← 色诺芬

论狩猎

§13.1-13.18

批判智者派与狩猎带来的真正美德

作者批判了所谓的智者以辞藻惑人谋利并误导青年,表明自己旨在传授培育美德的切实施见。通过将掠夺同胞的贪婪之徒与搏击野兽的猎人相对比,作者总结指出,狩猎这项受诸神喜爱的劳作能为男女带来真正的智慧与德性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.1

θαυμάζω δὲ τῶν σοφιστῶν καλουμένων ὅτι1 φασὶ μὲν ἐπʼ ἀρετὴν ἄγειν οἱ πολλοὶ τοὺς νέους, ἄγουσι δʼ ἐπὶ τοὐναντίον· οὔτε γὰρ ἄνδρα που ἑωράκαμεν ὅντινʼ οἱ νῦν σοφισταὶ ἀγαθὸν ἐποίησαν, οὔτε γράμματα παρέχονται ἐξ ὧν χρὴ ἀγαθοὺς γίγνεσθαι, ἀλλὰ περὶ μὲν τῶν ματαίων πολλὰ αὐτοῖς γέγραπται, ἀφʼ ὧν τοῖς νέοις αἱ μὲν ἡδοναὶ κεναί, ἀρετὴ δʼ οὐκ ἔνι· διατρίβειν δʼ ἄλλως παρέχει τοῖς ἐλπίσασί τι ἐξ αὐτῶν μαθήσεσθαι καὶ ἑτέρων κωλύει χρησίμων καὶ διδάσκει κακά.

我对所谓的智者们深感惊异,因为他们中的多数人声称引导青年走向德性,实际却将他们引向完全相反的方向。我们在任何地方都未曾见过现今的智者们造就了哪一个善人,他们也未曾提供能使人成为善人的著作。相反,他们写下了许多关于虚妄之事的著述,青年人从中获得的尽是空虚的享乐,而德性则绝无仅有;这让指望从他们那里学到点东西的人徒耗时光,妨碍他们从事其他有益之事,并传授恶劣的行径。

§13.3

μέμφομαι οὖν αὐτοῖς τὰ μὲν μεγάλα μειζόνως·2 περὶ δὲ ὧν γράφουσιν, ὅτι τὰ μὲν ῥήματα αὐτοῖς ἐζήτηται, γνῶμαι δὲ ὀρθῶς ἔχουσαι, αἷς ἂν παιδεύοιντο οἱ νεώτεροι ἐπʼ ἀρετήν, οὐδαμοῦ.

因此,我在重大的事情上对他们予以更严厉的责备。而就他们所写的内容而言,〔我责备他们〕是因为他们所追求的不过是言辞藻饰,而能够教育青年人走向德性的正确识见却杳无踪迹。

§13.4

ἐγὼ δὲ ἰδιώτης μέν εἰμι, οἶδα δὲ ὅτι κράτιστον μέν ἐστι παρὰ τῆς αὑτοῦ φύσεως τὸ ἀγαθὸν διδάσκεσθαι, δεύτερον δὲ παρὰ τῶν ἀληθῶς ἀγαθόν τι ἐπισταμένων μᾶλλον ἢ ὑπὸ τῶν ἐξαπατᾶν τέχνην ἐχόντων.

我本人虽只是一介凡夫,但我深知:从自身的天性中领受善的教导是最好的,退而求其次,则是向那些真正通晓善事的人学习,而不是向掌握欺骗伎俩的人求教。

§13.5

ἴσως οὖν τοῖς μὲν ὀνόμασιν οὐ σεσοφισμένως λέγω· οὐδὲ γὰρ ζητῶ τοῦτο· ὧν δὲ δέονται εἰς ἀρετὴν οἱ καλῶς πεπαιδευμένοι ὀρθῶς ἐγνωσμένα ζητῶ λέγειν· ὀνόματα μὲν γὰρ οὐκ ἂν παιδεύσειε, γνῶμαι δέ, εἰ καλῶς ἔχοιεν.

