- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg014.humanitext-grc2:6.15-6.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节详述猎犬循着错综复杂的足迹寻出野兔卧穴的过程,猎人与司网者协同追逐呼应的要领,重整偏离踪迹的方法,以及安抚疲惫猎犬、搜寻精疲力竭之猎物直至收网归去的全套流程。
αἱ δʼ ὑπὸ χαρᾶς καὶ μένους προΐασιν ἐξίλλουσαι τὰ ἴχνη, ὡς πέφυκε, διπλᾶ, τριπλᾶ, προφορούμεναι παρὰ τὰ αὐτά, διὰ τῶν αὐτῶν, ἐπηλλαγμένα, περιφερῆ, ὀρθά, καμπύλα, πυκνά, μανά, γνώριμα, ἄγνωστα, ἑαυτὰς παραθέουσαι, ταχὺ τὰς οὐρὰς διασείουσαι, καὶ ἐπικλίνουσαι τὰ ὦτα καὶ ἀστράπτουσαι τοῖς ὄμμασιν.
猎犬在欢欣与斗志的驱使下向前推进,顺应其天性解开那些重叠两层或三层的痕迹;它们在相同的地点进退穿梭,走过同样的路径,追踪着那些错杂、盘旋、笔直、弯折、密集、稀疏、清晰以及晦暗的足迹;它们彼此争先奔跑,急速摇晃尾巴,下垂双耳,目光闪烁。
ἐπειδὰν δὲ περὶ τὸν λαγῶ ὦσι, δῆλον ποιήσουσι τῷ κυνηγέτῃ σὺν ταῖς οὐραῖς τὰ σώματα ὅλα συνεπικραδαίνουσαι, πολεμικῶς ἐπιφερόμεναι, φιλονίκως παραθέουσαι, συντρέχουσαι φιλοπόνως, συνιστάμεναι ταχύ, διιστάμεναι, πάλιν ἐπιφερόμεναι· τελευτῶσαι1 δὲ ἀφίξονται πρὸς τὴν εὐνὴν τοῦ λαγῶ, καὶ ἐπιδραμοῦνται ἐπʼ αὐτόν.
当它们逼近野兔时,便不仅摇动尾巴,更连同整个身躯一并颤动,如同勇士般猛冲,争相奔突,勤勉地并肩奔走,迅速聚拢又散开,复又猛扑向前,向猎人明确显示出这一态势;最终它们将抵达野兔的卧穴,向它猛扑过去。
ὁ δʼ ἐξαίφνης ἀνᾴξας ὑλαγμὸν ποιήσει τῶν κυνῶν καὶ κλαγγὴν φεύγων. ἐμβοάτω δὲ αὐτῷ διωκομένῳ Ἰὼ κύνες, ἰώ, καλῶς, σοφῶς γε ὦ κύνες. καὶ κυνοδρομεῖν2 περιελίξαντα ὃ ἀμπέχεται περὶ τὴν χεῖρα καὶ τὸ ῥόπαλον ἀναλαβόντα κατὰ τὸν λαγῶ, καὶ μὴ ὑπαντᾶν· ἄπορον γάρ. ὁ δὲ ὑποχωρῶν ταχὺ ἐκλείπων τὴν ὄψιν πάλιν περιβάλλει ὅθεν εὑρίσκεται ἐπὶ τὸ πολύ. ἀναβοᾶν δʼ ἐκεῖνον μὲν αὐτῷ3 Παισάτω παῖς· παῖ δή, παῖ δή. ὁ δέ, ἐάν τε ἑαλωκὼς ᾖ ἐάν τε μή, δηλούτω.
野兔猝然跃起逃窜,引得猎犬吠叫喧哗。猎人当向被追逐的野兔高呼:“追啊,猎犬,追啊!好样的,聪明的猎犬!”并将身上披着的衣服裹在手臂上,手持木棒,随同猎犬奋力向野兔奔跑,切不可迎头拦阻;因为那是行不通的。野兔迅速退却并脱离视线,通常又盘旋折回最初被发现的地点。〔猎人〕当向〔司网者〕高呼:“小子快打!快打,快打!”而〔司网者〕不论捕获与否,皆当示意清楚。
καὶ ἐὰν μὲν ἑαλωκὼς ᾖ ἐν τῷ πρώτῳ δρόμῳ, ἀνακαλεσάμενον τὰς κύνας ζητεῖν ἄλλον· ἐὰν δὲ μή, κυνοδρομεῖν ὡς τάχιστα καὶ μὴ ἀνιέναι, ἀλλʼ ἐκπερᾶν φιλοπόνως. καὶ ἐὰν πάλιν ἀπαντῶσι διώκουσαι αὐτόν, ἀναβοᾶν Εὖ γε, εὖ γε ὦ κύνες, ἕπεσθε ὦ κύνες· ἐὰν δὲ πολὺ προειληφυῖαι ὦσι καὶ μὴ οἷός τʼ ᾖ κυνοδρομῶν ἐπιγίγνεσθαι αὐταῖς, ἀλλὰ διημαρτηκὼς ᾖ τῶν δρόμων, ἢ καὶ πλησίον που φοιτώσας ἢ ἐπιστάσας ἢ ἐχομένας τῶν ἰχνῶν μὴ δύνηται ἰδεῖν, πυνθάνεσθαι παραθέοντα ἅμα ὅτῳ ἂν προσπελάζῃ ἀναβοῶντα Ἦ κατεῖδες ὠὴ τὰς κύνας;
若在第一轮追逐中便已捕获,当召回猎犬另寻新兽;若未捕获,当随犬全速奔跑而不可松懈,勤勉地坚持到底。若猎犬在追赶中再度迎面相遇,当高呼:“好啊,好啊,猎犬!跟上,猎犬!”但若猎犬已遥遥领先,奔跑已无法赶上它们,以致追偏了路线,或者猎犬在附近游走、停立或循迹而行却无法得见时,当一边飞奔,一边向所遇之人高声询问:“喂,你见到猎犬了吗?”
