← 色诺芬

论狩猎

§7.1-7.12

猎犬的繁育饲养与早期训练

本段阐述猎犬的配种繁育时节、幼犬哺育与饲喂规程及定名准则,并详细说明携幼犬实地狩猎训练的步骤与防伤要点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1

σκυλακεύειν δὲ αὐτὰς ἐπανιέντα1 τῶν πόνων τοῦ χειμῶνος, ἵνα ἔχουσαι τὴν ἡσυχίαν πρὸς τὸ ἔαρ ἐπάγωνται τὴν φύσιν γενναίαν· ἡ γὰρ ὥρα πρὸς τὰς αὐξήσεις τῶν κυνῶν κρατίστη αὕτη· εἰσὶ δὲ τέτταρες καὶ δέκα ἡμέραι ἐν αἷς ἡ ἀνάγκη αὕτη ἔχει.

为母犬配种当免去其冬季的劳顿,使之得以休养,以便向着春季产下优良的后代;因为这个季节最适宜犬只的发育成长;而这一本能的发情期持续十四天。

§7.2

ἄγειν δὲ καταπαυομένας, ἵνα θᾶττον ἐγκύμονες γίγνωνται, πρὸς κύνας ἀγαθούς· ἐπειδὰν δὲ ὦσιν ἐπίφοροι, μὴ ἐξάγειν ἐπὶ κυνηγέσιον ἐνδελεχῶς, ἀλλὰ διαλείπειν, ἵνα μὴ φιλοπονίᾳ διαφθείρωσι. κύουσι δʼ ἑξήκονθʼ ἡμέρας.

当在发情渐息之际,为使其尽快受孕,将它们带到优良的公犬处;当它们受孕之后,不可连日带去狩猎,而应有所间隔,以免因过劳而流产。母犬受孕期为六十天。

§7.3

ἐπειδὰν δὲ γένηται τὰ σκυλάκια, ὑπὸ τῇ τεκούσῃ ἐᾶν καὶ μὴ ὑποβάλλειν ὑφʼ ἑτέραν κύνα· αἱ γὰρ θεραπεῖαι αἱ ἀλλότριαι οὐκ εἰσὶν αὔξιμοι· τὸ δὲ τῶν μητέρων καὶ τὸ γάλα ἀγαθὸν καὶ τὸ πνεῦμα καὶ φίλαι αἱ περιβολαί.

幼犬产下之后,当留于亲生母犬之下抚育,切勿寄放于其他母犬处;因为异母之哺育不利于生长,而生母的乳汁与气息皆佳,其温存依偎亦深得爱恋。

§7.4

ἐπειδὰν δὲ πλανᾶται τὰ σκυλάκια ἤδη, διδόναι γάλα μέχρι ἐνιαυτοῦ καὶ οἷς μέλλει τὸν ἅπαντα χρόνον βιώσεσθαι, ἄλλο δὲ μηδέν· αἱ γὰρ βαρεῖαι πλησμοναὶ τῶν σκυλακίων διαστρέφουσι τὰ σκέλη, τοῖς σώμασι νόσους ἐμποιοῦσι, καὶ τὰ ἐντὸς ἄδικα γίγνεται.2

当幼犬已经能够走动时,当供给乳汁直至一岁,并给予其终生将赖以生存的食物,此外切勿杂饲;因为幼犬的过度饱食会使其腿部畸形,在体内滋生疾病,内脏亦受损败坏。

§7.5

τὰ δʼ ὀνόματα αὐταῖς τίθεσθαι βραχέα, ἵνα εὐανάκλητα ᾖ. εἶναι δὲ χρὴ τοιάδε· ψυχή, Θυμός, Πόρπαξ, Στύραξ, Λογχή, Λόχος, Φρουρά, Φύλαξ, Τάξις, Ξίφων, Φόναξ, Φλέγων, Ἀλκή, Τεύχων, Ὑλεύς, Μήδας, Πόρθων, Σπέρχων, Ὀργή, Βρέμων, Ὕβρις, Θάλλων, Ῥώμη, Ἀνθεύς, Ἥβα, Γηθεύς, Χαρά, Λεύσων, Αὐγώ, Πολεύς, Βία, Στίχων, Σπουδή, Βρύας, Οἰνάς, Στέρρος, Κραύγη, Καίνων, Τύρβας, Σθένων, Αἰθήρ, Ἀκτίς, Αἰχμή, Νόης, Γνώμη, Στίβων, Ὁρμή.

