- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg014.humanitext-grc2:6.1-6.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段详细阐述了猎犬的装备配饰、出猎的气候与条件、司网者设网与警戒的步骤,以及猎人放犬寻踪与呼应追逐的规程。
κυνῶν δὲ κόσμος δέραια, ἱμάντες, στελμονίαι· ἔστω δὲ τὰ μὲν δέραια μαλακά, πλατέα, ἵνα μὴ θραύῃ τὰς τρίχας τῶν κυνῶν, οἱ δὲ ἱμάντες ἔχοντες ἀγκύλας τῇ χειρί, ἄλλο δὲ μηδέν· οὐ γὰρ καλῶς τηροῦσι τὰς κύνας οἱ ἐξ αὐτῶν εἰργασμένοι τὰ δέραια·1 αἱ δὲ στελμονίαι πλατεῖς τοὺς ἱμάντας, ἵνα μὴ τρίβωσι τὰς λαγόνας αὐτῶν· ἐγκατερραμμέναι δὲ ἐγκεντρίδες, ἵνα τὰ γένη φυλάττωσιν.
猎犬的装备包括颈圈、牵绳和胸腹带。颈圈应当柔软且宽阔,以免折损猎犬的毛发;牵绳除了供手持的套环外不应有其他物件,因为直接由牵绳本身做成颈圈的样式无法妥善束缚猎犬。胸腹带应有宽阔的皮带,以免摩擦猎犬的肋腹,并应在其中缝入尖刺铁扣,以守护其血统。
ἐξάγειν δʼ αὐτὰς οὐ χρὴ ἐπὶ τὰ κυνηγέσια, ὅταν μὴ τὰ προσφερόμενα δέχωνται ἡδέως (τεκμήριον δὲ τοῦτο ὅτι οὐκ ἔρρωνται) μηδὲ ὅταν ἄνεμος πνέῃ μέγας· διαρπάζει γὰρ τὰ ἴχνη καὶ οὐ δύνανται ὀσφραίνεσθαι οὐδὲ αἱ ἄρκυς ἑστάναι οὐδὲ τὰ δίκτυα.
当猎犬不能欣然进食时(这证明它们身体欠佳),或狂风呼啸时,切不可带它们前往狩猎;因为风会吹散踪迹,使它们无法嗅辨,小网与大网亦无法立稳。
ὅταν δὲ τούτων μηδέτερον κωλύῃ, ἄγειν διὰ τρίτης ἡμέρας. τὰς δὲ ἀλώπεκας μὴ ἐθίζειν τὰς κύνας διώκειν· διαφθορὰ γὰρ μεγίστη καὶ ἐν τῷ δέοντι οὔποτε πάρεισιν.
若此二者皆无阻碍,当隔日带出一次。切勿让猎犬习惯于追逐狐狸,因为这是极大的败坏,在紧要关头它们绝无法守候在位。
εἰς δὲ τὰ κυνηγέσια μεταβάλλοντα ἄγειν, ἵνα ὦσιν ἔμπειροι τῶν κυνηγεσίων, αὐτὸς δὲ τῆς χώρας. ἐξιέναι δὲ πρῴ, ἵνα τῆς ἰχνεύσεως μὴ ἀποστερῶνται, ὡς οἱ ὀψιζόμενοι ἀφαιροῦνται τὰς μὲν κύνας τοῦ εὑρεῖν τὸν λαγῶ, αὑτοὺς δὲ τῆς ὠφελείας·2 οὐ γὰρ ἐπιμένει τοῦ ἴχνους ἡ φύσις λεπτὴ οὖσα πᾶσαν ὥραν.
应变换猎场带犬前往,使猎犬通晓各种围猎,猎人自身亦熟悉地理。应当清晨出发,以免猎犬被剥夺搜寻踪迹的机会;因为迟出者剥夺了猎犬寻得野兔的机会,亦剥夺了自身的收获。踪迹的气味本就微妙脆弱,并不能在所有时刻长存。
τὴν δὲ στολὴν ὁ ἀρκυωρὸς ἐξίτω ἔχων ἐπὶ θήραν μὴ ἔχουσαν βάρος. τὰς δὲ ἄρκυς ἱστάτω εἰς ἄγκη, δρυμῶνας τραχείας, σιμάς, λαγαράς, σκοτεινάς, ῥοῦς, χαράδρας, χειμάρρους ἀενάους· εἰς ταῦτα γὰρ μάλιστα φεύγει· εἰς ὅσα δὲ ἄλλα ἄπειρον εἰπεῖν· τούτων δὲ παρόδους, διόδους, καταφανεῖς, λεπτὰς καταλιπών,3 εἰς ὄρθρον καὶ μὴ πρῴ, ἵνα ἐὰν ᾖ πλησίον τὸ ἀρκυστάσιον τῶν ζητησίμων, μὴ φοβῆται ἀκούων ὁμοῦ τὸν ψόφον (ἐὰν δὲ ᾖ ἀπʼ ἀλλήλων πολύ, ἧττον κωλύει πρῴ), καθαρὰς ποιούμενος τὰς ἀρκυστασίας, ἵνα αὐτῶν μηδὲν ἀντέχεται. πηγνύειν δὲ τὰς σχαλίδας ὑπτίας, ὅπως ἂν ἐπαγόμεναι ἔχωσι τὸ σύντονον· ἐπὶ δὲ ἄκρας ἴσους τοὺς βρόχους ἐπιβαλλέτω καὶ ὁμοίως ἀντερειδέτω, ἐπαίρων εἰς μέσον τὸν κεκρύφαλον.
