← 色诺芬

论狩猎

§1.1-1.18

喀戎门下的英雄与狩猎的劝勉

列举了在喀戎门下学习由阿波罗与阿耳忒弥斯所赐狩猎之术的诸位英雄及其卓越功绩,并以此劝勉青年重视狩猎与教养。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

τὸ μὲν εὕρημα θεῶν, Ἀπόλλωνος καὶ Ἀρτέμιδος, ἄγραι καὶ κύνες·1 ἔδοσαν δὲ καὶ ἐτίμησαν τούτῳ Χείρωνα διὰ δικαιότητα.

狩猎与猎犬乃是神明阿波罗与阿耳忒弥斯的发明;神明赐予了它们,并因喀戎的正义而以此赏赐了他。

§1.2

ὁ δὲ λαβὼν ἐχάρη τῷ δώρῳ καὶ ἐχρῆτο· καὶ ἐγένοντο αὐτῷ μαθηταὶ κυνηγεσίων τε καὶ ἑτέρων καλῶν Κέφαλος, Ἀσκληπιός, Μειλανίων, Μέστωρ, Ἀμφιάραος, Πηλεύς, Τελαμών, Μελέαγρος, Θησεύς, Ἱππόλυτος, Παλαμήδης, Μενεσθεύς, Ὀδυσσεύς, Διομήδης, Κάστωρ, Πολυδεύκης, Μαχάων, Ποδαλείριος, Ἀντίλοχος, Αἰνείας, Ἀχιλλεύς, ὧν κατὰ χρόνον ἕκαστος ὑπὸ θεῶν ἐτιμήθη.

喀戎接受后因这份赐物而喜悦,并加以运用;成为他在狩猎以及其他美好技艺上的弟子的,有刻法罗斯、阿斯克勒庇俄斯、梅拉尼翁、涅斯托尔、安菲阿剌俄斯、珀琉斯、忒拉蒙、墨勒阿革洛斯、忒修斯、希波吕托斯、帕拉墨得斯、墨涅斯透斯、奥德修斯、狄俄墨得斯、卡斯托耳、波吕丢刻斯、玛卡翁、珀达利里俄斯、安提罗科斯、埃涅阿斯、阿喀琉斯,他们每个人在各自的时代都受到了神明的荣耀。

§1.3

θαυμαζέτω δὲ μηδεὶς ὅτι οἱ πολλοὶ αὐτῶν ἀρέσκοντες θεοῖς ὅμως ἐτελεύτησαν· τοῦτο μὲν γὰρ ἡ φύσις· ἀλλʼ οἱ ἔπαινοι αὐτῶν μεγάλοι ἐγένοντο· μηδὲ ὅτι οὐχ αἱ αὐταὶ ἡλικίαι πᾶσι τούτοις· ὁ γὰρ Χείρωνος βίος πᾶσιν ἐξήρκει. Ζεὺς γὰρ καὶ Χείρων ἀδελφοὶ πατρὸς μὲν τοῦ αὐτοῦ, μητρὸς δὲ ὁ μὲν Ῥέας, ὁ δὲ Ναΐδος νύμφης· ὥστε ἐγεγόνει μὲν Χείρων πρότερος τούτων, ἐτελεύτησε δὲ ὕστερος, ἐπεὶ Ἀχιλλέα ἐπαίδευσεν.

任何人都不应奇怪,他们中的大多数人虽然讨神喜悦,却仍然走到了生命的终点;因为这是自然的规律;然而对他们的赞颂却是伟大的。任何人也不应奇怪,他们并不属于同一时代;因为喀戎的寿命足以涵盖他们所有人。因为宙斯与喀戎乃是同父异母的兄弟,母亲一位是瑞亚,另一位是水泽神女奈伊斯;因此喀戎出生在他们之前,而死于他们之后,因为他教导了阿喀琉斯。

§1.5

ἐκ δὲ τῆς ἐπιμελείας τῆς τῶν κυνῶν καὶ κυνηγεσίων καὶ ἐκ τῆς ἄλλης παιδείας πολὺ διενεγκόντες τὰ κατὰ τὴν ἀρετὴν ἐθαυμάσθησαν.