给它们所起的名字当简短,以便于呼唤。名字当如下列:普绪刻、梯摩斯、波耳帕克斯、斯堤拉克斯、隆刻、洛科斯、弗鲁拉、费拉克斯、塔克西斯、克西丰、福纳克斯、弗勒工、阿尔刻、特克翁、许勒乌斯、梅达斯、波尔同、斯珀尔孔、奥耳格、布雷蒙、许布里斯、塔隆、罗墨、安透斯、赫柏、盖透斯、卡拉、留松、奥戈、波勒乌斯、比阿、斯提孔、斯普德、布律阿斯、奥伊纳斯、斯忒罗斯、克劳格、凯农、梯尔巴斯、斯忒农、埃忒耳、阿克提斯、艾克墨、诺埃斯、格诺墨、斯提邦、霍尔墨。

§7.6

ἄγειν δὲ τὰς σκύλακας ἐπὶ τὸ κυνηγέσιον, τὰς μὲν θηλείας ὀκταμήνους, τοὺς δὲ ἄρρενας δεκαμήνους· πρὸς δὲ τὰ ἴχνη τὰ εὐναῖα μὴ λύειν, ἀλλʼ ἔχοντα ὑφημμένας μακροῖς ἱμᾶσιν ἀκολουθεῖν ταῖς κυσὶν ἰχνευούσαις, ἐῶντα αὐτὰς διαθεῖν τὰ ἴχνη.

带幼犬前往狩猎,雌犬当在八月龄,雄犬当在十月龄;但在通往卧穴的足迹前不可松脱绳索,而当用长皮带系住它们,跟随追踪的成犬,任由它们顺着足迹奔跑。

§7.7

καὶ ἐπειδὰν ὁ λαγῶς εὑρίσκηται, ἐὰν μὲν καλαὶ ὦσι πρὸς τὸν δρόμον τὰ εἴδη, μὴ ἀνιέναι εὐθύς· ἐπειδὰν δὲ προλάβῃ ὁ λαγῶς τῷ δρόμῳ, ὥστε μὴ ἐφορᾶν ἔτι αὐτόν, τὰς σκύλακας ἱέναι.

当发现野兔时,若幼犬的体态精良利于奔跑,切勿立即放开;而当野兔跑在前面、使它们不再能直视它时,方可放走幼犬。

§7.8

ἐὰν γὰρ ὁμόθεν καλὰς τὰ εἴδη οὔσας καὶ εὐψύχους πρὸς τὸν δρόμον ἐπιλύῃ, ὁρῶσαι τὸν λαγῶ ἐντεινόμεναι ῥήγνυνται, οὔπω ἔχουσαι συνεστῶτα τὰ σώματα· διαφυλάττειν οὖν δεῖ τοῦτο τὸν κυνηγέτην.

因为若自近处解放那些体态精良且富有奔跑勇气的犬,它们一见野兔便会竭力狂奔而伤筋断骨,因其身体尚未结实坚固;因此猎人必须防备此事。

§7.9

ἐὰν δὲ αἰσχίους ὦσι καὶ ἄψυχοι πρὸς τὸν δρόμον, οὐδὲν κωλύει ἱέναι· εὐθὺς γὰρ δὴ ἀνέλπιστοι οὖσαι τοῦ ἑλεῖν οὐ πείσονται τοῦτο. τὰ δὲ δρομαῖα, ἕως ἂν ἕλωσι, μεταθεῖν ἐᾶν· ἁλισκομένου δὲ τοῦ λαγῶ διδόναι αὐταῖς ἀναρρηγνύναι.

