- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg014.humanitext-grc2:12.1-12.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在结束了对具体狩猎技术的阐述后,作者论证了狩猎在体魄与品德方面带来的益处,特别是行军、守哨、战斗及败退反击等军事层面的巨大价值,并通过先祖立法的先例反驳了批评者,为主张青年人习猎提供了辩护。
περὶ μὲν αὐτῶν τῶν πράξεων τῶν ἐν τοῖς κυνηγεσίοις εἴρηται. ὠφελήσονται δʼ οἱ ἐπιθυμήσαντες τούτου τοῦ ἔργου πολλά· ὑγίειάν τε γὰρ τοῖς σώμασι παρασκευάζει καὶ ὁρᾶν καὶ ἀκούειν μᾶλλον, γηράσκειν δὲ ἧττον, τὰ δὲ πρὸς τὸν πόλεμον μάλιστα παιδεύει.
关于狩猎中的各项实际操作,已经叙述完毕。而那些渴望从事这一事业的人,将获益良多:因为它既能使身体强健,使视力与听力更为敏锐,延缓衰老,更最能为战事提供良好的训练。
πρῶτον μὲν γὰρ τὰ ὅπλα ὅταν ἔχοντες πορεύωνται ὁδοὺς χαλεπάς, οὐκ ἀπεροῦσιν· ἀνέξονται γὰρ τοὺς πόνους διὰ τὸ εἰθίσθαι μετὰ τούτων αἱρεῖν τὰ θηρία. ἔπειτα εὐνάζεσθαί τε σκληρῶς δυνατοὶ ἔσονται καὶ φύλακες εἶναι ἀγαθοὶ τοῦ ἐπιταττομένου.
首先,当他们携带武器走在艰难的道路上时,绝不会精疲力竭;因为他们习惯了携带这些武器去捕获野兽,所以能忍受劳苦。其次,他们能够在坚硬简陋之处寝宿,并能很好地守卫所分派的岗位。
ἐν δὲ ταῖς προσόδοις ταῖς πρὸς τοὺς πολεμίους ἅμα οἷοί τε ἔσονται ἐπιέναι καὶ τὰ παραγγελλόμενα ποιεῖν διὰ τὸ οὕτω καὶ αὐτοὶ αἱρεῖν τὰς ἄγρας. τεταγμένοι δὲ ἐν τῷ πρόσθεν οὐ λείψουσι τὰς τάξεις διὰ τὸ καρτερεῖν δύνασθαι.
而在向敌人发起进攻时,他们既能向前推进,又能同时执行下达的命令,因为他们自己捕获猎物时也是如此行事的。被部署在前列时,他们也不会脱离阵列,因为他们具有坚忍的能力。
ἐν φυγῇ δὲ τῶν πολεμίων ὀρθῶς καὶ ἀσφαλῶς διώξονται τοὺς ἐναντίους ἐν παντὶ χωρίῳ διὰ συνήθειαν. δυστυχήσαντος δὲ οἰκείου στρατοπέδου ἐν χωρίοις ὑλώδεσι καὶ ἀποκρήμνοις ἢ ἄλλως χαλεποῖς οἷοί τʼ ἔσονται καὶ αὐτοὶ σῴζεσθαι μὴ αἰσχρῶς καὶ ἑτέρους σῴζειν· ἡ γὰρ συνήθεια τοῦ ἔργου παρέξει αὐτοῖς πλέον τι εἰδέναι.
当敌人溃逃时,凭借对地形的熟稔,他们能在任何地域正确而安全地追击对手。倘若己方军队在草木丛生、陡峭或地形艰难之处遭受挫折,他们不仅能够体面地自救,还能拯救他人;因为对这一事业的熟稔将使他们掌握更多的见识。
καὶ ἤδη τινὲς τῶν τοιούτων πολλοῦ ὄχλου συμμάχων τρεφθέντος τῇ αὑτῶν εὐταξίᾳ καὶ θράσει διὰ δυσχωρίαν ἁμαρτόντας τοὺς πολεμίους νενικηκότας ἀναμαχόμενοι ἐτρέψαντο·1 ἀεὶ γὰρ ἔστι τοῖς τὰ σώματα καὶ τὰς ψυχὰς εὖ ἔχουσιν ἐγγὺς εἶναι τοῦ εὐτυχῆσαι.
以往就曾有这样的人,在盟友的大队人马溃败之际,凭借自身的严整纪律与果敢无畏,迎击那些虽已获胜却因地形险峻而失策的敌人,并将他们击溃;因为对于身心健硕的人来说,成功之机永远近在咫尺。
εἰδότες δὲ καὶ οἱ πρόγονοι ἡμῶν ὅτι ἐντεῦθεν ηὐτύχουν πρὸς τοὺς πολεμίους, ἐπιμέλειαν τῶν νέων ἐποιήσαντο· σπανίζοντες γὰρ καρπῶν τὸ ἐξ ἀρχῆς ἐνόμισαν ὅμως τοὺς κυνηγέτας μὴ κωλύειν διὰ μηδενὸς τῶν ἐπὶ τῇ γῇ φυομένων ἀγρεύειν·2 πρὸς δὲ τούτῳ μὴ νυκτερεύειν ἐντὸς πολλῶν σταδίων, ἵνα μὴ ἀφαιροῖντο τὰς θήρας αὐτῶν οἱ ἔχοντες ταύτην τὴν τέχνην.3 ἑώρων γὰρ ὅτι τῶν νεωτέρων ἡ ἡδονὴ μόνη αὕτη πλεῖστα ἀγαθὰ παρασκευάζει. σώφρονάς τε γὰρ ποιεῖ καὶ δικαίους διὰ τὸ ἐν τῇ ἀληθείᾳ παιδεύεσθαι.
