- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg014.humanitext-grc2:2.1-2.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者主张青年应投身狩猎训练,并具体指出了守网人应具备的条件,以及三种狩猎用网、支架等工具的规格与使用方法。
πρῶτον μὲν οὖν χρὴ ἐλθεῖν ἐπὶ τὸ ἐπιτήδευμα τὸ τῶν κυνηγεσίων τὸν ἤδη ἐκ παιδὸς ἀλλάττοντα τὴν ἡλικίαν, εἶτα δὲ καὶ ἐπὶ τὰ ἄλλα παιδεύματα, σκεψάμενον τὴν οὐσίαν, ᾧ μὲν ἔστιν ἱκανή, ἀξίως τῆς αὑτοῦ ὠφελείας, ᾧ δὲ μὴ ἔστιν, ἀλλʼ οὖν τήν γε προθυμίαν παρεχέσθω1 μηδὲν ἐλλείπων τῆς ἑαυτοῦ δυνάμεως.
因此,首先,凡正从童年跨入青年期的人,都应当投身于狩猎的操练,继而投身于其他诸项教育,且要权衡自己的财产:财产充裕者,当以配得上自身所得益处的方式去行;财产不足者,也至少当拿出热情,在自己能力所及的范围内毫无欠缺。
ὅσα δὲ καὶ οἷα δεῖ παρεσκευασμένον ἐλθεῖν ἐπʼ αὐτὸ φράσω καὶ αὐτὰ καὶ τὴν ἐπιστήμην ἑκάστου, ἵνα προειδὼς ἐγχειρῇ τῷ ἔργῳ. καὶ μηδεὶς αὐτὰ φαῦλα νομισάτω εἶναι· ἄνευ γὰρ δὴ τούτων οὐκ ἂν εἴη πρᾶξις.
至于应当备齐何物、备齐何种器具来从事此业,我将详细说明器具本身及其各自的运用知识,以便让人能先知其道再着手其事。任何人都不应认为这些是微不足道之事;因为若无这些,便根本谈不上任何成效。
χρὴ δὲ τὸν μὲν ἀρκυωρὸν εἶναι ἐπιθυμοῦντα τοῦ ἔργου καὶ τὴν φωνὴν Ἕλληνα, τὴν δὲ ἡλικίαν περὶ ἔτη εἴκοσι, τὸ δὲ εἶδος ἐλαφρόν, ἰσχυρόν, ψυχὴν δὲ ἱκανόν, ἵνα τῶν πόνων τούτοις κρατῶν χαίρῃ τῷ ἔργῳ·
守网人应当热爱这项工作,通晓希腊语,年约二十岁,体态轻盈、体格强健,精神饱满坚韧,以便凭借这些品质克服辛劳,乐于任事。
τὰς δὲ ἄρκυς Φασιανοῦ ἢ Καρχηδονίου λεπτοῦ λίνου καὶ τὰ ἐνόδια καὶ τὰ δίκτυα. ἔστωσαν δὲ αἱ μὲν ἄρκυς ἐννεάλινοι ἐκ τριῶν τόνων, ἕκαστος δὲ τόνος ἐκ τριῶν λίνων, τὸ δὲ μέγεθος πεντεσπίθαμοι, διπάλαστοι δὲ τοὺς βρόχους, περικείσθωσαν δὲ τοὺς περιδρόμους ἀναμμάτους,2 ἵνα εὔτροχοι ὦσι, τὰ δʼ ἐνόδια δωδεκάλινα, τὰ δὲ δίκτυα ἑκκαιδεκάλινα, τὸ δὲ μέγεθος τὰ μὲν ἐνόδια διώρυγα, τριώρυγα, τετρώρυγα, πεντώρυγα, τὰ δὲ δίκτυα δεκώρυγα, εἰκοσώρυγα, τριακοντώρυγα· ἐὰν δὲ ᾖ μείζω, δυσμεταχείριστα ἔσται· ἀμφότερα δὲ τριακονθάμματα, καὶ τῶν βρόχων τὸ διάστημα ἴσον ταῖς ἄρκυσιν.
