← 色诺芬

论狩猎

§12.11-12.21

享乐的危害与追求德性的劳苦

作者论述了狩猎的磨砺既保全公共事业亦维护个人私产,并严厉批驳了那些因贪图享乐、畏惧劳苦而自取灭亡的人。他以喀戎门下的先贤为例,指出人们应当意识到不朽的德性在暗中注视着人类,从而甘受辛劳以成就德性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.11

εἰ οὖν οἱ φιλοκυνηγέται παρασκευάζουσιν αὑτοὺς τῇ πατρίδι χρησίμους εἶναι εἰς τὰ μέγιστα, οὐδʼ ἂν τὰ ἴδια ἀργοῖτο· σὺν γὰρ τῇ πόλει καὶ σῴζεται καὶ ἀπόλλυται τὰ οἰκεῖα ἑκάστου. ὥστε πρὸς τοῖς αὑτῶν καὶ τὰ τῶν ἄλλων ἰδιωτῶν οἱ τοιοῦτοι σῴζουσι.

因此,如果热爱狩猎者使自己能在最重大的事务上报效祖国,他们的私业也绝不会荒废;因为个人的家产是与城邦共存亡的。所以,这样的人除了自己的财产之外,连同其他普通公民的财产也一并拯救了。

§12.12

πολλοὶ δὲ ὑπὸ φθόνου ἀλόγιστοι τῶν ταῦτα λεγόντων αἱροῦνται διὰ τὴν αὑτῶν κακίαν ἀπολέσθαι μᾶλλον ἢ ἑτέρων ἀρετῇ σῴζεσθαι· αἱ γὰρ ἡδοναὶ αἱ πολλαὶ καὶ κακαί· ὧν ἡττώμενοι ἢ λέγειν ἢ πράττειν ἐπαίρονται τὰ χείρω.

然而,在说出这类论调的人当中,许多人因嫉妒而失去理智,宁愿因自己的恶劣而毁灭,也不愿凭借他人的德性得救;因为诱惑甚多且极有害,人们在被其制服时,便受驱使去言说或行出更恶劣之事。

§12.13

εἶτα ἐκ μὲν τῶν ματαίων λόγων ἔχθρας ἀναιροῦνται, ἐκ δὲ τῶν κακῶν ἔργων νόσους καὶ ζημίας καὶ θανάτους καὶ αὐτῶν καὶ παίδων καὶ φίλων, ἀναισθήτως μὲν τῶν κακῶν ἔχοντες, τῶν δὲ ἡδονῶν πλέον τῶν ἄλλων αἰσθανόμενοι, οἷς τίς ἂν χρήσαιτο εἰς πόλεως σωτηρίαν;

随后,他们从虚妄的言论中招致仇怨,从恶行中为自己、子女及朋友招来疾病、损失乃至死亡;他们对祸患麻木不仁,对享乐却比他人感知更甚,试问谁能任用这样的人来拯救城邦呢?

§12.14

τούτων μέντοι τῶν κακῶν οὐδεὶς ὅστις οὐκ ἀφέξεται1 ἐρασθεὶς ὧν ἐγὼ παραινῶ· παίδευσις γὰρ καλὴ διδάσκει χρῆσθαι νόμοις καὶ λέγειν περὶ τῶν δικαίων καὶ ἀκούειν.

然而,只要倾心于我所劝勉的事,就没有人不会远离这些祸患;因为良好的教育教导人们遵循法律,并对正义之事善于言说与倾听。

§12.15

οἱ μὲν οὖν παρασχόντες αὑτοὺς ἐπὶ τὸ ἀεί τι μοχθεῖν τε καὶ διδάσκεσθαι ἑαυτοῖς μὲν μαθήσεις καὶ μελέτας ἐπιπόνους ἔχουσι, σωτηρίαν δὲ ταῖς ἑαυτῶν πόλεσιν· οἱ δὲ μὴ θέλοντες διὰ τὸ ἐπίπονον διδάσκεσθαι, ἀλλὰ ἐν ἡδοναῖς ἀκαίροις διάγειν, φύσει οὗτοι κάκιστοι.

因此,那些委身于持续劳苦与受教的人,虽然使自己承受辛劳的学习与操练,却为自己的城邦带来了拯救;而那些因畏惧辛劳不愿受教、反倒沉溺于不合时宜的享乐之中的人,生性最为低劣。

§12.16

οὔτε γὰρ νόμοις οὔτε λόγοις ἀγαθοῖς πείθονται· οὐ γὰρ εὑρίσκουσι διὰ τὸ μὴ πονεῖν οἷον χρὴ τὸν ἀγαθὸν εἶναι· ὥστε οὔτε θεοσεβεῖς δύνανται εἶναι οὔτε σοφοί· τῷ δὲ ἀπαιδεύτῳ χρώμενοι πολλὰ ἐπιτιμῶσι τοῖς πεπαιδευμένοις.

因为他们既不听从法律,也不听从善言;由于不经历劳苦,他们便无法领会一个善人应当具备怎样的品性。是以他们既不能虔敬,亦不能明智;反而凭借自身的蒙昧,对受过教养的人多加指责。

§12.17

διὰ μὲν οὖν τούτων οὐδὲν ἂν καλῶς ἔχοι· διὰ δὲ τῶν πονούντων ἅπασαι αἱ ὠφέλειαι τοῖς ἀνθρώποις ηὕρηνται· ἀμείνους οὖν οἱ θέλοντες πονεῖν.

