← 色诺芬

论狩猎

§4.1-4.11

良种猎犬的理想体态与追猎素质

本节阐述了良种猎犬应当具备的理想体格各部位特征、追踪与追猎时的规范举止、刚烈与灵嗅等内在素质、毛色标准,以及常在山野训练犬只之益与各季节的出猎适度时间。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

πρῶτον μὲν οὖν χρὴ εἶναι μεγάλας, εἶτα ἐχούσας τὰς κεφαλὰς ἐλαφράς,1 σιμάς, ἀρθρώδεις, ἰνώδη τὰ κάτωθεν τῶν μετώπων, ὄμματα μετέωρα, μέλανα, λαμπρά, μέτωπα πλατέα, τὰς διακρίσεις βαθείας, ὦτα μικρά, λεπτά, ψιλὰ ὄπισθεν, τραχήλους μακρούς, ὑγρούς, περιφερεῖς, στήθη πλατέα, μὴ ἄσαρκα ἀπὸ τῶν ὤμων, τὰς ὠμοπλάτας διεστώσας μικρόν, σκέλη τὰ πρόσθια μικρά, ὀρθά, στρογγύλα, στιφρά, ὀρθοὺς τοὺς ἀγκῶνας, πλευρὰς μὴ ἐπὶ γῆν βαθείας, ἀλλʼ εἰς τὸ πλάγιον παρηκούσας, ὀσφῦς σαρκώδεις, τὰ μεγέθη μεταξὺ μακρῶν καὶ βραχειῶν, μήτε ὑγρὰς λίαν μήτε σκληράς, λαγόνας μεταξὺ μεγάλων καὶ μικρῶν, ἰσχία στρογγύλα, ὄπισθεν σαρκώδη, ἄνωθεν δὲ μὴ συνδεδεμένα, ἔνδοθεν δὲ προσεσταλμένα, τὰ κάτωθεν τῶν κενεώνων λαγαρὰ καὶ αὐτοὺς τοὺς κενεῶνας, οὐρὰς μακράς, ὀρθάς, λιγυράς, μηριαίας σκληράς, ὑποκώλια μακρά, περιφερῆ, εὐπαγῆ, σκέλη πολὺ μείζω τὰ ὄπισθεν τῶν ἔμπροσθεν καὶ ἐπίρρικνα, πόδας περιφερεῖς.

首先,犬应当体格高大,其次头部轻便、鼻梁微翘且骨骼结实;额骨下方筋腱分明;眼睛凸出、黑而有神;额头宽阔;眉间凹痕深邃;耳朵小、薄、背面平滑;颈部修长、柔韧而圆润;胸部宽阔,肩部不失丰满;肩胛骨略微张开;前腿短、直、圆而坚挺;两肘笔直;肋骨不向地面垂深,而是向侧旁舒展;腰部多肉,长短适中,不过软亦不过硬;侧腹大小适中;臀部圆润,后部丰满,上方不紧缩,内侧收紧;下腹与侧腹本身凹陷;尾巴长、挺直且富有弹性;大腿坚实;下腿修长、圆润而结实;后腿远长于前腿且微曲;脚掌呈圆形。

§4.2

καὶ ἐὰν ὦσι τοιαῦται αἱ κύνες, ἔσονται ἰσχυραὶ τὰ εἴδη, ἐλαφραί, σύμμετροι, ποδώκεις, καὶ ἀπὸ τῶν προσώπων φαιδραὶ καὶ εὔστομοι.

若猎犬具备如此体魄,其体格便会强健、敏捷、匀称、步履迅捷,面容明快且咬合有力。

§4.3

ἰχνευέτωσαν δὲ ἐκ τῶν τριμμῶν ταχὺ ἀπαλλαττόμεναι, τιθεῖσαι τὰς κεφαλὰς ἐπὶ γῆν λεχρίας, ἐμμειδιῶσαι μὲν πρὸς τὰ ἴχνη, ἐπικαταβάλλουσαι δὲ τὰ ὦτα· καὶ τὰ μὲν ὄμματα πυκνὰ διακινοῦσαι, ταῖς δὲ οὐραῖς διασαίνουσαι κύκλους πολλοὺς ποιούμεναι πρὸς τὰς εὐνὰς προΐτωσαν ὁμοῦ διὰ τοῦ ἴχνους ἅπασαι.

