,解开其中一只拉科尼亚犬,其余猎犬仍旧系牢,随同这只犬四处搜寻。

§10.5

ἐπειδὰν δὲ λάβῃ αὐτοῦ τὰ ἴχνη, ἕπεσθαι ἑξῆς τῇ ἰχνεύσει ἡγουμένῃ τοὺς ἀκολουθοῦντας σαφῶς. ἔσται δὲ καὶ τοῖς κυνηγέταις πολλὰ δῆλα αὐτοῦ, ἐν μὲν τοῖς μαλακοῖς τῶν χωρίων τὰ ἴχνη, ἐν δὲ τοῖς λασίοις τῆς ὕλης κλάσματα· ὅπου δʼ ἂν δένδρα ᾖ, πληγαὶ τῶν ὀδόντων.

一旦此犬寻获野猪的踪迹,猎人们便当依次跟随这只清晰引导追击者的搜寻犬。野猪的许多痕迹对猎人而言亦清晰可见:在松软之地有足印,在林木茂密处有折断的树枝,凡有树木之处皆留有其獠牙击打的痕迹。

§10.6

ἡ δὲ κύων ἐπὶ τὸ πολὺ ἀφίξεται ἐπὶ τόπον ὑλώδη ἰχνεύουσα. κατακλίνεται γὰρ τὸ θηρίον ὡς ἐπὶ τὸ πολὺ εἰς τοιαῦτα· τοῦ μὲν γὰρ χειμῶνός ἐστιν ἀλεεινά, τοῦ δὲ θέρους ψυχεινά. ἐπειδὰν δʼ ἀφίκηται ἐπὶ τὴν εὐνήν, ὑλακτεῖ· ὁ δʼ οὐκ ἀνίσταται ὡς τὰ πολλά. λαβόντα οὖν τὴν κύνα καὶ ταύτην μετὰ τῶν ἄλλων δῆσαι ἄπωθεν ἀπὸ τῆς εὐνῆς πολὺ καὶ εἰς τοὺς ὅρμους ἐμβαλέσθαι τὰς ἄρκυς, ἐπιβάλλοντα τοὺς βρόχους ἐπὶ ἀποσχαλιδώματα τῆς ὕλης δίκρα τῆς δὲ ἄρκυος αὐτῆς μακρὸν προήκοντα κόλπον ποιεῖν, ἀντηρίδας ἔνδοθεν ἑκατέρωθεν ὑφιστάντα κλῶνας, ὅπως ἂν εἰς τὸν κόλπον διὰ τῶν βρόχων αἱ αὐγαὶ τοῦ φέγγους ὡς μάλιστα ἐνέχωσιν, ἵνα προσθέοντι ὡς φανότατον ᾖ τὸ ἔσω· καὶ τὸν περίδρομον ἐξάπτειν ἀπὸ δένδρου ἰσχυροῦ, καὶ μὴ ἐκ ῥάχου· οὐκ ἰσχυραὶ γὰρ ἐν τοῖς ψιλοῖς αἱ ῥᾶχοι. ὑπὲρ δὲ ἑκάστην ἐμφράττειν τῇ ὕλῃ καὶ τὰ δύσορμα, ἵνα εἰς τὰς ἄρκυς ποιῆται τὸν δρόμον καὶ μὴ ἐξαλλάττῃ.

这只猎犬循迹追踪,多半会来到一处林木茂密之地;因为野兽多半卧倒于此类场所,冬日暖和,夏日凉爽。一旦抵达巢穴,猎犬便会吠叫;然而野猪多半并不起身。于是牵回这只犬,与其他犬一同系在远离巢穴之处,并将网具下在兽径上,将网目挂在树丛的分叉枝丫上,使网身本身形成一个向前伸展的长囊袋,从内侧两边垫上支撑枝条,好让光线尽可能多地穿过网眼透入囊袋,使野猪奔来时内部显得最明亮;拉绳当系于坚固的树干上,而不可系于灌木上,因为疏朗处的灌木并不坚固。在每张网的上方,须用树枝草木连险峻的窄道也阻隔封死,好让它奔向网具而不致拐向他处。

§10.8

ἐπειδὰν δʼ ἑστῶσιν, ἐλθόντας πρὸς τὰς κύνας λῦσαι ἁπάσας καὶ λαβόντας τὰ ἀκόντια καὶ τὰ προβόλια προιέναι. ἐγκελεύειν δὲ ταῖς κυσὶν ἕνα τὸν ἐμπειρότατον, τοὺς δʼ ἄλλους ἕπεσθαι κοσμίως ἀπολείποντας ἀπʼ ἀλλήλων πολύ, ὅπως ἂν ᾖ αὐτῷ ἱκανὴ διαδρομή· ἐὰν γὰρ ὑποχωρῶν ἐμπέσῃ εἰς πυκνούς, κίνδυνος πληγῆναι· ᾧ γὰρ ἂν προσπέσῃ, εἰς τοῦτον τὴν ὀργὴν κατέθετο.2

网具布设妥当后,前往猎犬处将它们全部解开,手持标枪与野猪矛向前挺进。当由最老练的一人催动猎犬,其余人则秩序井然地跟随,彼此拉开很大的间距,以便野猪有足够的穿行空间;因为如果它撤退时冲入密集的人群中,便有受伤之险;野猪向谁扑去,便会将怒火倾泻在谁身上。