司网者应身着轻便不重之衣装前往狩猎。他应将落网设于山谷、林莽、险峻崎岖、幽暗狭隘之处,以及水流、峡谷与常流的溪涧;因为野兔最易逃向此类处所,至于其他藏身处则不可胜数。他当留出显豁而狭小的出入通道,并在黎明破晓而非天亮前过早动身,以便在设网处若靠近搜寻之地时,野兔不致因在近处听到动静而受惊(若二者相距甚远,过早出发倒也妨碍较少);他应清理设网场地,以免网罗被任何杂物挂住。打下支架时应向后倾斜,以便受拉时保持张力;在架顶应套上均等的绳套并使之同样受力平衡,将网囊的中心部位向上悬起。
εἰς δὲ τὸν περίδρομον ἐναπτέτω λίθον μακρὸν καὶ μέγαν, ἵνα ἡ ἄρκυς, ὅταν ἔχῃ τὸν λαγῶ, μὴ ἀντιτείνῃ. στοιχιζέτω δὲ μακρά, ὑψηλά, ὅπως ἂν μὴ ὑπερπηδᾷ. ἐν δὲ ταῖς ἰχνείαις μὴ ὑπερβάλλεσθαι·4 ἔστι γὰρ θηρατικὸν μὲν οὔ, φιλόπονον δὲ τὸ ἐκ παντὸς τρόπου ἑλεῖν ταχύ.
在边绳上当系一块又长又大的石头,以便网罗罩住野兔时不致反向崩紧。网列当架设得长而高,使野兔无法跃过。在循迹追踪时切不可过分急躁奔逐;因为不择手段地急求捕获,虽显勤勉劳作,却非狩猎之道。
τὰ δὲ δίκτυα τεινέτω ἐν ἀπέδοις, ἐμβαλλέτω δὲ τὰ ἐνόδια εἰς τὰς ὁδούς, καὶ ἐκ τῶν τριμμῶν εἰς τὰ συμφέροντα, καθάπτων τοὺς περιδρόμους ἐπὶ τὴν γῆν, τὰ ἀκρωλένια συνάγων, πηγνύων τὰς σχαλίδας μεταξὺ τῶν σαρδόνων, ἐπὶ ἄκρας ἐπιβάλλων τοὺς ἐπιδρόμους καὶ τὰ παράδρομα συμφράττων.
大网应张于平坦之地,道网应设于路径之中以及自蹄迹通往便利之处,将边绳固定于地面,收紧两翼之角,将支架立于网绳之间,把顶绳套于梢端,并封堵两侧的岔道。
φυλαττέτω δὲ ἐκπεριών· ἐὰν δὲ ἐκκλίνῃ τὸν στοῖχον ἡ ἄρκυς, ἀνιστάτω. διωκομένου δὲ τοῦ λαγῶ εἰς τὰς ἄρκυς εἰς τὸ πρόσθεν προθείτω, καὶ ἐπιθέων μὲν ἐμβοάτω· ἐμπεπτωκότος δὲ τὴν ὀργὴν τῶν κυνῶν παυέτω, μὴ ἁπτόμενος ἀλλὰ παραμυθούμενος· καὶ δηλούτω τῷ κυνηγέτῃ, ὅτι ἑάλωκεν ἀναβοήσας ἢ ὅτι παραδεδράμηκε παρὰ τάδε ἢ τάδε ἢ ὅτι οὐχ ἑώρακε.
他当绕行巡视守候;若网罗偏离了列线,当将其重新竖好。当野兔被追入网中时,他应向前奔去,且追且呼;但一旦野兔落入网中,他当平息猎犬的狂怒,不可殴打,而当以言语安抚;并向猎人高呼示意,或告以已经擒获,或告以自某处某道逃逸,或告以并未得见。
τὸν δὲ κυνηγέτην ἐξιέναι ἔχοντα ἠμελημένην ἐλαφρὰν ἐσθῆτα5 ἐπὶ τὸ κυνηγέσιον καὶ ὑπόδεσιν, ἐν δὲ τῇ χειρὶ ῥόπαλον, τὸν δὲ ἀρκυωρὸν ἕπεσθαι· πρὸς δὲ τὸ κυνηγέσιον σιγῇ προσιέναι, ἵνα μὴ ὁ λαγῶς, ἐάν που ᾖ πλησίον, ὑποκινῇ ἀκούων τῆς φωνῆς.
