- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg014.humanitext-grc2:5.25-5.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者阐明岛屿野兔繁衍及因视力缺陷而遭捕获的情形,详析其适于疾驰的解剖结构与以耳掌舵的技巧,并叙及狩猎之趣与在耕地狩猎的戒条。
κυνηγέται δὲ εἰς μὲν τὰς ἐρήμους ὀλιγάκις ἀφικνοῦνται, ἐν δὲ ταῖς οἰκουμέναις ὀλίγοι γίγνονται καὶ οὐ φιλόθηροι οἱ πολλοί· εἰς δὲ τὰς ἱερὰς τῶν νήσων οὐδὲ διαβιβάζειν οἷόν τε κύνας. ὅταν οὖν τῶν τε ὑπαρχόντων ὀλίγους ἐκθηρῶνται καὶ τῶν ἐπιγιγνομένων, ἀνάγκη ἀφθόνους εἶναι.
猎人们极少前往无人岛,而在有人居住的岛上猎人亦寥寥无几,且多数人不嗜狩猎;至于圣岛,甚至无法将猎犬运送过去。因此,当现存的野兔与新生的野兔只有少数被捕杀时,它们必然数量极多。
βλέπει δὲ οὐκ ὀξὺ διὰ πολλά· τά τε γὰρ ὄμματα ἔχει ἔξω καὶ τὰ βλέφαρα ἐλλείποντα καὶ οὐκ ἔχοντα προβολὴν ταῖς αὐγαῖς· ἡ ὄψις οὖν διὰ ταῦτα ἀμαυρά, ἐσκεδασμένη.
野兔看不清楚,其由有许多:其眼球凸出在外,眼睑短缺且无法遮挡强烈光线;因此缘故,其视力暗淡涣散。
ἅμα δὲ τούτοις καὶ ἐν ὕπνῳ ὂν τὰ πολλὰ τὸ θηρίον οὐκ ὠφελεῖται πρὸς τὸ ὁρᾶν· καὶ ἡ ποδώκεια πρὸς τὸ ἀμβλυώττειν αὐτῷ πολὺ συμβάλλεται· ταχὺ γὰρ ἑκάστου παραφέρει τὴν ὄψιν πρὶν νοῆσαι ὅ τι ἐστί.
除这些原因之外,此兽大部分时间处于睡眠之中,对视觉毫无助益;其足部的迅捷亦极大地导致了其视力模糊;因为在尚未辨明何物之前,其目光便已迅速掠过每个物体。
καὶ οἱ φόβοι τῶν κυνῶν ὅταν διώκωνται, ἑπόμενοι μετὰ τούτων συνεξαιροῦνται τὸ προνοεῖσθαι. ὥστε διὰ ταῦτα προσπίπτων λανθάνει πρὸς πολλὰ1 καὶ εἰς τὰς ἄρκυς ἐμπίπτων.
再者,被追逐时对猎犬的恐惧伴随这些情况,剥夺了预先谋虑的能力。因此,野兔往往在不自知中撞向许多障碍物并坠入网罗。
εἰ δʼ ἔφευγεν ὀρθόν, ὀλιγάκις ἂν ἔπασχε τὸ τοιοῦτον· νῦν δὲ περιβάλλων καὶ ἀγαπῶν τοὺς τόπους ἐν οἷς ἐγένετο καὶ ἐτράφη ἁλίσκεται. κατὰ πόδας δὲ οὐ πολλάκις ὑπὸ τῶν κυνῶν διὰ τὸ τάχος κρατεῖται· ὅσοι δὲ ἁλίσκονται, παρὰ φύσιν τοῦ σώματος, τύχῃ δὲ χρώμενοι· οὐδὲν γὰρ τῶν ὄντων ἰσομέγεθες τούτῳ ὅμοιόν ἐστι πρὸς ἁρμόν. σύγκειται γὰρ ἐκ τοιούτων τὸ σῶμα.
