- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg014.humanitext-grc2:5.1-5.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
详述季节、天气、月光及植被对野兔足迹气味与形状的影响,并说明野兔对巢穴的选择、潜伏时的姿态以及清醒与睡眠时的特异情态。
τὰ δὲ ἴχνη τοῦ λαγῶ τοῦ μὲν χειμῶνος μακρά ἐστι διὰ τὸ μῆκος τῶν νυκτῶν· τοῦ δὲ θέρους βραχέα διὰ τὸ ἐναντίον. χειμῶνος μὲν οὖν πρῲ οὐκ ὄζει αὐτῶν, ὅταν πάχνη ᾖ ἢ παγετός· ἡ μὲν γὰρ πάχνη τῇ αὑτῆς ἰσχύι ἀντισπάσασα τὸ θερμὸν ἔχει ἐν ἑαυτῇ, ὁ δὲ παγετὸς ἐπιπήξας.1
野兔的足迹在冬季因黑夜漫长而长,在夏季则因相反的原因而短。因此在冬季清晨,每当有白霜或结冰时,足迹便不散发气味;因为白霜以其自身之力抽回热气并留存体内,而结冰则从上方将其封冻凝固。
καὶ αἱ κύνες μαλκίουσαι τὰς ῥῖνας οὐ δύνανται αἰσθάνεσθαι ὅταν ᾖ τοιαῦτα, πρὶν ἂν ὁ ἥλιος διαλύσῃ αὐτὰ ἢ προϊοῦσα ἡ ἡμέρα· τότε δὲ καὶ αἱ κύνες ὀσφραίνονται καὶ αὐτὰ ἐπαναφερόμενα ὄζει.
且猎犬由于鼻孔冻僵,在出现此类情形时无法感知,直到太阳或渐进的白昼将其消融;但到了那时,猎犬方能闻出,足迹本身亦重新升腾散发出气味。
ἀφανίζει δὲ καὶ ἡ πολλὴ δρόσος καταφέρουσα αὐτά, καὶ οἱ ὄμβροι οἱ γιγνόμενοι διὰ χρόνου ὀσμὰς ἄγοντες τὴν γῆν ποιοῦσι δύσοσμον, ἕως ἂν ψυχθῇ· χείρω δὲ καὶ τὰ νότια ποιεῖ· ὑγραίνοντα γὰρ διαχεῖ· τὰ δὲ βόρεια, ἐὰν ᾖ ἄλυτα, συνίστησι καὶ σῴζει.
浓重的露水亦会将其冲刷冲淡,久旱后的降雨引出气味,使土地在冷却前充满难闻的气息;南风亦使足迹恶化,因其带来潮气使其消散;而北风若足迹未遭破坏,则能使其凝聚并保存之。
οἱ δὲ ὑετοὶ κατακλύζουσι καὶ αἱ ψακάδες, καὶ ἡ σελήνη ἀμαυροῖ τῷ θερμῷ, μάλιστα δὲ ὅταν ᾖ πανσέληνος· καὶ μανότατα τότε· χαίροντες γὰρ τῷ φέγγει ἐπαναρριπτοῦντες μακρὰν διαίρουσιν ἀντιπαίζοντες· ταραχώδη δὲ ὅταν ἀλώπεκες προδιεξέλθωσι γίγνεται.
暴雨与细雨皆冲刷足迹,月光亦以其微温使气味减弱,尤其是在满月之时;那时足迹最为稀疏分散,因野兔喜好月光,欢腾奔窜,相互戏耍时跃出极远的距离;而当狐狸事先穿行而过时,足迹便变得混乱。
τὸ δὲ ἔαρ κεκραμένον τῇ ὥρᾳ καλῶς παρέχει τὰ ἴχνη λαμπρά, πλὴν εἴ τι2 ἡ γῆ ἐξανθοῦσα βλάπτει τὰς κύνας, εἰς τὸ αὐτὸ συμμιγνύουσα τῶν ἀνθῶν τὰς ὀσμάς. λεπτὰ δὲ καὶ ἀσαφῆ τοῦ θέρους· διάπυρος γὰρ οὖσα ἡ γῆ ἀφανίζει τὸ θερμὸν ὃ ἔχουσιν· ἔστι γὰρ λεπτόν· καὶ αἱ κύνες ἧττον ὀσφραίνονται τότε διὰ τὸ ἐκλελύσθαι τὰ σώματα. τοῦ δὲ μετοπώρου καθαρά· ὅσα γὰρ ἡ γῆ φέρει, τὰ μὲν ἥμερα συγκεκόμισται, τὰ δὲ ἄγρια γήρᾳ διαλέλυται· ὥστε οὐ παραλυποῦσι τῶν καρπῶν αἱ ὀσμαὶ εἰς ταὐτὰ φερόμεναι.