至于套网、道网和大网,均应以法西斯或迦太基的细麻织成。套网当为三股九线,每股由三根麻线搓成,高度为五拃,网孔为两掌宽,周围套穿的抽绳当不结绳结,以便抽拉顺畅;道网当为十二线,大网当为十六线;在尺寸上,道网为两噚、三噚、四噚、五噚,大网为十噚、二十噚、三十噚——若再大便难于操控;两者均当有三十个绳结,网孔间距与套网相同。
ἐν δὲ τοῖς ἀκρωλενίοις τὰ μὲν ἐνόδια ἐχέτω μαστούς, τὰ δὲ δίκτυα δακτυλίους, τοὺς δὲ περιδρόμους ἀπὸ στροφείων.
在网角处,道网当有套耳,大网当有环扣,抽绳当自转环穿过。
αἱ δὲ σχαλίδες αἱ μὲν τῶν ἀρκύων τὸ μῆκος δέκα παλαιστῶν, ἔστωσαν δὲ καὶ ἐλάττους· αἱ μὲν ἄνισοι αὐτῶν ἐν τοῖς ἑτεροκλινέσι τῶν χωρίων, ἵνα ἴσα τὰ ὕψη ἐξαίρωσιν, ἐν δὲ τοῖς ὁμαλέσιν αἱ ἴσαι· αὗται δʼ εὐπερίσπαστοι τὰ ἄκρα καὶ λεῖαι· αἱ δὲ τῶν ἐνοδίων τῶν ἀρκύων διπλάσιαι, αἱ δὲ τῶν δικτύων τὸ μὲν μέγεθος πεντεσπίθαμοι, δίκρα ἔχουσαι μικρά, τὰ ἐντμήματα μὴ βαθέα· εὐπαγεῖς δὲ πᾶσαι καὶ μὴ ἀσύμμετροι τὰ πάχη πρὸς τὰ μήκη.
至于支架,套网支架长十掌,亦可稍短;其中长短不一者用于斜坡地势,以便将高度撑起至平齐,平地则用等长者;这些支架当顶端易于脱出,而且光滑。道网支架的长当为套网支架的两倍;大网支架长五拃,带有小叉枝,凹槽不可过深;所有支架皆须结实,粗细与长度须相称。
τῷ δὲ πλήθει τῶν σχαλίδων οἷόν τʼ ἐστὶ χρῆσθαι πρὸς τὰ δίκτυα πολλῷ καὶ ὀλίγῳ· ἐλάττονι μέν, ἂν σφόδρα τείνηται ἐν τῇ στάσει, πλέονι δʼ, ἂν ἡσυχῇ.
至于支架的数量,对大网而言既可用多,亦可用少:若在架设时绷得极紧,则可用较少;若松弛,则当用较多。
ἔστω δὲ καὶ ἐν ὅτῳ ἔσονται αἱ ἄρκυς καὶ τὰ ἐνόδια καὶ τὰ δίκτυα κυνοῦχος μόσχειος, καὶ τὰ δρέπανα, ἵνα ᾖ τῆς ὕλης τέμνοντα φράττειν τὰ δεόμενα.3
此外还当备有装盛套网、道网和大网的小牛皮网袋,以及镰刀,以便能够砍伐灌木封堵需要封堵之处。
- 2.1ᾧ μὲν ἔστιν ἱκανή... ᾧ δὲ μὴ ἔστιν, ἀλλʼ οὖν τήν γε προθυμίαν παρεχέσθω
关系代词 ᾧ(无先行词的与格)构成了条件式的二分对比结构(“对拥有充足财产者而言……,对不充足者而言……”)。前半句承接前文 χρὴ ἐλθεῖν 所统领的不定式结构,后半句则通过转折连词 ἀλλʼ οὖν 直接转为第三人称命令式 παρεχέσθω,属于破格句法(anacoluthon)。
- 2.4περικείσθωσαν δὲ τοὺς περιδρόμους ἀναμμάτους
第三人称复数命令式 περικείσθωσαν(在此作中动态或被动态,意为“使……环绕于身”)直接统领宾格 τοὺς περιδρόμους。形容词 ἀναμμάτους 作谓语性修饰(“处于无结状态”)。
- 2.9ἵνα ᾖ τῆς ὕλης τέμνοντα φράττειν τὰ δεόμενα
此处 ᾖ 作无人称用法,相当于 ἔξεστι(“得以”、“有可能”),统领不定式 φράττειν;分词 τέμνοντα 采取阳性单数宾格,与不定式隐含的泛指逻辑主语一致,并支配部分属格 τῆς ὕλης(“砍伐林木的一部分”)。
