← 色诺芬

论狩猎

§3.1-3.11

猎犬的品种与劣等犬的缺陷恶习

作者记述了猎犬的两个品种(卡斯托耳种与狐犬种)的来源,并详述了劣等猎犬在身体、性情以及追踪与追猎过程中的诸多缺陷与恶习。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1

τὰ δὲ γένη τῶν κυνῶν διττά, αἱ μὲν καστόριαι, αἱ δὲ ἀλωπεκίδες. ἔχουσι δʼ αἱ μὲν καστόριαι τὴν ἐπωνυμίαν ταύτην ὅτι Κάστωρ ἡσθεὶς τῷ ἔργῳ μάλιστα αὐτὰς διεφύλαξεν· αἱ δʼ ἀλωπεκίδες διότι ἐκ κυνῶν τε καὶ ἀλωπέκων ἐγένοντο· ἐν πολλῷ δὲ χρόνῳ συγκέκραται αὐτῶν ἡ φύσις.

猎犬的品种有两种:卡斯托耳种与狐犬种。卡斯托耳种获此名称,是因为卡斯托耳喜爱狩猎之事,特意将它们保留繁育;狐犬种则是因为它们由犬与狐杂交而生,并在漫长岁月里将其天性融为一体。

§3.2

χείρους δὲ καὶ πλείους αἱ τοιαίδε, μικραί, γρυπαί, χαροποί, μυωποί, ἄμορφοι, σκληραί, ἀσθενεῖς, ψιλαί, ὑψηλαί, ἀσύμμετροι, ἄψυχοι, ἄρρινες, οὐκ εὔποδες.

劣等且数量较多的是如下这类的犬:矮小的、钩鼻的、青灰眼的、近视的、体形丑陋的、僵硬的、软弱的、少毛的、腿过长的、不成比例的、懦弱的、嗅觉不灵的、脚掌不良的。

§3.3

αἱ μὲν οὖν μικραὶ πολλάκις ἀποστεροῦνται τῆς ἐργασίας διὰ τὸ μικρόν· αἱ δὲ γρυπαὶ ἄστομοι καὶ διὰ τοῦτο οὐ κατέχουσι τὸν λαγῶ· αἱ χαροποὶ δὲ καὶ μυωποὶ χείρω τὰ ὄμματα ἔχουσιν· αἱ ἄμορφοι δὲ καὶ αἰσχραὶ ὁρᾶσθαι· αἱ δὲ σκληραὶ τὰ εἴδη χαλεπῶς ἀπὸ τῶν κυνηγεσίων ἀπαλλάττουσι·1 πονεῖν δὲ ἀδύνατοι αἱ ἀσθενεῖς καὶ αἱ ψιλαί· αἱ δὲ ὑψηλαὶ καὶ αἱ ἀσύμμετροι ἀσύντακτα ἔχουσαι τὰ σώματα βαρέως διαφοιτῶσιν· αἱ ἄψυχοι δὲ καὶ λείπουσι τὰ ἔργα καὶ ἀφίστανται καὶ ὑποφεύγουσι τὸν ἥλιον ὑπὸ τὰς σκιὰς καὶ κατακλίνονται· αἱ δὲ ἄρρινες μόλις καὶ ὀλιγάκις αἰσθάνονται τοῦ λαγῶ· αἱ δὲ ἄποδες οὐδʼ ἂν ὦσιν εὔψυχοι τοὺς πόνους δύνανται ἀνέχεσθαι, ἀλλʼ ἀπαγορεύουσι διὰ τὸ ἄλγος τῶν ποδῶν.

矮小的犬因其矮小而常常无法胜任工作;钩鼻的犬口闭不紧,因而咬不住野兔;青灰眼与近视的犬视力较差;体形丑陋的看去亦令人不悦;体格僵硬的从狩猎中归来往往疲困受损;虚弱与毛稀的无法忍受劳苦;腿长与不成比例的因身形松散而步履笨重地游走;懦弱的则抛弃工作、退避退缩、躲开烈日逃入阴凉处躺卧;嗅觉迟钝的很难且极少能察觉野兔;脚掌不良的纵然勇敢亦无法承受辛劳,反因足痛而放弃任事。

§3.4

εἰσὶ δὲ καὶ τῆς ἰχνεύσεως πολλοὶ τρόποι ἐκ τῶν αὐτῶν κυνῶν· αἱ μὲν γὰρ ἐπειδὰν λάβωσι τὰ ἴχνη, πορεύονται ἀσήμως ὥστε μὴ γιγνώσκεσθαι ὅτι ἰχνεύουσιν, αἱ δὲ τὰ ὦτα μόνον διακινοῦσι, τὴν δὲ οὐρὰν ἡσυχῇ ἔχουσιν, αἱ δὲ τὰ ὦτα μὲν ἀκίνητα ἔχουσιν, ἄκραν δὲ τὴν οὐρὰν σείουσιν.