因此,在言辞上我的表达或许并不精巧——因为我并不追求这一点;但我所追求的,是讲出受过良好教育者为了德性所必需的正确判断;因为言辞本身并不能施教,唯有思想在正确的时候才能教育人。

§13.6

ψέγουσι δὲ καὶ ἄλλοι πολλοὶ τοὺς νῦν σοφιστὰς καὶ οὐ φιλοσόφους, ὅτι ἐν τοῖς ὀνόμασι σοφίζονται, οὐκ ἐν τοῖς νοήμασιν. οὐ λανθάνει δέ με ὅτι τὰ μὴ καλῶς καὶ ἑξῆς γεγραμμένα φήσει τις ἴσως τῶν τοιούτων οὐ καλῶς οὐδʼ ἑξῆς γεγράφθαι·3 ῥᾴδιον γὰρ ἔσται αὐτοῖς τὸ ταχὺ μὴ ὀρθῶς μέμψασθαι·

许多其他人同样谴责现今那些是智者而非哲学家的人,因为智者们只是在言辞上弄巧,而不是在思想上运用智慧。我也很清楚,像他们这样的人也许会指责说,凡写得不合其华美与次序的内容,都是未曾写好且杂乱无章的;因为草率且不公正地加以责难,对他们而言是轻而易举的。

§13.7

καίτοι γέγραπταί γε οὕτως, ἵνα ὀρθῶς ἔχῃ, καὶ μὴ σοφιστικοὺς ποιῇ ἀλλὰ σοφοὺς καὶ ἀγαθούς· οὐ γὰρ δοκεῖν αὐτὰ βούλομαι μᾶλλον ἢ εἶναι χρήσιμα, ἵνα ἀνεξέλεγκτα ᾖ εἰς ἀεί.

然而,如此著述正是为了合于正道,使人不是变得擅长诡辩,而是变得有智慧且善良;因为比起表面上看起来有用,我更希望这些内容实际上真正有用,从而永远立于不败之地。

§13.8

οἱ σοφισταὶ δʼ ἐπὶ τῷ ἐξαπατᾶν λέγουσι καὶ γράφουσιν ἐπὶ τῷ ἑαυτῶν κέρδει, καὶ οὐδένα οὐδὲν ὠφελοῦσιν· οὐδὲ γὰρ σοφὸς αὐτῶν ἐγένετο οὐδεὶς οὐδʼ ἔστιν, ἀλλὰ καὶ ἀρκεῖ ἑκάστῳ σοφιστὴν κληθῆναι, ὅ ἐστιν ὄνειδος παρά γε εὖ φρονοῦσι.

智者们为了欺骗而言说,为了自身的私利而著述,对任何人都没有任何益处;因为他们之中从未有人成为有智慧的人,如今亦然,但每个人只要被称为智者就心满意足了,而这在明智之人的眼里本是一种耻辱。

§13.9

τὰ μὲν οὖν τῶν σοφιστῶν παραγγέλματα παραινῶ φυλάττεσθαι, τὰ δὲ τῶν φιλοσόφων ἐνθυμήματα μὴ ἀτιμάζειν· οἱ μὲν γὰρ σοφισταὶ πλουσίους καὶ νέους θηρῶνται, οἱ δὲ φιλόσοφοι πᾶσι κοινοὶ καὶ φίλοι· τύχας δὲ ἀνδρῶν οὔτε τιμῶσιν οὔτε ἀτιμάζουσι.

因此,我劝告大家防备智者们的训令,不要贬抑哲学家的沉思;因为智者们猎取富人和青年,而哲学家则面向所有人并善待所有人,他们对人们的外在境遇既不逢迎也不鄙视。

§13.10

μὴ ζηλοῦν δὲ μηδὲ τοὺς ἐπὶ τὰς πλεονεξίας εἰκῇ ἰόντας, μήτʼ ἐπὶ τὰς ἰδίας μήτʼ ἐπὶ τὰς δημοσίας, ἐνθυμηθέντα ὅτι οἱ μὲν ἄριστοι αὐτῶν γιγνώσκονται μὲν ἐπὶ τὰ βελτίω ἐπίπονοι δέ εἰσιν, οἱ δὲ κακοὶ πάσχουσί τε κακῶς καὶ γιγνώσκονται ἐπὶ τὰ χείρω.

也不要羡慕那些无论是出于私人还是公众事务而盲目追求贪欲的人,应当意识到,他们当中最优秀的人虽然因向善而为人所知,却饱受劳苦,而恶劣的人则饱尝苦果,以更坏的恶名为人所知。

§13.11

τάς τε γὰρ τῶν ἰδιωτῶν οὐσίας ἀφαιρούμενοι καὶ τὰ τῆς πόλεως εἰς τὰς κοινὰς σωτηρίας ἀνωφελέστεροί εἰσι τῶν ἰδιωτῶν, τά τε σώματα πρὸς τὸν πόλεμον κάκιστα καὶ αἴσχιστα ἔχουσι πονεῖν οὐ δυνάμενοι. οἱ δὲ κυνηγέται εἰς τὸ κοινὸν τοῖς πολίταις καὶ τὰ σώματα καὶ τὰ κτήματα καλῶς ἔχοντα παρέχουσιν.