猎人出猎时当身着轻便无拘的衣服与鞋履,手持木棒,司网者随行其后。走向猎场时应当保持静默,以免野兔若近在附近,闻人声而惊动潜逃。
δήσαντα δʼ ἐκ τῆς ὕλης τὰς κύνας ἑκάστην χωρίς, ὅπως ἂν εὔλυτοι ὦσιν, ἱστάναι τὰς ἄρκυς καὶ τὰ δίκτυα, ὡς εἴρηται. μετὰ δὲ τοῦτο τὸν μὲν ἀρκυωρὸν εἶναι ἐν φυλακῇ· αὐτὸν δὲ τὰς κύνας λαβόντα ἰέναι πρὸς τὴν ὑπαγωγὴν τοῦ κυνηγεσίου, καὶ εὐξάμενον τῷ Ἀπόλλωνι καὶ τῇ Ἀρτέμιδι τῇ Ἀγροτέρᾳ μεταδοῦναι τῆς θήρας λῦσαι μίαν κύνα, ἥτις ἂν ᾖ σοφωτάτη ἰχνεύειν, ἐὰν μὲν ᾖ χειμών, ἅμʼ ἡλίῳ ἀνίσχοντι, ἐὰν δὲ θέρος, πρὸ ἡμέρας, τὰς δὲ ἄλλας ὥρας μεταξὺ τούτου.
将猎犬各自单独系于树木上以便于解脱后,照前所述架设落网与大网。此后司网者当留在原地警戒;猎人自身则携犬前往引逗起兽之处;向阿波罗与野猎女神阿耳忒弥斯祈祷赐予猎获之后,解开一头最善寻迹的猎犬:若在冬季,于旭日初升时;若在夏季,于破晓之前;其他季节则介于二者之间。
ἐπειδὰν δὲ ἡ κύων λάβῃ τὸ ἴχνος ὀρθὸν ἐκ τῶν ἐπηλλαγμένων, παραλῦσαι καὶ ἑτέραν· περαινομένου δὲ τοῦ ἴχνους διαλιπόντα μὴ πολὺ καὶ τὰς ἄλλας ἀφιέναι κατὰ μίαν, καὶ ἕπεσθαι μὴ ἐγκείμενον, ὀνομαστὶ ἑκάστην προσαγορεύοντα, μὴ πολλά, ἵνα μὴ παροξύνωνται πρὸ τοῦ καιροῦ.
当这只猎犬从交错杂乱的痕迹中辨明正确的踪迹时,当再解开另一只;随着踪迹逐步推进,相隔片刻将其他猎犬依次放开,尾随其后而不加紧逼,直呼每只犬的名字,但不可过于频繁,以免它们过早地兴奋狂躁。
- 6.1οὐ γὰρ καλῶς τηροῦσι τὰς κύνας οἱ ἐξ αὐτῶν εἰργασμένοι τὰ δέραια
短语 οἱ ἐξ αὐτῶν εἰργασμένοι τὰ δέραια 指代那些直接由牵绳本身做成颈圈的器具(即牵绳与颈圈一体式设计)。代词 αὐτῶν 指前文的 ἱμάντες,τὰ δέραια 在中动态/被动态完成时分词 εἰργασμένοι 之后充当保留宾语或制成品宾格。
- 6.4ὡς οἱ ὀψιζόμενοι ἀφαιροῦνται τὰς μὲν κύνας τοῦ εὑρεῖν τὸν λαγῶ, αὑτοὺς δὲ τῆς ὠφελείας
动词 ἀφαιροῦνται 在此支配遭受剥夺者的宾格(τὰς μὲν κύνας, αὑτοὺς δέ)以及被剥夺之物的属格(τοῦ εὑρεῖν τὸν λαγῶ, τῆς ὠφελείας)。连词 ὡς 在此引导原因状语从句(“因为/既然”)。
- 6.6τούτων δὲ παρόδους, διόδους, καταφανεῖς, λεπτὰς καταλιπών
τούτων 是指代前文所列各类地形(ἄγκη, δρυμῶνας 等)的部分属格。παρόδους 与 διόδους 为分词 καταλιπών 的直接宾语,并由形容词 καταφανεῖς 与 λεπτὰς 修饰(“留下其中明显而狭窄的通路”)。
- 6.8ἐν δὲ ταῖς ἰχνείαις μὴ ὑπερβάλλεσθαι
ὑπερβάλλεσθαι(中动态不定式,作祈使命令用)在此意为“操之过急”或“过分急于求成”。紧随其后的句子解释了原因:以任何手段急于捕获(τὸ ἐκ παντὸς τρόπου ἑλεῖν ταχύ)只是劳苦卖力(φιλόπονον),并非真正的狩猎之艺(θηρατικόν)。
- 6.11τὸν δὲ κυνηγέτην ἐξιέναι ἔχοντα ἠμελημένην ἐλαφρὰν ἐσθῆτα
该句是以带宾格的不定式充当祈使命令句(τὸν δὲ κυνηγέτην 为主语宾格,ἐξιέναι 为不定式动词)。完成时被动分词 ἠμελημένην 修饰 ἐσθῆτα,意为“随意的、简朴的、无拘束的”。