由于对猎犬和狩猎的用心,以及来自其他的教导,他们在德行诸事上大大超拔群伦,赢得了赞叹。

§1.6

Κέφαλος μὲν ὑπὸ θεᾶς ἡρπάσθη, Ἀσκληπιὸς δὲ καὶ μειζόνων ἔτυχεν, ἀνιστάναι μὲν τεθνεῶτας, νοσοῦντας δὲ ἰᾶσθαι· διὰ δὲ ταῦτα θεὸς ὣς παρʼ ἀνθρώποις ἀείμνηστον κλέος ἔχει.

刻法罗斯被一位女神掠走;阿斯克勒庇俄斯则获得了更伟大的事迹,使死者复生、医治病者;正因这些事,他在人类中如神一般享有永世难忘的荣名。

§1.7

Μειλανίων δὲ τοσοῦτον ὑπερέσχε φιλοπονίᾳ, ὥστε ὧν αὐτῷ ἀντερασταὶ ἐγένοντο οἱ τότε ἄριστοι τῶν τότε μεγίστων γάμων μόνος ἔτυχεν Ἀταλάντης.2 Νέστορος δὲ προδιελήλυθεν ἡ ἀρετὴ τῶν Ἑλλήνων τὰς ἀκοάς, ὥστε εἰδόσιν ἂν λέγοιμι.

梅拉尼翁在勤勉上如此出众,以至于在当时的英杰都成为他的情敌的当时最伟大的婚事中,唯独他赢得了阿塔兰忒。至于涅斯托尔的美德,早已传入希腊人的耳中,因此我若再说,便是对知者多言了。

§1.8

Ἀμφιάραος δὲ ὅτʼ ἐπὶ Θήβας ἐστράτευσε, πλεῖστον κτησάμενος ἔπαινον ἔτυχε παρὰ θεῶν ἀείζως τιμᾶσθαι. Πηλεὺς δʼ ἐπιθυμίαν παρέσχε καὶ θεοῖς δοῦναι τε Θέτιν αὐτῷ καὶ τὸν γάμον παρὰ Χείρωνι ὑμνῆσαι.

安菲阿剌俄斯出征底比斯时,赢得了极大的赞誉,获蒙神明赏赐作为永生之人受人尊崇。珀琉斯甚至让神明也生出愿望,将忒提斯赐予他,并在喀戎处歌咏他们的婚礼。

§1.9

Τελαμὼν δὲ τοσοῦτος ἐγένετο, ὥστʼ ἐκ μὲν πόλεως τῆς μεγίστης ἣν αὐτὸς ἐβούλετο γῆμαι Περίβοιαν τὴν Ἀλκάθου· ὅτε δὲ ὁ πρῶτος τῶν Ἑλλήνων ἐδίδου τἀριστεῖα Ἡρακλῆς ὁ Διός, ἑλὼν Τροίαν, Ἡσιόνην αὐτῷ ἔδωκεν.

忒拉蒙变得如此伟大,以至于他从最伟大的城邦娶到了自己想娶的阿尔卡托俄斯之女佩里博亚;当希腊第一人、宙斯之子赫拉克勒斯攻克特洛伊分发战功赏赐时,将赫西俄涅赐给了他。

§1.10

Μελέαγρος δὲ τὰς μὲν τιμὰς ἃς ἔλαβε φανεραί· πατρὸς δʼ ἐν γήρᾳ ἐπιλανθανομένου τῆς θεοῦ οὐχ ὑπὸ τῆς αὑτοῦ αἰτίας ἐδυστύχησε. Θησεὺς δὲ τοὺς μὲν τῆς Ἑλλάδος ἐχθροὺς πάσης μόνος ἀπώλεσε· τὴν δʼ αὑτοῦ πατρίδα πολὺ μείζω ποιήσας ἔτι καὶ νῦν θαυμάζεται.

墨勒阿革洛斯所获得的荣耀显而易见;当他的父亲年迈而遗忘女神时,他遭遇不幸并非出自他自身的过错。忒修斯独自铲除了全希腊的敌人,使自己的城邦变得更加伟大,至今仍受人赞叹。

§1.11

Ἱππόλυτος δὲ ὑπὸ μὲν τῆς Ἀρτέμιδος ἐτιμᾶτο καὶ ἐν λόγοις συνῆν, σωφροσύνῃ δὲ καὶ ὁσιότητι μακαρισθεὶς ἐτελεύτησε. Παλαμήδης δὲ ἕως μὲν περιῆν πάντων τῶν ἐφʼ ἑαυτοῦ ὑπερέσχε σοφίᾳ. ἀποθανὼν δὲ ἀδίκως τοσαύτης ἔτυχε τιμωρίας ὑπὸ θεῶν, ὅσης οὐδεὶς ἄλλος ἀνθρώπων. ἐτελεύτησε δὲ οὐχ ὑφʼ ὧν οἴονταί τινες· οὐ γὰρ ἂν ἦν ὁ μὲν σχεδόν τι ἄριστος, ὁ δὲ ὅμοιος ἀγαθοῖς· κακοὶ δὲ ἔπραξαν τὸ ἔργον.3

