← 色诺芬

论狩猎

§5.12-5.24

野兔的习性品种与追踪逃逸行为

本节记述野兔随季节与环境的生活习性、多产特征、猎犬搜寻与追猎的方法、野兔逃匿时的多变行为、两类品种的外貌体态差异,以及因缺乏天敌而在岛屿上广泛繁衍的情形。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.12

ὅταν δὲ ἡ γῆ βρύῃ, μᾶλλον τὰ ἔργα ἢ τὰ ὄρη ἔχουσιν. ὑπομένει δὲ πανταχοῦ ἰχνευόμενος, ἐὰν μήτι περίφοβος τῆς νυκτὸς γένηται· παθὼν δὲ τοῦτο ὑποκινεῖ.

当大地草木繁盛时,野兔占据耕地甚于山峦。野兔在被追踪时无论何处都会潜伏不动,除非它在夜间受到极度惊吓;若遭遇了此事,它便悄然潜逃。

§5.13

πολύγονον δʼ ἐστὶν οὕτως, ὥστε τὰ μὲν τέτοκε, τὰ δὲ τίκτει, τὰ δὲ κύει. τῶν δὲ μικρῶν λαγίων ὄζει μᾶλλον ἢ τῶν μεγάλων· ἔτι γὰρ ὑγρομελῆ ὄντα ἐπισύρεται ὅλα ἐπὶ τῆς γῆς.

野兔如此多产,以至有的〔幼崽〕已经产下,有的正在产下,有的尚怀在腹中。小兔的气味比大兔更浓;因为它们的肢体尚且稚嫩,整个身体都拖着地面滑行。

§5.14

τὰ μὲν οὖν λίαν νεογνὰ οἱ φιλοκυνηγέται ἀφιᾶσι τῇ θεῷ. οἱ δὲ ἤδη ἔτειοι τάχιστα θέουσι τὸν πρῶτον δρόμον, τοὺς δʼ ἄλλους οὐκέτι· εἰσὶ γὰρ ἐλαφροί, ἀδύνατοι δέ.

因此,热爱狩猎的人将过于幼小的野兔放归女神。至于已经满一岁的,在最初的奔驰中跑得极快,但在随后的奔驰中便不再如此;因为它们轻盈,却缺乏持久的力量。

§5.15

λαμβάνειν δὲ τοῦ λαγῶ τὰ ἴχνη1 ὑπάγοντα τὰς κύνας ἐκ τῶν ἔργων ἄνωθεν· ὅσοι δὲ μὴ ἔρχονται αὐτῶν εἰς τὰ ἐργάσιμα, τοὺς λειμῶνας, τὰς νάπας, τὰ ῥεῖθρα, τοὺς λίθους, τὰ ὑλώδη· καὶ ἐὰν ὑποκινῇ, μὴ ἀναβοᾶν, ἵνα μὴ αἱ κύνες ἔκφρονες γιγνόμεναι χαλεπῶς τὰ ἴχνη γνωρίζωσιν.

应当引导猎犬从上方耕地着手搜寻野兔的足迹;至于那些不前往耕地的野兔,则应当在草场、林谷、溪流、岩石与树林处搜寻;野兔若悄然溜走,不可大声呼喊,以免猎犬陷入狂乱而难以辨识足迹。