所以,依靠这类人绝不可能有任何善果;而人类所有的益处,皆是由承受劳苦之人所开创的。因此,甘愿劳苦者更为优秀。

§12.18

καὶ τοῦτο ἐπιδέδεικται μεγάλῳ παραδείγματι· τῶν γὰρ παλαιοτέρων οἱ παρὰ Χείρωνι ὧν ἐπεμνήσθην νέοι ὄντες ἀρξάμενοι ἀπὸ τῶν κυνηγεσίων πολλὰ καὶ καλὰ ἔμαθον· ἐξ ὧν ἐγένετο αὐτοῖς μεγάλη ἀρετή, διʼ ἣν καὶ νῦν θαυμάζονται· ἧς ὅτι μὲν ἐρῶσιν ἅπαντες εὔδηλον, ὅτι δὲ διὰ πόνων ἔστι τυχεῖν αὐτῆς, οἱ πολλοὶ ἀφίστανται.2

这一点已由一个伟大的榜样所证实:在古人当中,我所提到的那些追随喀戎的人,自年轻时便从狩猎做起,学到了诸多美好的事物;他们由此获得了崇高的德性,即便在今天依然为人称道。显而易见,人人都渴望德性;但正因为唯有通过劳苦才能获得德性,大众往往退缩不前。

§12.19

τὸ μὲν γὰρ κατεργάσασθαι αὐτὴν ἄδηλον, οἱ δὲ πόνοι οἱ ἐν αὐτῇ ἐνόντες φανεροί. ἴσως μὲν οὖν, εἰ ἦν τὸ σῶμα αὐτῆς δῆλον, ἧττον ἂν ἠμέλουν3 οἱ ἄνθρωποι ἀρετῆς, εἰδότες ὅτι ὥσπερ αὐτοῖς ἐκείνη ἐμφανής ἐστιν, οὕτω καὶ αὐτοὶ ὑπʼ ἐκείνης ὁρῶνται.

因为成就德性难以察见,而蕴含其中的辛劳却是显而易见的。或许,倘若德性的形体清晰可见,人们便不会如此轻视德性,因为他们会懂得,正如同德性在他们眼前昭然若揭一样,他们自身亦被德性所注视。

§12.20

ὅταν μὲν γάρ τις ὁρᾶται ὑπὸ τοῦ ἐρωμένου, ἅπας ἑαυτοῦ ἐστι βελτίων4 καὶ οὔτε λέγει οὔτε ποιεῖ αἰσχρὰ οὐδὲ κακά, ἵνα μὴ ὀφθῇ ὑπʼ ἐκείνου.

诚然,每当有人被心爱之人注视时,每个人都会超越平时的自己,既不说也不做可耻与恶劣之事,以免被对方看见。

§12.21

ὑπὸ δὲ τῆς ἀρετῆς οὐκ οἰόμενοι ἐπισκοπεῖσθαι πολλὰ κακὰ καὶ αἰσχρὰ ἐναντίον ποιοῦσιν, ὅτι αὐτοὶ ἐκείνην οὐχ ὁρῶσιν· ἡ δὲ πανταχοῦ πάρεστι διὰ τὸ εἶναι ἀθάνατος καὶ τιμᾷ τοὺς περὶ αὐτὴν ἀγαθούς, τοὺς δὲ κακοὺς ἀτιμάζει. εἰ οὖν εἰδεῖεν τοῦτο, ὅτι θεᾶται αὐτούς, ἵεντο ἂν ἐπὶ τοὺς πόνους καὶ τὰς παιδεύσεις αἷς ἁλίσκεται μόλις, καὶ κατεργάζοιντο ἂν αὐτήν.

但人们并不认为自己处于德性的监察之下,仅仅因为自己看不见德性,便在它的面前做出许多恶劣与可耻的勾当。然而,德性因其不朽而无处不在,它尊崇致力于侍奉它的善人,贬抑恶人。因此,人们若深知德性正在注视着他们,便会奔向那些勉力方能捕获它的劳苦与训练,并最终成就德性。

语法注4 条
  1. 12.14οὐδεὶς ὅστις οὐκ ἀφέξεται

    短语 οὐδεὶς ὅστις οὐ 是主句代词 οὐδείς 与关系代词 ὅστις 融合而成的习语,表示强烈的肯定(“没有人不……”,“人人必定……”)。紧随其后的分词 ἐρασθείς 具有条件意味,整句意为“凡倾心于我所劝勉之事的人,必定会远离这些祸患”。

  2. 12.18ἧς ὅτι μὲν ἐρῶσιν ἅπαντες εὔδηλον, ὅτι δὲ διὰ πόνων ἔστι τυχεῖν αὐτῆς, οἱ πολλοὶ ἀφίστανται

    指代前文 ἀρετή 的关系代词 ἧς 被前置于两个并列的 ὅτι 从句之前(先取前置)。在前半句中,它作 ἐρῶσιν 的属格宾语;在后半句中,则由照应代词 αὐτῆς 作 τυχεῖν 的属格宾语以承接其含义。

  3. 12.19εἰ ἦν τὸ σῶμα αὐτῆς δῆλον, ἧττον ἂν ἠμέλουν

    由条件从句中的 εἰ 搭配未完成过去时直陈式(ἦν)与主句中的未完成过去时加 ἄν(ἠμέλουν ἄν)构成的现在与事实相反的虚拟语气(反事实条件句),意为“假使德性的形体现在是清晰可见的,人们便不至于像现在这样轻视德性”。

  4. 12.20ἅπας ἑαυτοῦ ἐστι βελτίων

    由比较级(βελτίων)支配的反身代词属格(ἑαυτοῦ)是古典希腊语的习用表达,表示与“平时的自己”或“以往的自己”作对比,意为“每个人都会超越常态下的自己,变得更加优秀”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg014.humanitext-grc2:12.11-12.21