若它径直向前逃窜,极少会遭逢此种厄运;但如今它迂回盘旋,眷恋出生与长成的居所,因而被捕。在追逐奔跑中,由于速度迅疾,它极少被猎犬追及擒获;凡被捕获者,皆非因其身体的天性,而是出于偶遭厄运;因为在同等体型的造物中,没有哪一种在结构的匀称协调上能与其相比。
ἔχει γὰρ κεφαλὴν κούφην, μικράν, κατωφερῆ, στενὴν ἐκ τοῦ πρόσθεν, ὦτα ὑψηλά, τράχηλον λεπτόν, περιφερῆ, οὐ σκληρόν, μῆκος ἱκανόν, ὠμοπλάτας ὀρθάς, ἀσυνδέτους ἄνωθεν, σκέλη τὰ ἐπʼ αὐτῶν ἐλαφρά, σύγκωλα, στῆθος οὐ βαρύτονον, πλευρὰς ἐλαφράς, συμμέτρους, ὀσφῦν περιφερῆ, κωλῆν σαρκώδη, λαγόνας ὑγράς, λαπαρὰς ἱκανῶς, ἰσχία στρογγύλα, πλήρη κύκλῳ, ἄνωθεν δὲ ὡς χρὴ διεστῶτα, μηροὺς μικρούς, εὐπαγεῖς, ἔξωθεν μῦς ἐπιτεταμένους, ἔνδοθεν δὲ οὐκ ὀγκώδεις, ὑποκώλια μακρά, στιφρά, πόδας τοὺς πρόσθεν ἄκρως ὑγρούς, στενούς, ὀρθούς, τοὺς δὲ ὄπισθεν στερεούς, πλατεῖς, πάντας δὲ οὐδενὸς τραχέος φροντίζοντας, σκέλη τὰ ὄπισθεν μείζω πολὺ τῶν ἔμπροσθεν καὶ ἐγκεκλιμένα μικρὸν ἔξω, τρίχωμα βραχύ, κοῦφον.
它的身体由以下部分构成: 它长着轻小、下斜、前端狭窄的头部,耸立的双耳,纤细、圆润、不僵硬且长度适中的颈项,直立且上方不相连结的肩胛骨,其上的前腿轻灵而紧凑,不沉重的胸膛,轻盈对称的肋部,圆润的腰背,肉丰的腿肉,柔软且适度收敛的腹侧,圆满周正且上端适度分开的髋骨,短小结实、外侧肌肉紧绷而内侧不过于肥硕的大腿,修长强健的胫骨,极度柔软、狭窄而笔直的前足,坚固宽阔的后足,且所有足部皆不避任何坎坷粗糙,远比前肢更大且略向外倾斜的后肢,短而轻的毛发。
ἔστιν οὖν ἀδύνατον μὴ οὐκ εἶναι2 ἐκ τοιούτων συνηρμοσμένον ἰσχυρόν, ὑγρόν, ὑπερέλαφρον. τεκμήριον δὲ ὡς ἐλαφρόν ἐστιν· ὅταν ἀτρέμα διαπορεύηται, πηδᾷ—βαδίζοντα δὲ οὐδεὶς ἑώρακεν οὐδʼ ὄψεται—τιθεὶς εἰς τὸ ἐπέκεινα τῶν ἔμπροσθεν ποδῶν τοὺς ὄπισθεν καὶ ἔξω· καὶ θεῖ οὕτως.