即使在同一犬种中,追踪踪迹的方式也千差万别:有些犬一旦获得足迹便无声无息地前进,以致让人无法察觉它们正在追踪;有些只摆动双耳而尾巴保持静止;有些双耳不动,只摇动尾尖。

§3.5

ἄλλαι δὲ συνάγουσι τὰ ὦτα καὶ ἐπισκυθρωπάσασαι διὰ τοῦ ἴχνους, σχάσασαι τὴν οὐρὰν καὶ φράξασαι διατρέχουσι· πολλαὶ δὲ τούτων μὲν οὐδὲν ποιοῦσι, μανικῶς δὲ περιφερόμεναι ὑλακτοῦσι περὶ τὰ ἴχνη, ὅτε δὲ εἰσπίπτουσιν εἰς αὐτά, ἀφρόνως καταπατοῦσαι τὰς αἰσθήσεις.

另有一些犬聚拢双耳,面容阴郁地沿足迹而行,垂夹着尾巴疾驰;但许多犬既不做这些,反而疯疯癫癫地乱转,在踪迹旁狂吠,一旦扑上足迹,便盲目地踩灭气味。

§3.6

εἰσὶ δὲ αἳ κύκλοις πολλοῖς χρώμεναι καὶ πλάνοις, ὑπολαμβάνουσαι ἐκ τοῦ πρόσω τὰ ἴχνη παραλείπουσι τὸν λαγῶ, ὁσάκις δʼ ἐπιτρέχουσι τὰ ἴχνη, εἰκάζουσι, προορώμεναι δὲ τὸν λαγῶ τρέμουσι καὶ οὐκ ἐπέρχονται πρὶν ἂν ἴδωσιν ὑποκινοῦντα.2

亦有一些犬兜着许多圈子游荡,凭空猜测前方的痕迹而错过了野兔;每逢踩中足迹便胡乱揣测,远远望见野兔便战栗发抖,直到见其挪动才敢上前。

§3.7

ὅσαι δὲ τὰ τῶν ἄλλων κυνῶν εὑρήματα ἐν ταῖς ἰχνείαις καὶ μεταδρομαῖς προθέουσαι θαμινὰ σκοποῦσιν, ἑαυταῖς ἀπίστως ἔχουσι· θρασεῖαι δʼ αἳ οὐκ ἐῶσι τῶν συνεργῶν τὰς σοφωτέρας εἰς τὸ πρόσθεν προιέναι, ἀλλʼ ἀνείργουσι θορυβοῦσαι· αἱ δὲ ἀσπαζόμεναι τὰ ψευδῆ καὶ ὑπερλαμπρυνόμεναι ἐφʼ ὅτῳ ἂν τύχωσι προάγουσι συνειδυῖαι ἑαυταῖς ὅτι ἐξαπατῶσιν·3 αἱ δʼ οὐκ εἰδυῖαι τὸ αὐτὸ ποιοῦσι ταύταις· φαῦλαι δὲ αἳ οὐκ ἀπαλλαττόμεναι ἐκ τῶν τριμμῶν τὰ ὀρθὰ οὐ γιγνώσκουσιν.

凡在追踪与追逐中抢先跑在前面、频频窥探其他犬只发现的,皆是对自身缺乏信心;那些不许同伴中更聪颖者前行、反而嘈杂喧闹予以阻挠的,则是鲁莽放肆;那些迎合虚假痕迹、对偶然遇上之物便大肆炫耀的犬,明知自己在欺骗却仍往前领跑;而那些不自知的犬也效仿它们这般做;凡不肯脱离践踏小道、辨认不出正确踪迹的,皆为下劣之犬。

§3.8

ὅσαι δὲ τῶν κυνῶν τὰ ἴχνη τὰ μὲν εὐναῖα ἀγνοοῦσι, τὰ δὲ δρομαῖα ταχὺ διατρέχουσιν, οὐκ εἰσὶ γνήσιαι· διώκουσι δὲ αἱ μὲν ἀρχόμεναι σφόδρα, διὰ δὲ μαλακίαν ἀνιᾶσιν, αἱ δὲ ὑποθέουσιν, εἶτα ἁμαρτάνουσιν, ἕτεραι δὲ ἀνοήτως ἐμπίπτουσαι εἰς τὰς ὁδοὺς ἁμαρτάνουσι, τὸ ἀνήκουστον πολὺ ἔχουσαι.