当它们追踪时,应使其迅速离开踏平的道路,将头斜贴地面,朝着足迹现出喜悦的神情,双耳垂伏;频繁转动目光,摇曳尾巴,划出许多圆圈,全队一同沿着足迹向窝巢进发。

§4.4

ὅταν δὲ περὶ αὐτὸν ὦσι τὸν λαγῶ, δῆλον ποιείτωσαν τῷ κυνηγέτῃ θᾶττον φοιτῶσαι, μᾶλλον γνωρίζουσαι ἀπὸ τοῦ θυμοῦ, ἀπὸ τῆς κεφαλῆς, ἀπὸ τῶν ὀμμάτων, ἀπὸ τῆς μεταλλάξεως τῶν σχημάτων καὶ ἀπὸ τῶν ἀναβλεμμάτων καὶ ἐμβλεμμάτων εἰς τὴν ὕλην καὶ ἀναστρεμμάτων τῶν ἐπὶ τὰς καθέδρας τοῦ λαγῶ, καὶ ἀπὸ τῶν εἰς τὸ πρόσθεν καὶ ὄπισθεν καὶ εἰς τὸ πλάγιον διαρριμμάτων, καὶ ἀπὸ τοῦ ἀληθῶς ἤδη αἰωρεῖσθαι τὴν ψυχὴν καὶ ὑπερχαίρειν2 ὅτι τοῦ λαγῶ ἐγγύς εἰσι.

每当逼近野兔本身时,它们应当通过更快速的穿梭奔跑向猎人显露出来;更多地通过神采、头部、眼神、姿态的更迭,通过向树丛的仰视与凝视,通过向野兔藏身处的回旋,通过向前、后及侧方的扑腾,以及通过灵魂此刻确乎悬挂振奋、因临近野兔而欣喜若狂的状态,使猎人明察。

§4.5

διωκέτωσαν δὲ ἐρρωμένως καὶ μὴ ἐπανιεῖσαι σὺν πολλῇ κλαγγῇ καὶ ὑλαγμῷ, συνεκπερῶσαι μετὰ τοῦ λαγῶ πάντῃ. μεταθείτωσαν δὲ ταχὺ καὶ λαμπρῶς, πυκνὰ μεταφερόμεναι καὶ ἐπανακλαγγάνουσαι δικαίως· πρὸς δὲ τὸν κυνηγέτην μὴ ἐπανίτωσαν λιποῦσαι τὰ ἴχνη.

追逐时应当勇猛而不松懈,伴随阵阵吠叫与呼号,随野兔一同穿行各处。追猎应当迅疾而生动,频频回转,合度地持续狂吠;决不可丢下足迹返回猎人身边。

§4.6

μετὰ δὲ τοῦ εἴδους καὶ τοῦ ἔργου τούτου εὔψυχοι ἔστωσαν καὶ εὔρινες καὶ εὔποδες καὶ εὔτριχες. εὔψυχοι μὲν οὖν ἔσονται, ἐὰν μὴ λείπωσι τὰ κυνηγέσια ὅταν ᾖ πνίγη· εὔρινες δέ, ἐὰν τοῦ λαγῶ ὀσφραίνωνται ἐν τόποις ψιλοῖς, ξηροῖς, προσηλίοις τοῦ ἄστρου ἐπιόντος· εὔποδες δέ, ἐὰν τῇ αὐτῇ ὥρᾳ μὴ καταρρηγνύωνται αὐτῶν οἱ πόδες τὰ ὄρη θεουσῶν· εὔτριχες δέ, ἐὰν ἔχωσι λεπτὴν καὶ πυκνὴν καὶ μαλακὴν τὴν τρίχα.

除这般体态与作为外,它们还应具备刚烈之气、敏锐之嗅、强健之足与良好之毛。所谓刚烈,是指在酷热之时亦不放弃狩猎;所谓嗅觉灵敏,是指在天狼星升起之际,在空旷、干燥且暴晒之处亦能嗅出野兔;所谓足力强健,是指在同一时节奔跑于山岳之间其足掌不至破裂;所谓毛质优良,是指其毛发细软而稠密。

§4.7

τὰ δὲ χρώματα οὐ χρὴ εἶναι τῶν κυνῶν οὔτε πυρρὰ οὔτε μέλανα οὔτε λευκὰ παντελῶς· ἔστι γὰρ οὐ γενναῖον τοῦτο, ἀλλὰ τὸ ἁπλοῦν καὶ θηριῶδες.