若体态较劣且缺乏奔跑之气魄,放开它们亦无妨碍;因为它们从一开始就对捕获不抱希望,便不会蒙受此害。至于奔跑时的足迹,当任它们追踪直至捕获;野兔就擒之时,当任由它们撕扯吞食。

§7.10

ἐπειδὰν δὲ μηκέτι θέλωσι προσμένειν τοῖς ἴχνεσιν, ἀλλʼ ἀποσκεδαννύωνται, ἀναλαμβάνειν, ἕως ἂν ἐθισθῶσιν εὑρίσκειν προσθέουσαι τὸν λαγῶ, ἐπεὶ μὴ ἐν κόσμῳ ἀεὶ τοῦτον ζητοῦσαι τελευτῶσαι γίγνονται ἔκκυνοι, πονηρὸν μάθημα.

当它们不再愿意停留于足迹之上而四散跑开时,当将其收回,直到它们习惯于奔向野兔去发现它;因为若不始终依循规矩搜寻,最终会沦为离群乱跑之犬,养成恶习。

§7.11

πρὸς δὲ ταῖς ἄρκυσι διδόναι τὰ σιτία αὐταῖς, ἕως ἂν νέαι ὦσιν, ὅταν ἀναιρῶνται, ἵνʼ ἐὰν πλανηθῶσιν ἐν τῷ κυνηγεσίῳ διʼ ἀπειρίαν, πρὸς τοῦτο ἐπανιοῦσαι σῴζωνται. ἀφεθήσονται δὲ τούτου, ὅταν ἤδη τῷ θηρίῳ ἔχωσι πολεμίως, ἐπιμέλειαν δὲ ποιήσονται τούτου μᾶλλον ἢ ἐκείνου φροντίζειν.3

在幼犬尚幼之时,当在收网之际于落网旁喂饲食物,以便它们在狩猎中因缺乏经验而迷失时,能返回此处而获救。当它们已对野兽怀有敌意、并且更留心注意野兽而非挂念食物时,便可免除此种做法。

§7.12

χρὴ δὲ καὶ ὡς τὰ πολλὰ δεομέναις διδόναι τὰ ἐπιτήδεια ταῖς κυσὶν αὐτόν· ὅταν μὲν γὰρ μὴ ἐνδεεῖς ὦσι, τούτου τὸν αἴτιον οὐκ ἴσασιν, ὅταν δὲ ἐπιθυμοῦσαι λάβωσι, τὸν διδόντα στέργουσιν.

猎人本人通常亦当在犬只饥渴匮乏之际亲自给予食物;因为当它们不匮乏时,并不知晓施予者为何人,但当它们渴求而得食时,便会爱戴施食之人。

语法注3 条
  1. 7.1σκυλακεύειν δὲ αὐτὰς ἐπανιέντα

    不定词 σκυλακεύειν 用作祈使,为本书技术性指导文本的典型句法。分词 ἐπανιέντα 为阳性单数宾格,与不定词未明言的逻辑主语(猎人)保持一致。

  2. 7.4τὰ ἐντὸς ἄδικα γίγνεται

    形容词 ἄδικα 本义为“不公义的”,此处转用于指内脏(τὰ ἐντὸς)的生理机能受损,表示“失调的”、“不健全的”或“发生病损的”。

  3. 7.11ἐπιμέλειαν δὲ ποιήσονται τούτου μᾶλλον ἢ ἐκείνου φροντίζειν

    指示代词 τούτου 指代前文紧邻的野兽(θηρίον)及其追猎,而远指代词 ἐκείνου 则指代早先在网边投喂的食物(σιτία)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg014.humanitext-grc2:7.1-7.12