凡对卧伏窝巢的足迹一无所知、只顾飞奔穿过奔逃足迹的犬,皆非良种;在追逐中,有的起步极猛,却因软弱而半途懈怠;有的抢先飞奔随后走脱;另有一些盲目冲上大路而失误,身上带着极大的不驯性。

§3.9

πολλαὶ δὲ τὰ διώγματα ἀφιεῖσαι ἐπανέρχονται διὰ τὸ μισόθηρον, πολλαὶ δὲ διὰ τὸ φιλάνθρωπον· αἱ δʼ ἐκ τῶν ἰχνῶν κεκλαγγυῖαι4 ἐξαπατᾶν πειρῶνται, ἀληθῆ τὰ ψευδῆ ποιούμεναι.

许多犬放弃追逐返回,是因厌恶猎物;许多犬返回,则是出于依恋人类;有些犬脱离足迹乱吠以图欺骗,把虚假粉饰为真实。

§3.10

εἰσὶ δὲ αἳ τοῦτο μὲν οὐ ποιοῦσι, μεταξὺ δὲ θέουσαι ἄν ποθεν ἀκούσωσι κραυγῆς, καταλείπουσαι τὰ αὑτῶν ἔργα ἀπρονοήτως ἐπὶ τοῦτο φέρονται· μεταθέουσι δὲ αἱ μὲν ἀσαφῶς, αἱ δὲ πολὺ ὑπολαμβάνουσαι, δοξάζουσαι δὲ ἑτέρως· αἱ δὲ πεπλασμένως, φθονερῶς δὲ ἄλλαι ἐκκυνοῦσι παρὰ τὸ ἴχνος διὰ τέλους συμπεριφερόμεναι.

有些犬虽不如此,但在奔跑途中若听闻别处有呼喊,便丢下自己的工作不顾一切朝那里奔去;在追奔时,有的追踪模糊不清,有的凭空假设过多,有的判断走样;有的虚与应付,有的出于妒忌而在足迹旁横冲直撞,自始至终狂躁随行。

§3.11

τὰ μὲν οὖν πλεῖστα τούτων φύσει ἔχουσι, τὰ δὲ ἠγμέναι ἀνεπιστημόνως δύσχρηστοί εἰσιν· αἱ τοιαῦται μὲν οὖν κύνες ἀποτρέψειαν ἂν τοὺς ἐπιθυμοῦντας κυνηγεσίων. οἵας δὲ δεῖ εἶναι τοῦ αὐτοῦ γένους τά τε εἴδη καὶ τὰ ἄλλα φράσω.

这些毛病大多系天生而来,其余方面则因训导不得法而难堪大用。此类猎犬定会使向往狩猎者望而却步。至于同一品种中应当具备何种体格与其他特征,我将在后文予以说明。

语法注4 条
  1. 3.3αἱ δὲ σκληραὶ τὰ εἴδη χαλεπῶς ἀπὸ τῶν κυνηγεσίων ἀπαλλάττουσι

    τὰ εἴδη 是关系宾格(限定宾格),限定形容词 σκληραί(僵硬的、过分坚硬的)的范围为“在体态/体型上”。动词 ἀπαλλάττουσι 与介词 ἀπό 连用作不及物用法,意为“从(狩猎中)脱身、复原”。

  2. 3.6πρὶν ἂν ἴδωσιν ὑποκινοῦντα

    由否定主句(οὐκ ἐπέρχονται)引出的 πρὶν ἄν 搭配虚拟式(ἴδωσιν)的时间从句,表示“直到……才上前”。现在分词 ὑποκινοῦντα 的逻辑主语(宾格)在句中未重复出现,承前省略了 τὸν λαγῶ(野兔)。

  3. 3.7συνειδυῖαι ἑαυταῖς ὅτι ἐξαπατῶσιν

    动词 σύνοιδα 与反身代词与格(ἑαυταῖς)及 ὅτι 从句连用,构成表示“自知自己在欺骗”的习用结构。此处与后文的 αἱ δʼ οὐκ εἰδυῖαι(不自知者)形成鲜明对照,区分了明知故犯与无知附和的两种犬。

  4. 3.9αἱ δʼ ἐκ τῶν ἰχνῶν κεκλαγγυῖαι

    介词短语 ἐκ τῶν ἰχνῶν 修饰完成时分词 κεκλαγγυῖαι(吠叫),表示偏离或脱离(“脱离足迹/在没有痕迹之处吠叫”),描述猎犬在无足迹处乱吠以虚假制造发现猎物迹象的恶癖。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg014.humanitext-grc2:3.1-3.11