春季气候适度调和,呈现出清晰的足迹,除非开花的大地因将花香混同于一处而在某种程度上妨碍猎犬。夏季足迹则微弱模糊;因灼热的大地消除了足迹所含的热气——因这热气本就微弱;且猎犬此时因身躯松弛疲软,嗅觉亦减退。秋季足迹则清爽分明;盖因大地所出之物,农作物已被收割,野生植物亦因衰败而化解;故果实的香气不再弥漫一处而造成干扰。
ἔστι δὲ τοῦ χειμῶνος καὶ τοῦ θέρους καὶ τοῦ μετοπώρου τὰ ἴχνη ὀρθὰ ἐπὶ πολύ, τοῦ δʼ ἦρος συμπεπλεγμένα· τὸ γὰρ θηρίον συνδυάζεται μὲν ἀεί, μάλιστα δὲ ταύτην τὴν ὥραν· ὥστε διὰ τοῦτο ἐξ ἀνάγκης μετʼ ἀλλήλων πλανώμενοι τοιαῦτα ποιοῦσιν.
在冬、夏、秋三季,足迹大抵呈笔直延伸,而在春季则交错盘旋;因这种野兽虽常年交配,却尤以此季为甚;故而它们不得不彼此结伴游荡,留下这般痕迹。
ὄζει δὲ τῶν ἰχνῶν ἐπὶ πλείω χρόνον τῶν εὐναίων ἢ τῶν δρομαίων· τὰ μὲν γὰρ εὐναῖα ποιῶν ὁ λαγῶς πορεύεται ἐφιστάμενος, τὰ δὲ δρομαῖα ταχύ· ἡ γῆ οὖν τῶν μὲν πυκνοῦται, τῶν δὲ οὐ πίμπλαται. ἐν δὲ τοῖς ὑλώδεσι μᾶλλον ἢ ἐν τοῖς ψιλοῖς ὄζει· διατρέχων γὰρ καὶ ἀνακαθίζων ἅπτεται πολλῶν.
通往窝巢的足迹比奔跑时的足迹留香更久;盖因野兔留下归巢足迹时频频停步前行,而留下奔跑足迹时则迅速疾驰;因此大地在前一种足迹中饱含浓缩的气味,而在后一种中则未得充盈。在林木茂密之处比在光秃之处气味更浓;因其穿梭飞奔并直身坐起时触及诸多物体。
κατακλίνονται δʼ εἰς ἃ ἡ γῆ φύει ἢ ἔχει ἐφʼ ἑαυτῆς ὑπὸ παντί, ἐπʼ αὐτῶν, ἐν αὐτοῖς, παρʼ αὐτά, ἄπωθεν πολύ, μικρόν, μεταξὺ τούτων·3 ὁτὲ δὲ καὶ ἐν τῇ θαλάττῃ διαρριπτῶν ἐπὶ τὸ δυνατὸν καὶ ἐν ὕδατι, ἐάν τι ᾖ ὑπερέχον ἢ ἐμπεφυκὸς ἐν τούτῳ·
它们蜷伏在大地所生或其上所载的一切事物之下、之上、之内、之旁、远方、近处或其间;有时亦尽可能跃入海中或水中,只要其中有突出之物或生长之物。
ὁ μὲν οὖν εὐναῖος4 ποιούμενος εὐνὴν ἐπὶ πολὺ ὅταν μὲν ᾖ ψύχη, ἐν εὐδιεινοῖς, ὅταν δὲ καύματα, ἐν παλισκίοις, τὸ δὲ ἔαρ καὶ τὸ μετόπωρον ἐν προσηλίοις· οἱ δὲ δρομαῖοι οὐχ οὕτως διὰ τὸ ὑπὸ τῶν κυνῶν ἔκπληκτοι γίγνεσθαι.