猎犬的毛色不当全为赤黄,亦不当纯黑或纯白;因为此非良种之色,反显单调而野蛮。

§4.8

αἱ μὲν οὖν πυρραὶ ἔχουσαι ἔστωσαν λευκὴν τρίχα ἐπανθοῦσαν περὶ τὰ μέτωπα καὶ αἱ μέλαιναι, αἱ δὲ λευκαὶ πυρράν· ἐπὶ δὲ ταῖς μηριαίαις ἄκραις τρίχας ὀρθάς, βαθείας, καὶ ἐπὶ ταῖς ὀσφύσι καὶ ταῖς οὐραῖς κάτω, ἄνωθεν δὲ μετρίας.

因此,赤黄色的犬应当在额头周围透出白毛,黑犬亦然;白犬则应透出赤黄色毛发;在大腿末端生有直挺深长的毛,在腰部与尾巴下方亦当如此,但上方则适度即可。

§4.9

ἄγειν δὲ ἄμεινον τὰς κύνας εἰς τὰ ὄρη πολλάκις, τὰ δὲ ἔργα ἧττον·3 τὰ μὲν γὰρ ὄρη οἷόν τʼ ἐστὶ καὶ ἰχνεύειν καὶ μεταθεῖν καθαρῶς, τὰ δὲ ἔργα οὐδέτερα διὰ τοὺς τριμμούς.

常将犬带入山野为佳,带入耕地则当减少;因为在山野尚能清晰地追踪与追猎,而在耕地因道路践踏杂乱,二者皆不可行。

§4.10

ἔστι δὲ καὶ ἄνευ τοῦ εὑρίσκειν τὸν λαγῶ ἀγαθὸν ἄγειν τὰς κύνας εἰς τὰ τραχέα· καὶ γὰρ εὔποδες γίγνονται καὶ τὰ σώματα διαπονοῦσαι ἐν τόποις τοιούτοις ὠφελοῦνται.

即使未能寻得野兔,将犬带往崎岖之地亦有裨益;因为它们的脚掌将变得坚实,且在如此场地中锤炼身躯亦大获益处。

§4.11

ἀγέσθωσαν δὲ θέρους μὲν μέχρι μεσημβρίας, χειμῶνος δὲ διʼ ἡμέρας, μετοπώρου δʼ ἔξω μεσημβρίας, ἐντὸς δὲ ἑσπέρας τὸ ἔαρ. ταῦτα γὰρ μέτρια.

带犬出猎的时间,夏季应在正午之前,冬季可在整日,秋季避开正午,春季则须在入暮之前;盖因这些时段最为适度。

语法注3 条
  1. 4.1χρὴ εἶναι μεγάλας, εἶτα ἐχούσας τὰς κεφαλὰς ἐλαφράς

    形容词 μεγάλας 作由非人称动词 χρή 支配的不定词 εἶναι 的对格表语(隐含主语为 κύνας);随后的分词 ἐχούσας 同样为阴性复数对格,与其主语保持一致。ἐχούσας 带有一连串表示身体部位的对格宾语(τὰς κεφαλάς, ὄμματα 等),并各附有作补足语的述语形容词(ἐλαφράς, μετέωρα 等),构成持续至段末的长大双重对格结构。

  2. 4.4ἀπὸ τοῦ ἀληθῶς ἤδη αἰωρεῖσθαι τὴν ψυχὴν καὶ ὑπερχαίρειν

    介词 ἀπό 支配带定冠词的属格不定词短语(τοῦ αἰωρεῖσθαι ... καὶ ὑπερχαίρειν)。τὴν ψυχήν 是被动态不定词 αἰωρεῖσθαι 的对格主语(字面意为“灵魂悬起/振奋”)。该结构承接前文一系列由 ἀπό 引导的名词短语,用不定词短语生动展现猎犬极度兴奋欢欣的内在状态。

  3. 4.9τὰ δὲ ἔργα ἧττον

    承接前句 ἄγειν δὲ ἄμεινον τὰς κύνας εἰς τὰ ὄρη πολλάκις 的省略句,相当于 ἄγειν τὰς κύνας εἰς τὰ ἔργα ἧττον (ἄμεινόν ἐστιν)。此处的 ἔργα 指农田或耕作之地(cultivated lands),与自然山野(ὄρη)相对立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg014.humanitext-grc2:4.1-4.11