ἐπειδὰν δὲ πύθηται ἤδη, ἐὰν μὲν ἐν τῷ ἴχνει ὦσι, προσστάντα ἐγκελεύειν, τοὔνομα μεταβάλλοντα ἑκάστης τῆς κυνός, ὁποσαχῇ οἷόν τʼ ἂν ᾖ τοὺς τόνους τῆς φωνῆς ποιούμενον, ὀξύ, βαρύ, μικρόν, μέγα· πρὸς δὲ τοῖς ἄλλοις κελεύσμασιν, ἐὰν ὦσιν ἐν ὄρει αἱ μεταδρομαί, ἐπικελεύειν τόδε, Εὖα κύνες, εὖʼ ὦ κύνες. ἐὰν δὲ μὴ πρὸς αὐτοῖς ὦσι τοῖς ἴχνεσιν, ἀλλʼ ὑπερβάλλωσι, καλεῖν αὐτάς, οὐ πάλιν, οὐ πάλιν ὦ κύνες;4
一旦探知消息,若它们正沿着足迹追踪,当立于近旁予以督促,逐一呼唤每只犬的名字,尽可能变换声调,或高亢,或低沉,或轻细,或宏亮;除其他呼喝之外,若追逐发生在山地,当如此呼唤:“好啊猎犬,好啊猎犬!”若它们未紧贴足迹而是跑过了头,当呼唤它们:“还不回来,还不回来吗,猎犬?”
ἐπειδὰν δὲ προσσχῶσι τοῖς ἴχνεσι, περιάγειν αὐτὰς κύκλους πολλοὺς ποιούμενον· ὅπου δʼ ἂν ᾖ αὐταῖς ἀμαυρὸν τὸ ἴχνος, σημεῖον θέσθαι στοῖχον ἑαυτῷ, καὶ ἀπὸ τούτου συνείρειν μέχρι ἂν σαφῶς γνωρίσωσιν ἐγκελεύοντα καὶ θωπεύοντα.
当它们重新专注于足迹时,当引导它们多转几圈;在痕迹模糊之处,当为自己立下一排标记,从此处继续连贯追踪,直到它们明确辨认出来,期间当不断督促与抚慰。
αἱ δʼ ἐπειδὰν λαμπρὰ ᾖ τὰ ἴχνη ἐπιρριπτοῦσαι, παραπηδῶσαι, κοινωνοῦσαι, ὑπολαμβάνουσαι, ἐνσημαινόμεναι, ὅρους τιθέμεναι ἑαυταῖς γνωρίμους ταχὺ μεταθεύσονται· ὅταν δὲ οὕτω διὰ τοῦ ἴχνους πυκνῶς διᾴττωσι, μὴ κατέχοντα κυνοδρομεῖν, ἵνα μὴ ὑπὸ φιλοτιμίας ὑπερβάλλωσι τὰ ἴχνη.
当痕迹鲜明时,猎犬飞扑、跳跃、协同、接续气味、相互示意,为自己定下明确的界限,迅速追逐;当它们如此紧凑地穿行于足迹之间时,切勿紧逼着随犬奔跑,以免它们因争胜而跑过足迹。
ἐπειδὰν δὲ περὶ τὸν λαγῶ ὦσι καὶ τοῦτο ἐπιδεικνύωνται σαφῶς τῷ κυνηγέτῃ, προσέχειν, ὅπως ἂν μὴ ὑποκινῇ εἰς τὸ πρόσθεν πεφοβημένος τὰς κύνας· αἱ δὲ διαρριπτοῦσαι τὰς οὐρὰς καὶ ἑαυταῖς ἐμπίπτουσαι καὶ πολλὰ ὑπερπηδῶσαι καὶ ἐπανακλαγγάνουσαι, ἐπαναίρουσαι τὰς κεφαλάς, εἰσβλέπουσαι εἰς τὸν κυνηγέτην, ἐπιγνωρίζουσαι ἀληθῆ ἤδη εἶναι ταῦτα, ὑφʼ αὑτῶν ἀναστήσουσι τὸν λαγῶ καὶ ἐπίασι κεκλαγγυῖαι.