§5.16

εὑρισκόμενοι δὲ ὑπʼ αὐτῶν καὶ διωκόμενοι ἔστιν ὅτε διαβαίνουσι τὰ ῥεύματα καὶ ὑποκάμπτουσι καὶ καταδύονται εἰς φάραγγας καὶ εἰς ἰλεούς· πεφόβηνται γὰρ οὐ μόνον τὰς κύνας ἀλλὰ καὶ τοὺς ἀετούς· ὑπερβάλλοντες γὰρ τὰ σιμὰ καὶ τὰ ψιλὰ ἀναρπάζονται, ἕως ἂν ὦσιν ἔτειοι· τοὺς δὲ μείζους ἐπιτρέχουσαι αἱ κύνες ἀναιροῦνται. ποδωκέστατοι μὲν οὖν εἰσιν οἱ ὄρειοι, οἱ πεδινοὶ δὲ ἧττον, βραδύτατοι δὲ οἱ ἕλειοι· οἱ δʼ ἐπὶ πάντας τοὺς τόπους πλανῆται χαλεποὶ πρὸς τοὺς δρόμους· τὰ γὰρ σύντομα ἴσασι· θέουσι γὰρ μάλιστα μὲν τὰ ἀνάντη ἢ τὰ ὁμαλά, τὰ δὲ ἀνώμαλα ἀνομοίως, τὰ δὲ κατάντη ἥκιστα. διωκόμενοι δέ εἰσι κατάδηλοι μάλιστα μὲν διὰ γῆς κεκινημένης, ἐὰν ἔχωσιν ἔνιον ἐρύθημα,2 καὶ διὰ καλάμης διὰ τὴν ἀνταύγειαν· κατάδηλοι δὲ καὶ ἐν τοῖς τριμμοῖς καὶ ἐν ταῖς ὁδοῖς, ἐὰν ὦσιν ἰσόπεδοι· τὸ γὰρ φανὸν τὸ ἐν αὐτοῖς ἐνὸν ἀντιλάμπει· ἄδηλοι δέ, ὅταν κατὰ τοὺς λίθους, τὰ ὄρη, τὰ φελλία, τὰ δασέα ἀποχωρῶσι, διὰ τὴν ὁμόχροιαν.

当被猎犬发现并追逐时,它们有时渡过溪流,迂回折返,潜入深壑与洞穴;因为它们不仅惧怕猎犬,亦惧怕鹰隼;盖因一岁之前,它们在越过山梁与开阔光秃处时便会被抓走;而对于较大的野兔,猎犬则追赶捕杀之。山地的野兔最为迅捷,平原的次之,沼泽的最慢;游荡于各类地形之间的野兔最难奔逐追捕,因其深谙捷径;它们最常跑上坡路或平地,在不平之地则跑得毫无规律,跑下坡路则最少。在被追逐时,若带有少许红色,它们在松动的耕地上最为显眼,在麦茬地里亦因反光而显眼;在小径与大道上若路面平坦亦极易被看清,因它们〔野兔〕所具的明亮色彩反射反光;但当它们退避至石堆、山丘、石质瘠地与灌木丛时,因体色相似而难以辨认。

§5.19

προλαμβάνοντες δὲ τὰς κύνας ἐφίστανται καὶ ἀνακαθίζοντες ἐπαίρουσιν αὑτοὺς καὶ ἐπακούουσιν, εἴ που πλησίον κλαγγὴ ἢ ψόφος τῶν κυνῶν· καὶ ὅθεν ἂν ἀκούσωσιν ἀποτρέπονται.

野兔抢先拉开与猎犬的距离后,便停下来端坐竖立身躯,侧耳倾听附近某处是否有犬吠或响动;无论声音来自何方,它们便背道避开。

§5.20

ὁτὲ δὲ καὶ οὐκ ἀκούσαντες, ἀλλὰ δόξαντες ἢ πεισθέντες ὑφʼ αὑτῶν, παρὰ τὰ αὐτά, διὰ τῶν αὐτῶν, ἐπαλλάττοντες ἅλματα, ἐμποιοῦντες ἴχνεσιν ἴχνη, ἀποχωροῦσι.

有时即使并未听到,只是臆想或自行确信,它们亦会沿着相同之处、穿过相同之处退避,交错跳跃,将足迹重叠在足迹之上。

§5.21

καί εἰσι μακροδρομώτατοι μὲν οἱ ἐκ τῶν ψιλῶν εὑρισκόμενοι διὰ τὸ καταφανές, βραχυδρομώτατοι δὲ οἱ ἐκ τῶν δασέων· ἐμποδὼν γὰρ τὸ σκοτεινόν.

在开阔处被发现的野兔因视野清晰而奔跑路程最长,从树丛中被发现的则奔跑路程最短,因为昏暗构成了阻碍。

§5.22

δύο δὲ τὰ γένη ἐστὶν αὐτῶν· οἱ μὲν γὰρ μεγάλοι τὸ χρῶμα ἐπίπερκνοι καὶ τὸ λευκὸν τὸ ἐν τῷ μετώπῳ μέγα ἔχουσιν, οἱ δʼ ἐλάττους ἐπίξανθοι, μικρὸν τὸ λευκὸν ἔχοντες.

