← 色诺芬

论狩猎

§8.1-8.8

雪地追踪野兔与布网捕获之法

本节论述雪地追踪野兔之法,说明了在不携猎犬的情况下依据足迹寻兔、布网捕获的步骤,以及天候对足迹的影响和野兔的匿伏习性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1

ἰχνεύεσθαι δὲ τὸν λαγῶ ὅταν νίφῃ ὁ θεὸς ὥστε ἠφανίσθαι τὴν γῆν· εἰ δʼ ἐνέσται μελάγχιμα, δυσζήτητος ἔσται. ἔστι δέ, ὅταν μὲν ἐπινεφῇ καὶ ᾖ βόρειον, τὰ ἴχνη ἔξω πολὺν χρόνον δῆλα· οὐ γὰρ ταχὺ συντήκεται· ἐὰν δὲ νότιόν τε ᾖ καὶ ἥλιος ἐπιλάμπῃ, ὀλίγον χρόνον· ταχὺ γὰρ διαχεῖται. ὅταν δʼ ἐπινίφῃ συνεχῶς, οὐδὲν δεῖ· ἐπικαλύπτει γάρ· οὐδὲ ἂν πνεῦμα ᾖ μέγα· συμφοροῦν γὰρ τὴν χιόνα ἀφανίζει.

当神降雪以致大地被完全覆盖时,当追踪野兔之足迹;但若杂有未被积雪覆盖的黑土地,搜寻便会极其困难。当天阴且刮北风时,户外的足迹能长久保持清晰,因为积雪不易融化;但若刮南风且日光普照,足迹只能留存短暂时间,因为融化极快。当大雪连绵不绝时,则毫无搜寻之必要,因为积雪会将其掩埋;有大风时亦是如此,因为吹聚的积雪会将足迹抹去。

§8.2

κύνας μὲν οὖν οὐδὲν δεῖ ἔχοντα ἐξιέναι ἐπὶ τὴν θήραν ταύτην· ἡ γὰρ χιὼν καίει τῶν κυνῶν τὰς ῥῖνας, ῥήγνυσι τοὺς πόδας, τὴν ὀσμὴν τοῦ λαγῶ ἀφανίζει διὰ τὸ ὑπερπαγές· λαβόντα δὲ τὰ δίκτυα μετʼ ἄλλου ἐλθόντα πρὸς τὰ ὄρη παριέναι ἀπὸ τῶν ἔργων, καὶ ἐπειδὰν λάβῃ τὰ ἴχνη, πορεύεσθαι κατὰ ταῦτα.

因此,绝无必要携带猎犬进行此类狩猎;因为积雪会冻伤犬鼻,皲裂其足掌,且因极度严寒而泯灭野兔的气味。应当带上网罗,与同伴同往山间,避开耕地前行;一旦发现足迹,便顺其追索。

§8.3

ἐὰν δʼ ἐπηλλαγμένα ᾖ, ἐκ τῶν αὐτῶν πάλιν εἰς τὸ αὐτὸ ἥκοντα κύκλους ποιούμενον ἐκπεριιέναι τὰ τοιαῦτα ζητοῦντα ὁποῖα ἔξεισι. πολλὰ δὲ πλανᾶται ὁ λαγῶς ἀπορούμενος ὅπου κατακλινῇ, ἅμα δὲ καὶ εἴθισται τεχνάζειν τῇ βαδίσει διὰ τὸ διώκεσθαι ἀεὶ ἀπὸ τῶν τοιούτων.

若足迹纵横交错,当自同处折返同处画圈而行,绕此类地点外围,搜寻哪些足迹通向外边。野兔因不知在何处伏卧而往往四处乱走,同时亦因在此类处所常遭追捕而惯于在行步间施展诡计。

§8.4

ἐπειδὰν δὲ φανῇ τὸ ἴχνος, προϊέναι εἰς τὸ πρόσθεν. ἄξει δὲ ἢ πρὸς σύσκιον τόπον ἢ πρὸς ἀπόκρημνον· τὰ γὰρ πνεύματα ὑπερφορεῖ τὴν χιόνα ὑπὲρ τῶν τοιούτων. παραλείπεται οὖν εὐνάσιμα πολλά· ζητεῖ δὲ τοῦτο.