当它们临近野兔并向猎人清晰显明这一点时,当格外留意,以免野兔因惧怕猎犬而向前潜逃;猎犬用力甩动尾巴,彼此冲撞,频频腾跃,放声狂吠,仰起头颅,注视猎人,辨明实情确凿无疑,便会亲自将野兔惊起,吠叫着猛扑过去。
ἐὰν δὲ εἰς τὰς ἄρκυς ἐμπίπτῃ ἢ ἐντὸς ἢ ἔξω παρενεχθῇ, καθʼ ἓν ἕκαστον τούτων ὁ ἀρκυωρὸς γεγωνείτω. καὶ ἐὰν μὲν ᾖ ἑαλωκώς, ἕτερον ἐπιζητεῖν· ἐὰν δὲ μή, μεταθεῖν χρώμενον τοῖς αὐτοῖς ἐγκελεύσμασιν.
若野兔撞入落网,或自内侧或外侧滑脱逃逸,司网者皆当将这些情况一一高声通报。若已擒获,当另寻新兽;若未捕获,当运用相同的呼喝继续追逐。
ἐπειδὰν δὲ μεταθέουσαι αἱ κύνες ἤδη ὑπόκοποι ὦσι καὶ ᾖ ὀψὲ ἤδη τῆς ἡμέρας, τότε δεῖ τὸν κυνηγέτην τὸν λαγῶ ἀπειρηκότα ζητεῖν, μὴ παραλείποντα μηδὲν ὧν ἡ γῆ ἀνίησιν ἢ ἔχει ἐφʼ αὑτῆς, τὰς ἀναστροφὰς ποιούμενον πυκνάς, ὅπως ἂν μὴ παραλειφθῇ (κατακλίνεται γὰρ ἐν μικρῷ τὸ θηρίον καὶ οὐκ ἀνίσταται ὑπὸ κόπου καὶ φόβου), τὰς κύνας ἐπαγόμενον, ἐγκελεύοντα, παραμυθούμενον τὴν φιλάνθρωπον πολλά, τὴν αὐθάδη ὀλίγα, τὴν μέσην μέτρια,5 ἕως ἂν ἢ ἀποκτείνῃ αὐτὸν κατὰ πόδας ἢ εἰς τὰς ἄρκυς ἐμβάλῃ.
当猎犬在追逐中已显疲态且天色已晚时,猎人便当搜寻精疲力竭的野兔,不可遗漏大地的任何出产或地表之物,频繁折返搜寻,以免漏过(因为野兽困顿蜷缩于狭小之处,因疲惫与恐惧而不再起立);当领着猎犬,不断督促,对温顺亲人的犬多加安抚,对顽劣倔强的犬少许安抚,对中等者适度安抚,直至追上将其毙命或驱入落网之中。
μετὰ δὲ ταῦτα ἀνελόντα τὰς ἄρκυς καὶ τὰ δίκτυα, ἀνατρίψαντα τὰς κύνας ἀπιέναι ἐκ τοῦ κυνηγεσίου, ἐπιμείναντα, ἐὰν ᾖ θερινὴ μεσημβρία, ὅπως ἂν τῶν κυνῶν οἱ πόδες μὴ καίωνται ἐν τῇ πορείᾳ.
此后,收起落网与大网,揉擦抚慰猎犬,结束狩猎归去;若逢夏季正午,当稍作停留,以免猎犬之足在行途中被炙热灼伤。
- 6.16τελευτῶσαι
该分词起副词作用,意为“最终”、“终于”。采用阴性复数主格,与主语猎犬(αἱ δέ)保持一致。
- 6.17κυνοδρομεῖν
作命令式使用的不定式(祈使性不定式)。后随的分词 περιελίξαντα 与 ἀναλαβόντα 采用阳性单数宾格,与不定式隐含的逻辑主语(猎人)保持一致。
- 6.18ἀναβοᾶν δʼ ἐκεῖνον μὲν αὐτῷ
采用宾格加不定式结构延续祈使语气。指示代词 ἐκεῖνον 根据上文指猎人(ὁ κυνηγέτης),而与格 αὐτῷ 指司网者(ὁ ἀρκυωρός),表示由猎人向司网者高呼口号。
- 6.20οὐ πάλιν, οὐ πάλιν ὦ κύνες;
使用否定词 οὐ 的疑问句表示强烈的命令与催促习惯用法(“还不折回吗?”=“快回来!折返回来!”)。这是猎人呼唤跑过足迹的猎犬时发出的急切号令。
- 6.25παραμυθούμενον τὴν φιλάνθρωπον πολλά, τὴν αὐθάδη ὀλίγα, τὴν μέσην μέτρια
冠词加形容词(如 τὴν φιλάνθρωπον 等)之后省略了阴性名词 κύνα(犬),副词性宾格(πολλά、ὀλίγα、μέτρια)修饰分词 παραμυθούμενον,分别表示对不同性格的猎犬予以“多加”、“少许”、“适度”安抚的程度差异。