我们的先祖同样深知,他们对抗敌人的成就正源于此,因而对年轻人的培养格外重视:起初他们即便匮乏粮谷,却依然规定不得阻止猎人穿越土地上生长的任何作物进行狩猎;此外,还规定不得在许多斯塔德的范围之内进行夜猎,以免掌握这项技艺的人夺走他们〔猎人〕的猎物。因为他们看到,在年轻人的诸种快乐中,唯有这一种能带来最多的益处。它通过让人在真实之中受教,使人变得节制而公正。
τά τε ἄλλα γὰρ καὶ τὰ τοῦ πολέμου διὰ τούτων εὐτυχοῦντες ᾐσθάνοντο· καὶ τῶν ἄλλων εἴ τι βούλονται ἐπιτηδεύειν καλῶν οὐδενὸς ἀποστερεῖ ὥσπερ ἕτεραι κακαὶ ἡδοναί, ἃς οὐ χρὴ μανθάνειν. ἐκ τῶν τοιούτων οὖν στρατιῶταί τε ἀγαθοὶ καὶ στρατηγοὶ γίγνονται.
因为他们体会到,无论在其他事务上还是在战争中,通过这些训练他们都能获致成功;而且狩猎绝不会妨碍他们去从事所向往的任何其他美好事业,这不同于人们不应染指的那些有害的快乐。因此,正是从这样的人当中造就了优秀的战士与将领。
ὧν γὰρ οἱ πόνοι τὰ μὲν αἰσχρὰ καὶ ὑβριστικὰ ἐκ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀφαιροῦνται, ἐπιθυμίαν δʼ ἀρετῆς ἐνηύξησαν, οὗτοι ἄριστοι· οὐ γὰρ ἂν περιίδοιεν οὔτε τὴν πόλιν τὴν ἑαυτῶν ἀδικουμένην οὔτε τὴν χώραν πάσχουσαν κακῶς.
凡是辛劳从其心灵与身体中祛除了可耻与骄横、并增进了其对德性之渴望的人,便是最优秀的人;因为他们绝不会坐视自己的城邦遭受不义,也不会坐视自己的乡土遭受摧残。
λέγουσι δέ τινες ὡς οὐ χρὴ ἐρᾶν κυνηγεσίων, ἵνα μὴ τῶν οἰκείων ἀμελῶσιν, οὐκ εἰδότες ὅτι οἱ τὰς πόλεις καὶ τοὺς φίλους εὖ ποιοῦντες πάντες τῶν οἰκείων ἐπιμελέστεροί εἰσιν.
然而有人却说,不应当热衷于狩猎,以免荒废家业;殊不知,凡是造福城邦与朋友的人,对自己家业的照料向来比旁人更加用心。
- 12.5πολλοῦ ὄχλου συμμάχων τρεφθέντος τῇ αὑτῶν εὐταξίᾳ καὶ θράσει διὰ δυσχωρίαν ἁμαρτόντας τοὺς πολεμίους νενικηκότας ἀναμαχόμενοι ἐτρέψαντο
本句的主干为 τινὲς(主语)... ἐτρέψαντο(谓语动词)。πολλοῦ ὄχλου συμμάχων τρεφθέντος 为属格独立结构(“当大批盟军溃败时”)。分词 ἁμαρτόντας(受 διὰ δυσχωρίαν 修饰)与 νενικηκότας 均为宾格,修饰名词 τοὺς πολεμίους,作主动词 ἐτρέψαντο 的直接宾语(“那些虽已获胜却因地形不利而失策的敌人”)。手段与格 τῇ αὑτῶν εὐταξίᾳ καὶ θράσει 修饰分词 ἀναμαχόμενοι(“重整反击”)或谓语动词 ἐτρέψαντο。
- 12.6σπανίζοντες γὰρ καρπῶν τὸ ἐξ ἀρχῆς ἐνόμισαν ὅμως τοὺς κυνηγέτας μὴ κωλύειν διὰ μηδενὸς τῶν ἐπὶ τῇ γῇ φυομένων ἀγρεύειν
ἐνόμισαν 在此处意为“立下习俗/立法规定”。其支配不定式结构 τοὺς κυνηγέτας μὴ κωλύειν ... ἀγρεύειν,其中 κωλύω 带宾格(τοὺς κυνηγέτας)及不定式(ἀγρεύειν),意为“不阻止猎人们去狩猎”。介词短语 διὰ μηδενὸς τῶν ἐπὶ τῇ γῇ φυομένων 表示空间上的穿行(“穿过土地上生长的任何作物”),依附于不定式 ἀγρεύειν。
- 12.7πρὸς δὲ τούτῳ μὴ νυκτερεύειν ἐντὸς πολλῶν σταδίων, ἵνα μὴ ἀφαιροῖντο τὰς θήρας αὐτῶν οἱ ἔχοντες ταύτην τὴν τέχνην
μὴ νυκτερεύειν 为承接前句 ἐνόμισαν 的不定式,表示法律或惯例的禁令(“规定不得夜猎”)。在 ἵνα 引导的目的从句中,主语倒装于句末:οἱ ἔχοντες ταύτην τὴν τέχνην(“掌握此项[夜猎]技艺的人”),中动语态动词 ἀφαιροῖντο 表主动意义(“夺走”),支配宾格 τὰς θήρας,而非反身的 αὐτῶν 指代前句的 τοὺς κυνηγέτας(“以免夺走他们[猎人]的猎物”)。