希波吕托斯受到阿耳忒弥斯的尊崇并与她谈话,因克制与虔敬而被称赞为有福之人,以此终其一生。帕拉墨得斯在世时,在智慧上胜过了他同辈的所有人;在他不义地死去后,获得了神明〔替他进行的〕、其他任何人都未曾获得过的巨大复仇。他并非死于某些人所认为的那些人之手;因为若果真如此,其中一人本不会几乎是最优秀的,另一人也不会堪比善人;而是恶人犯下了这桩罪行。

§1.12

Μενεσθεὺς δὲ ἐκ τῆς ἐπιμελείας τῆς τῶν κυνηγεσίων τοσοῦτον ὑπερέβαλε φιλοπονίᾳ, ὥστε ὁμολογεῖται τοὺς τῶν Ἑλλήνων πρώτους ὑστέρους εἶναι τὰ εἰς τὸν πόλεμον ἐκείνου πλὴν Νέστορος· καὶ οὗτος οὐ προέχειν λέγεται, ἀλλὰ ἐρίζειν.

墨涅斯透斯因对狩猎的用心而在勤勉上如此卓绝,以至于人们公认希腊的领袖们除涅斯托尔之外,在军事诸事上都次于他;而涅斯托尔据传也并非超越他,而是与他相匹敌。

§1.13

Ὀδυσσεὺς δὲ καὶ Διομήδης λαμπροὶ μὲν καὶ καθʼ ἓν ἕκαστον, τὸ δὲ ὅλον αἴτιοι τοῦ Τροίαν ἁλῶναι. Κάστωρ δὲ καὶ Πολυδεύκης ὅσα ἐπεδείξαντο ἐν τῇ Ἑλλάδι τῶν παρὰ Χείρωνος διὰ τὸ ἀξίωμα τὸ ἐκ τούτων ἀθάνατοί εἰσι.

奥德修斯和狄俄墨得斯在每一具体事务上都英名赫赫,而总体上则是特洛伊陷落的主因。卡斯托耳和波吕丢刻斯在希腊展现了从喀戎那里学到的本领,因源于这些事迹的威严而获得了不朽。

§1.14

Μαχάων δὲ καὶ Ποδαλείριος παιδευθέντες τὰ αὐτὰ ἐγένοντο καὶ τέχνας καὶ λόγους καὶ πολέμους ἀγαθοί. Ἀντίλοχος δὲ τοῦ πατρὸς ὑπεραποθανὼν τοσαύτης ἔτυχεν εὐκλείας, ὥστε μόνος φιλοπάτωρ παρὰ τοῖς Ἕλλησιν ἀναγορευθῆναι.

玛卡翁和珀达利里俄斯受过同样的教育,在技艺、言论和战事上都成为卓越之辈。安提罗科斯因代替父亲赴死而获得了极大的美名,以至于在希腊人中唯独他被冠以孝子之称。

§1.15

Αἰνείας δὲ σώσας μὲν τοὺς πατρῴους καὶ μητρῴους θεούς, σώσας δὲ καὶ αὐτὸν τὸν πατέρα, δόξαν εὐσεβείας ἐξηνέγκατο, ὥστε καὶ οἱ πολέμιοι μόνῳ ἐκείνῳ ὧν ἐκράτησαν ἐν Τροίᾳ ἔδοσαν μὴ συληθῆναι.4

埃涅阿斯因拯救了父系与母系的神明,并拯救了父亲本人,赢得了虔敬的名声,以至于连敌人在特洛伊所征服的人中,唯独允许他不受掠夺。

§1.16

Ἀχιλλεὺς δʼ ἐν ταύτῃ τῇ παιδείᾳ τραφεὶς οὕτω καλὰ καὶ μεγάλα μνημεῖα παρέδωκεν, ὥστε οὔτε λέγων οὔτʼ ἀκούων περὶ ἐκείνου οὐδεὶς ἀπαγορεύει.