因此,由这般部位组合而成的动物,绝不可能不强健、不柔韧、不极其轻捷。证明其轻捷的证据是:当它徐缓行进时,便跳跃前行——行走中的野兔无人曾见,将来亦无人会得见——它将后足置于前足的前方与外侧;并以此种方式奔跑。
δῆλον δὲ τοῦτο ἐν χιόνι. οὐρὰν δὲ οὐκ ἐπιτηδείαν ἔχει πρὸς δρόμον· ἐπευθύνειν γὰρ οὐχ ἱκανὴ τὸ σῶμα διὰ τὴν βραχύτητα· ἀλλὰ τῷ ὠτί ἑκατέρῳ τοῦτο ποιεῖ· καὶ ὅταν ἀνιστῆται ὑπὸ τῶν κυνῶν, καταβάλλων καὶ παραβάλλων τὸ ἕτερον οὖς πλάγιον, ὁποτέρᾳ ἂν3 λυπῆται, ἀπερειδόμενος δὴ εἰς τοῦτο ὑποστρέφεται ταχύ, ἐν μικρῷ πολὺ καταλιπὼν τὸ ἐπιφερόμενον.
这在雪地中一目了然。它的尾巴并不适于奔跑;因为过于短小,不足以引导身体方向;但它用双耳来实现这一功能;每当被猎犬惊起时,它垂下并侧横其中的一只耳朵,无论受到哪一侧的逼迫,便借力倚向那一侧而迅速折返,在极狭小的空间内将追击者远远甩在后头。
οὕτω δὲ ἐπίχαρί ἐστι τὸ θέαμα, ὥστε οὐδεὶς ὅστις οὐκ ἂν ἰδὼν ἰχνευόμενον, εὑρισκόμενον, μεταθεόμενον, ἁλισκόμενον, ἐπιλάθοιτʼ ἂν εἴ του ἐρῴη.
这一景象如此引人入胜,以至任何人若看见野兔被追踪、被搜出、被奔逐、被捕获,都会忘却自己所恋慕的一切。
ἐν δὲ τοῖς ἔργοις κυνηγετοῦντα ἀπέχεσθαι ὧν ὧραι φέρουσι καὶ τὰ νάματα καὶ τὰ ῥεῖθρα ἐᾶν·4 τὸ γὰρ ἅπτεσθαι τούτων αἰσχρὸν καὶ κακόν, καὶ ἵνα μὴ τῷ νόμῳ ἐναντίοι ὦσιν οἱ ἰδόντες· καὶ ὅταν ἀναγρία ἐμπίπτῃ, ἀναλύειν χρὴ τὰ περὶ τὸ κυνηγέσιον πάντα.
在耕地中狩猎时,须避开应季的作物,勿扰泉眼与溪流;因为触犯这些是可耻而恶劣的,亦为了不使目睹者与律法习俗对立;每当禁猎期来临时,当收起与狩猎相关的一切器具。
- 5.28προσπίπτων λανθάνει πρὸς πολλὰ
动词 λανθάνω 与分词 προσπίπτων 连用,构成表示“不知不觉地做某事”的惯用结构;结合介词短语 πρὸς πολλά,意为“不知不觉撞上许多障碍物”。
- 5.31ἔστιν οὖν ἀδύνατον μὴ οὐκ εἶναι
否定形容词 ἀδύνατον 后接 μὴ οὐ 及不定式 εἶναι 的双重否定结构。在含有否定意义的表达之后,μὴ οὐ 表达强烈的肯定含义(“不可能不是……”)。
- 5.31οὐδεὶς ὅστις οὐκ ἂν ἰδὼν ... ἐπιλάθοιτʼ ἄν
惯用表达 οὐδεὶς ὅστις οὐ(“没有人不……”即“所有人皆……”)与条件分词 ἰδών 及带 ἄν 的可能希求法(ἐπιλάθοιτʼ ἄν)相结合的结构。助词 ἄν 在分词后与主要希求法动词后各出现一次,属于典型的 ἄν 之重叠用法。
- 5.34ἀπέχεσθαι ὧν ὧραι φέρουσι καὶ τὰ νάματα καὶ τὰ ῥεῖθρα ἐᾶν
不定式 ἀπέχεσθαι 与 ἐᾶν 在此用作祈使命令(命令不定式),符合技术指南文献的惯常文风。关系代词 ὧν 因动词 ἀπέχεσθαι 支配属格而受到格吸引变为属格,其先行词已被吸收省略。