因为他们剥夺私人和城邦的财产,对于公共的拯救而言比普通人更为无用;由于无法承受劳苦,他们在战事上的身体状况最为恶劣和可耻。相反,猎人们则为了全体公民的共同福祉,将自己良好的体魄和财产奉献出来。

§13.12

ἔρχονται δὲ οἱ μὲν ἐπὶ τὰ θηρία, οἱ δʼ ἐπὶ τοὺς φίλους. εἶθʼ οἱ μὲν ἐπὶ τοὺς φίλους ἰόντες δύσκλειαν ἔχουσι παρὰ πᾶσιν, οἱ δὲ κυνηγέται ἐπὶ τὰ θηρία ἰόντες εὔκλειαν· ἑλόντες μὲν γὰρ πολέμια νικῶσι, μὴ ἑλόντες δὲ πρῶτον μὲν ὅτι πάσης τῆς πόλεως ἐχθροῖς ἐπιχειροῦσιν ἔπαινον ἔχουσιν, ἔπειτα ὅτι οὔτʼ ἐπʼ ἀνδρὸς βλάβῃ οὔτε φιλοκερδείᾳ ἔρχονται.

前者把矛头指向朋友,而后者则把矛头指向野兽。再者,那些向朋友下手的人在所有人面前背负恶名,而向野兽出击的猎人们则赢得美名;因为他们若捕获猎物便战胜了敌人,即便未曾捕获,其一,他们因向全城邦的敌人发起进攻而受到赞许,其二,他们既不为伤害他人,也不为贪图私利而出猎,因而同样受到称赞。

§13.13

ἔπειτα ἐξ αὐτοῦ τοῦ ἐπιχειρήματος βελτίους γίγνονται πρὸς πολλὰ καὶ σοφώτεροι διʼ οὗ διδάξομεν. ἐὰν γὰρ μὴ πόνοις καὶ ἐνθυμήμασι καὶ ἐπιμελείαις πολλαῖς ὑπερβάλλωνται, οὐκ ἂν ἕλοιεν ἄγρας.

此外,单凭这一事业本身,他们就在许多方面变得更好、更聪明,其原因我们将予以阐明。因为他们若不能在劳苦、沉思和诸多周密照料上超越猎物,就无法捕获猎物。

§13.14

τὰ γὰρ ἀντίπαλα αὐτῶν ὑπὲρ τῆς ψυχῆς ἀγωνιζόμενα καὶ ἐν τῇ αὑτῶν οἰκήσει ἐν ἰσχύι πολλῇ ἐστιν· ὥστε τῷ κυνηγέτῃ μάτην οἱ πόνοι γίγνονται, ἐὰν μὴ μείζονι φιλοπονίᾳ καὶ πολλῇ συνέσει κρατήσῃ αὐτῶν.

因为作为他们对手的野兽是在为自己的性命而搏斗,并且在自己的栖息地中拥有巨大的力量;因此,猎人若不能以更大的勤勉和高度的智谋制服它们,其辛劳便会归于徒然。

§13.15

οἱ μὲν οὖν κατὰ πόλιν βουλόμενοι πλεονεκτεῖν μελετῶσι νικᾶν φίλους, οἱ δὲ κυνηγέται κοινοὺς ἐχθρούς· καὶ τοὺς μὲν ἡ μελέτη αὕτη ποιεῖ πρὸς τοὺς ἄλλους πολεμίους ἀμείνους, τοὺς δὲ πολὺ χείρους· καὶ τοῖς μὲν ἡ ἄγρα μετὰ σωφροσύνης, τοῖς δὲ μετὰ αἰσχροῦ θράσους.