野兔有两个品种:体型大者色泽深暗,额头上的白斑较大;体型小者偏黄褐色,白斑较小。

§5.23

τὴν δὲ οὐρὰν οἱ μὲν κύκλῳ περιποίκιλον, οἱ δὲ παράσειρον,3 καὶ τὰ ὄμματα οἱ μὲν χαροποί, οἱ δʼ ὑπόγλαυκοι· καὶ τὰ μέλανα τὰ περὶ τὰ ὦτα ἄκρα οἱ μὲν ἐπὶ πολύ, οἱ δʼ ἐπὶ μικρόν.

至于尾部,前者周围花斑杂陈,后者侧面带有一道条纹;至于双眼,前者呈琥珀色光彩,后者呈淡蓝灰色;耳朵尖端的黑色部分,前者范围较大,后者范围较小。

§5.24

ἔχουσι δὲ αὐτῶν αἱ πολλαὶ τῶν νήσων τοὺς ἐλάττους, αἵ τʼ ἔρημοι καὶ οἰκούμεναι· τὸ δὲ πλῆθος πλείους ἐν αὐταῖς ἢ ἐν ταῖς ἠπείροις· οὐ γάρ εἰσιν οὔτʼ ἀλώπεκες ἐν ταῖς πολλαῖς αὐτῶν, αἵτινες καὶ αὐτοὺς καὶ τὰ τέκνα ἐπιοῦσαι ἀναιροῦνται, οὔτε ἀετοί· τὰ μεγάλα γὰρ ὄρη ἔχουσι μᾶλλον ἢ τὰ μικρά·4 ἐλάττω δὲ ἐπὶ τὸ πολὺ τὰ ἐν ταῖς νήσοις.

大多数岛屿,无论是荒岛还是有人居住的岛屿,都拥有较小品种的野兔;岛上的数量亦多于大陆;因为大多数岛屿既没有捕杀野兔及其幼崽的狐狸,亦没有鹰隼;盖因鹰隼多占据大山而非小山,而岛上的山峦大体上较为矮小。

语法注4 条
  1. 5.15λαμβάνειν δὲ τοῦ λαγῶ τὰ ἴχνη

    不定式 λαμβάνειν 用作祈使命令(命令式不定式)。在后文“ὅσοι δὲ μὴ ἔρχονται αὐτῶν εἰς τὰ ἐργάσιμα, τοὺς λειμῶνας...”中,支配宾格列(τοὺς λειμῶνας 等)的搜索类动词(如 ζητεῖν)被省略,或由 λαμβάνειν 的语义松散延伸统摄。

  2. 5.18ἔνιον ἐρύθημα

    ἔνιον 是通常表示复数“某些”的 ἔνιοι 的单数中性形式,此处罕见地作单数形容词用,修饰不可数名词 ἐρύθημα(红色、红褐色),意为“少许红色”或“某种程度的赤色”。

  3. 5.23τὴν δὲ οὐρὰν οἱ μὲν κύκλῳ περιποίκιλον, οἱ δὲ παράσειρον

    宾格 τὴν οὐρὰν 既可理解为关系宾格(“关于尾部”),亦可视为省略的动词(如 ἔχουσι)的直接宾语,形容词 περιποίκιλον 与 παράσειρον 作补足语或谓词性宾格。后续的 τὰ ὄμματα 及 τὰ μέλανα 亦延续了这一省略动词的并列结构。

  4. 5.24τὰ μεγάλα γὰρ ὄρη ἔχουσι μᾶλλον ἢ τὰ μικρά

    动词 ἔχουσι 的主语承前指代鹰隼(οἱ ἀετοί),中性复数宾格 τὰ μεγάλα ὄρη 为其直接宾语(“它们占据大山多于小山”)。虽然在形态上 ὄρη 亦可作主语(“大山拥有鹰隼”),但依文脉逻辑,由鹰隼作主动主语更为自然连贯。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg014.humanitext-grc2:5.12-5.24