§10.9

ἐπειδὰν δʼ αἱ κύνες ἐγγὺς ὦσι τῆς εὐνῆς, ἐπεισίασι· θορυβούμενος δὲ ἐξαναστήσεται, καὶ ἥτις ἂν τῶν κυνῶν προσφέρηται αὐτῷ πρὸς τὸ πρόσωπον, ἀναρρίψει· θέων δʼ ἐμπεσεῖται· ἐὰν δὲ μή, μεταθεῖν ἀνάγκη. καὶ ἐὰν μὲν ᾖ τὸ χωρίον κατωφερὲς ἐν ᾧ ἂν ἔχῃ αὐτὸν ἡ ἄρκυς, ταχὺ ἐξαναστήσεται· ἐὰν δὲ ἄπεδον, εὐθὺς ἑστήξει περὶ αὑτὸν ἔχων.

猎犬接近巢穴时便会猛冲进去;野猪受扰便会跃起,猎犬中凡迎面冲向它的,都会被它挑飞;奔跑中它便会落入网中;若未入网,则必须追逐。捕获野猪的网具所在之地若是下坡,它很快会再次站起;若是平地,它便会卷缠着网具立即停立不动。

§10.10

ἐν τούτῳ δὲ τῷ καιρῷ αἱ μὲν κύνες προσκείσονται· αὐτοὺς δὲ χρὴ φυλαττομένους αὐτὸν ἀκοντίζειν, καὶ βάλλειν λίθοις, περιισταμένους ὄπισθεν καὶ πολὺ ἄπωθεν, ἕως ἂν κατατείνῃ προωθῶν αὑτὸν τῆς ἄρκυος τὸν περίδρομον. εἶτα ὅστις ἂν ᾖ τῶν παρόντων ἐμπειρότατος καὶ ἐγκρατέστατος προσελθόντα ἐκ τοῦ πρόσθεν τῷ προβολίῳ παίειν.3

此时猎犬必扑上前去;猎人们自身则当警戒着它,站在其后方并保持很远的距离,投掷标枪并投掷石块,直到它向前冲挤而将网具的拉绳拉紧。随后,在场者中最有经验且最强壮之人当从正面接近,以野猪矛刺击之。

§10.11

ἐὰν δὲ μὴ βούληται ἀκοντιζόμενος καὶ βαλλόμενος κατατεῖναι τὸν περίδρομον, ἀλλʼ ἐπανιεὶς ἔχῃ προσιόντα περιδρομὴν ποιούμενος,4 ἀνάγκη, ὅταν οὕτως ἔχῃ, λαβόντα τὸ προβόλιον προσιέναι, ἔχεσθαι δʼ αὐτοῦ τῇ μὲν χειρὶ τῇ ἀριστερᾷ πρόσθεν, τῇ δʼ ἑτέρᾳ ὄπισθεν· κατορθοῖ γὰρ ἡ μὲν ἀριστερὰ αὐτό, ἡ δὲ δεξιὰ ἐπεμβάλλει· ἔμπροσθεν δὲ ὁ ποὺς ὁ μὲν ἀριστερὸς ἑπέσθω τῇ χειρὶ τῇ ὁμωνύμῳ, ὁ δὲ δεξιὸς τῇ ἑτέρᾳ.

若野猪虽遭标枪与石块击打,却不愿拉紧拉绳,反而松懈后退,打着转面向任何接近者,在此种情形下,猎人必须手持野猪矛迎上前去,左手在前握持,另一只手在后;因为左手导正矛尖,右手向前推进;在前方的左脚当随同名之手前迈,右脚则随另一只手。

语法注4 条
  1. 10.1κεκτῆσθαι

    祈使不定式。在本章及全篇中,如前文的ἱστάναι、διελεῖν、ἐπιθεῖναι一样,用于替代命令语气动词来传授狩猎指示。

  2. 10.8κατέθετο

    格言不定过去时(gnomic aorist)。在一般性条件从句 ᾧ γὰρ ἂν προσπέσῃ 的主句中,用于表示野猪屡试不爽的固有习性。

  3. 10.10προσελθόντα ἐκ τοῦ πρόσθεν τῷ προβολίῳ παίειν

    宾格加不定式结构。分词 προσελθόντα 作不定式 παίειν 的逻辑主语而采用宾格。它在意义上承接前面的主语 ὅστις ἂν ᾖ τῶν παρόντων ἐμπειρότατος καὶ ἐγκρατέστατος(主格),但受非人称/祈使结构习惯用法的牵引而转为宾格。

  4. 10.11ἀλλʼ ἐπανιεὶς ἔχῃ προσιόντα περιδρομὴν ποιούμενος

    动词 ἔχῃ 在此表示保持某种状态。伴随状语分词 ἐπανιείς(退让、松弛)与 περιδρομὴν ποιούμενος(转圈打转),并以 προσιόντα(接近者)为宾语,描绘野猪面对前来的猎人不断调整身位打转对峙的情态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg014.humanitext-grc2:10.1-10.11