所以,那些企图在城邦中谋取非分利益的人,操练的是击败朋友;而猎人们操练的则是击败共同的敌人。这种操练使后者在面对其他敌人时更加勇武,却使前者更加不堪;后者的捕猎伴随着节制,而前者的巧取则伴随着可耻的狂妄。

§13.16

κακοηθείας δὲ καὶ αἰσχροκερδείας οἱ μὲν δύνανται καταφρονεῖν, οἱ δʼ οὐ δύνανται· φωνὴν δὲ οἱ μὲν εὐεπῆ ἱᾶσιν, οἱ δʼ αἰσχράν· πρὸς δὲ τὰ θεῖα τοῖς μὲν οὐδὲν ἐμποδὼν ἀσεβεῖν, οἱ δʼ εὐσεβέστατοι.

对于恶意与不义之财,后者能够弃之以鼻,前者却不能;后者发出吉祥雅致的言语,前者却口出秽语;对于神圣之事,前者肆无忌惮地亵渎,后者则最为虔敬。

§13.17

λόγοι γὰρ παλαιοὶ κατέχουσιν ὡς καὶ θεοὶ τούτῳ τῷ ἔργῳ χαίρουσι καὶ πράττοντες καὶ ὁρῶντες· ὥστε ὑπάρχειν ἐνθυμουμένους τούτων θεοφιλεῖς τʼ εἶναι καὶ εὐσεβεῖς τοὺς νέους4 τοὺς ποιοῦντας ἃ ἐγὼ παραινῶ, οἰομένους ὑπὸ θεῶν του ὁρᾶσθαι ταῦτα. οὗτοι δʼ ἂν εἶεν καὶ τοκεῦσιν ἀγαθοὶ καὶ πάσῃ τῇ ἑαυτῶν πόλει καὶ ἑνὶ ἑκάστῳ τῶν φίλων καὶ πολιτῶν.

因为古老的传说流传着,诸神亦喜爱这项劳作,无论亲身践行还是从旁观览皆乐在其中;因此,听从我劝告的青年人在思索这些事情时,深信这一切都处于某位神明的注视之下,完全能够成为蒙神眷爱且敬虔之人。这样的人对于父母、对于整个城邦,以及对于每一个朋友和同胞公民而言,都将成为优秀的人才。

§13.18

οὐ μόνον δὲ ὅσοι ἄνδρες κυνηγεσίων ἠράσθησαν ἐγένοντο ἀγαθοί, ἀλλὰ καὶ αἱ γυναῖκες αἷς ἔδωκεν ἡ θεὸς ταῦτα, Ἀταλάντη καὶ Πρόκρις καὶ ἥτις ἄλλη.

不仅所有热衷于狩猎的男子成为了优秀之人,连同女神赐予这项技艺的女子——阿塔兰忒、普罗克里斯以及其他女性——亦是如此。

语法注4 条
  1. 13.1θαυμάζω δὲ τῶν σοφιστῶν καλουμένων ὅτι

    动词 θαυμάζω 接表示惊异或非难对象的属格(τῶν σοφιστῶν καλουμένων),后接由 ὅτι 引导的原因/说明从句,阐述引起惊异的具体缘由。

  2. 13.3μέμφομαι οὖν αὐτοῖς τὰ μὲν μεγάλα μειζόνως

    动词 μέμφομαι 支配被责难者的人称与格(αὐτοῖς)以及表示责难内容的内在宾格(τὰ μεγάλα),副词 μειζόνως 修饰责难动作的程度。

  3. 13.6οὐ λανθάνει δέ με ὅτι τὰ μὴ καλῶς καὶ ἑξῆς γεγραμμένα φήσει τις ἴσως τῶν τοιούτων οὐ καλῶς οὐδʼ ἑξῆς γεγράφθαι

    短语 οὐ λανθάνει με ὅτι 表示“某事对我而言是显而易见的”。在 ὅτι 从句内部,主干为 τις τῶν τοιούτων φήσει,其宾语为带不定式的间接引语结构:宾格分词短语 τὰ μὴ καλῶς καὶ ἑξῆς γεγραμμένα 担任不定式 γεγράφθαι 的逻辑主语。

  4. 13.17ὥστε ὑπάρχειν ἐνθυμουμένους τούτων θεοφιλεῖς τʼ εἶναι καὶ εὐσεβεῖς τοὺς νέους

    由表示结果的 ὥστε 引导的不定式句。非人称不定式 ὑπάρχειν(得以可能)统辖补足不定式 εἶναι;τοὺς νέους 为不定式的逻辑主语(宾格形式),由分词 ἐνθυμουμένους 修饰,θεοφιλεῖς 与 εὐσεβεῖς 则作 εἶναι 的宾格表语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg014.humanitext-grc2:13.1-13.18