当足迹显现时,当继续向前。它必将引向蔽阴之处或陡峭之崖,因为风会将积雪吹过此类地势之上。因此便留出了许多可供伏卧之处,而野兔正是在寻觅此类处所。

§8.5

ἐπειδὰν δὲ τὰ ἴχνη πρὸς τοιαῦτα φέρῃ, μὴ προσιέναι ἐγγύς, ἵνα μὴ ὑποκινῇ, ἀλλὰ κύκλῳ ἐκπεριιέναι· ἐλπὶς γὰρ αὐτοῦ εἶναι. δῆλον δʼ ἔσται· τὰ γὰρ ἴχνη ἀπὸ τῶν τοιούτων οὐδαμοῦ περάσει.

当足迹通向此类处所时,切勿过分靠近,以免使其惊动移位,而当绕圈巡视;因为野兔极可能便在其中。此事亦极易明了:因为足迹在任何一处都不会从这些地方穿出。

§8.6

ἐπειδὰν δὲ ᾖ σαφὲς ὅτι αὐτοῦ ἐστιν, ἐᾶν· μενεῖ γάρ· ἕτερον δὲ ζητεῖν πρὶν τὰ ἴχνη ἄδηλα γενέσθαι, τῆς ὥρας ἐνθυμούμενον, ὅπως, ἂν καὶ ἑτέρους εὑρίσκῃ, ἔσται ἡ λειπομένη ἱκανὴ περιστήσασθαι.

一旦确知野兔已在其中,当暂且放任不动,因它必留原地;趁足迹尚未模糊前去搜寻另一只,同时当留心时辰,以便纵使寻得其他野兔,所余时间亦足够布网围捕。

§8.7

ἥκοντος δὲ τούτου1 περιτείνειν αὐτῶν ἑκάστῳ τὰ δίκτυα τὸν αὐτὸν τρόπον ὅνπερ ἐν τοῖς μελαγχίμοις, περιλαμβάνοντα ἐντὸς πρὸς ὅτῳ ἂν ᾖ, καὶ ἐπειδὰν ἑστηκότα ᾖ, προσελθόντα κινεῖν.

当此布网之时已至,便当以无雪之地的同样方式为它们每一只张开网罗,将野兔栖身之物尽数围在网内;当网罗立定,方可上前惊动它。

§8.8

ἐὰν δὲ ἐκκυλισθῇ ἐκ τῶν δικτύων, μεταθεῖν κατὰ τὰ ἴχνη· ὁ δὲ ἀφίξεται πρὸς ἕτερα τοιαῦτα χωρία, ἐὰν μὴ ἄρα ἐν αὐτῇ τῇ χιόνι πιέσῃ ἑαυτόν. σκεψάμενον οὖν δεῖ ὅπου ἂν ᾖ περιίστασθαι. ἐὰν δὲ μὴ ὑπομένῃ, μεταθεῖν· ἁλώσεται γὰρ καὶ ἄνευ τῶν δικτύων· ταχὺ γὰρ ἀπαγορεύει διὰ τὸ βάθος τῆς χιόνος καὶ διὰ τὸ κάτωθεν τῶν ποδῶν λασίων ὄντων προσέχεσθαι αὐτῷ ὄγκον πολύν.2

若它从网中翻滚逃脱,当循着足迹追奔;它必会逃往其他类似处所,除非它径直将自身压入雪中隐藏。因此必须察明其所在并加以包围。若它不在该处停留,当继续追奔,因纵无网罗亦必能就擒;野兔因雪深以及足底多毛附着厚重雪块,很快便会精疲力竭。

语法注2 条
  1. 8.7ἥκοντος δὲ τούτου

    独立属格结构,指示代名词 τούτου 作中性名词性用法,指代前句所述“足以张网所剩余的时辰”(或该布网之时)。虽然在语法上亦可视为阳性单数指代猎人本人折返,但紧承上文的 τῆς ὥρας ... ἔσται ἡ λειπομένη ἱκανή,将其解作合适时辰的到来最为顺畅自然。

  2. 8.8διὰ τὸ κάτωθεν τῶν ποδῶν λασίων ὄντων προσέχεσθαι αὐτῷ ὄγκον πολύν

    在由介词引导的带冠词不定式框架(διὰ τὸ ... προσέχεσθαι)中,嵌入了独立属格 τῶν ποδῶν λασίων ὄντων(足掌多毛)以及副词 κάτωθεν(在下部、足底)。整个结构的句法骨架为:“因足底多毛,多量雪团附着其上之故”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg014.humanitext-grc2:8.1-8.8