阿喀琉斯在这套教养中成长,留下了如此美好而伟大的功绩纪念,以至于谈论或聆听关于他之事的人,无一人会感到厌倦。

§1.17

οὗτοι δὲ τοιοῦτοι ἐγένοντο ἐκ τῆς ἐπιμελείας τῆς παρὰ Χείρωνος, ἧς οἱ μὲν ἀγαθοὶ ἔτι καὶ νῦν ἐρῶσιν, οἱ δὲ κακοὶ φθονοῦσιν, ὥστʼ ἐν μὲν τῇ Ἑλλάδι εἴ τῳ συμφοραὶ ἐγίγνοντο ἢ πόλει ἢ βασιλεῖ, ἐλύοντο διʼ αὐτούς· εἰ δὲ πρὸς τοὺς βαρβάρους πάντας πάσῃ τῇ Ἑλλάδι νεῖκος ἢ πόλεμος ἦν, διὰ τούτους οἱ Ἕλληνες ἐκράτουν, ὥστε ἀνίκητον τὴν Ἑλλάδα παρέχεσθαι.

这些人之所以成为这般人物,乃是出于喀戎身边的教导,善人至今仍热爱这种教导,而恶人则心生嫉妒;因此在希腊,若有城邦或国王遭遇灾祸,便因他们而得以解除;若是全希腊面临对抗所有异族的争端或战争,希腊人便因他们而获胜,从而使希腊立于不败之地。

§1.18

ἐγὼ μὲν οὖν παραινῶ τοῖς νέοις μὴ καταφρονεῖν κυνηγεσίων μηδὲ τῆς ἄλλης παιδείας· ἐκ τούτων γὰρ γίγνονται τὰ εἰς τὸν πόλεμον ἀγαθοὶ καὶ τὰ ἄλλα ἐξ ὧν ἀνάγκη καλῶς νοεῖν καὶ λέγειν καὶ πράττειν.

因此我劝勉青年人不要蔑视狩猎,也不要轻视其余的教育;因为正是由此,人们才成为在战事上卓越的人,以及在必然由此而妥善思考、言说和行事的其他事务上优秀的人。

语法注4 条
  1. 1.1τὸ μὲν εὕρημα θεῶν, Ἀπόλλωνος καὶ Ἀρτέμιδος, ἄγραι καὶ κύνες

    省略系动词 ἐστί 的名词句。主语为后置的 ἄγραι καὶ κύνες(狩猎与猎犬),τὸ εὕρημα θεῶν 作为表语前置(神明的发明)。Ἀπόλλωνος καὶ Ἀρτέμιδος 是 θεῶν 的同位语。

  2. 1.7ὥστε ὧν αὐτῷ ἀντερασταὶ ἐγένοντο οἱ τότε ἄριστοι τῶν τότε μεγίστων γάμων μόνος ἔτυχεν Ἀταλάντης

    关系代词 ὧν 的先行词与 γάμων 关联,在从句中表示竞逐对象(“当时最优秀之人为其情敌的那些婚事”)。主句的核心结构为 μόνος ἔτυχεν Ἀταλάντης τῶν τότε μεγίστων γάμων(在当时最伟大的婚事中,他独自赢得了阿塔兰忒)。

  3. 1.11οὐ γὰρ ἂν ἦν ὁ μὲν σχεδόν τι ἄριστος, ὁ δὲ ὅμοιος ἀγαθοῖς· κακοὶ δὲ ἔπραξαν τὸ ἔργον

    由 ἄν + 未完成过去时 ἦν 构成的非真实条件句(与过去/当时事实相反)。意指如果凶手果真是传闻中的英雄(如奥德修斯等),“其中一人便不可能几乎是最优秀的,另一人也不可能堪比善人”。紧接着用直陈式 κακοὶ δὲ ἔπραξαν... 形成鲜明的现实对比。

  4. 1.15ὧν ἐκράτησαν ἐν Τροίᾳ ἔδοσαν μὴ συληθῆναι

    关系从句 ὧν ἐκράτησαν 省略了起部分属格作用的先行词 [τούτων](“在特洛伊所征服的人当中”)。动词 ἔδοσαν 意为“准许/给予特权”,接带否定词的被动不定式 μὴ συληθῆναι,其逻辑主语为与格 μόνῳ ἐκείνῳ(“唯独准许他一人免受劫掠”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg014.humanitext-grc2:1.1-1.18