寻求安歇的野兔通常在严寒时筑巢于避风暖和之处,酷暑时筑于浓荫之处,春秋则在向阳之处;但奔逃中的野兔却非如此,因其已被猎犬惊吓得魂飞魄散。
κατακλίνεται δὲ ὑποθεὶς τὰ ὑποκώλια ὑπὸ τὰς λαγόνας, τὰ δὲ πρόσθεν σκέλη τὰ πλεῖστα συνθεὶς καὶ ἐκτείνας, ἐπʼ ἄκρους δὲ τοὺς πόδας τὴν γένυν καταθείς, τὰ δὲ ὦτα ἐπιπετάσας ἐπὶ τὰς ὠμοπλάτας· οὕτω δὲ ὑποστέγει τὰ ὑγρά· ἔχει δὲ καὶ τὴν τρίχα στεγανήν· πυκνὴ γὰρ καὶ μαλακή.
它蜷卧时将下腿收于侧腹之下,前腿大多并拢伸展,将下颌枕于双足尖端,双耳展平贴于肩胛骨上;如此便可御防潮湿;且其毛发亦防风挡雨,因其浓密而柔软。
καὶ ὅταν μὲν ἐγρηγόρῃ, καταμύει τὰ βλέφαρα, ὅταν δὲ καθεύδῃ, τὰ μὲν βλέφαρα ἀναπέπταται ἀκίνητα, οἱ δὲ ὀφθαλμοὶ ἀτρέμας ἔχουσι· τοὺς δὲ μυκτῆρας, ὅταν μὲν εὕδῃ, κινεῖ πυκνά, ὅταν δὲ μή, ἧττον.
当其清醒时,它合上眼睑;而当其睡眠时,眼睑张开且纹丝不动,双目静止;至于鼻孔,睡眠时频繁抽动,未睡时则抽动较少。
- 5.1ὁ δὲ παγετὸς ἐπιπήξας
承前句“ἡ μὲν γὰρ πάχνη... ἔχει ἐν ἑαυτῇ”而省略了谓语,当补足理解为“ὁ δὲ παγετὸς ἐπιπήξας [ἔχει ἐν ἑαυτῷ τὸ θερμόν]”。分词 ἐπιπήξας 与前面的 ἀντισπάσασα 形成对照,指结冰通过在其上封冻凝固而将热气闭锁在内。
- 5.5πλὴν εἴ τι
由 πλὴν εἰ(除……之外)与不定代词中性单数宾格 τι 构成的惯用表达,意为“除非大地在某种程度上妨碍猎犬”。此处 τι 作状语性宾格(“在某种程度上/稍许”),修饰动词 βλάπτει。
- 5.8κατακλίνονται δʼ εἰς ἃ ἡ γῆ φύει ἢ ἔχει ἐφʼ ἑαυτῆς ὑπὸ παντί, ἐπʼ αὐτῶν, ἐν αὐτοῖς, παρʼ αὐτά, ἄπωθεν πολύ, μικρόν, μεταξὺ τούτων
介词 εἰς 引领先行词省略的关系从句(εἰς [ταῦτα] ἃ ἡ γῆ φύει...),紧接着是一连串并列的介词短语。介词 εἰς 表示蜷伏的归宿或方位,而其后罗列的各个介词短语(ὑπὸ παντί, ἐπʼ αὐτῶν, ἐν αὐτοῖς 等)则具体铺陈了相对于关系从句所指事物(大地所生或所载之物)的各种空间位置关系。
- 5.9ὁ μὲν οὖν εὐναῖος
形容词 εὐναῖος(巢穴的/就巢的)带阳性单数冠词充当名词,省略了 λαγῶς,指“归巢(准备入宿)的野兔”。它与后文复数的“οἱ δὲ δρομαῖοι”(奔逃中的野兔们)形成对照。前文将足迹(ἴχνη)分为 εὐναῖα 与 δρομαῖα,此处则转为指代野兔本身。
