- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg014.humanitext-grc2:11.1-11.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
列举了狮、豹等猛兽出没的外邦山脉,并阐述了三种捕猎方法:投喂乌头毒药、夜间以车马兵刃截击,以及使用以诱饵山羊设局的圆形陷阱。
λέοντες δὲ καὶ παρδάλεις, λύγκες, πάνθηρες, ἄρκτοι καὶ τἆλλα ὅσα ἐστὶ τοιαῦτα θηρία ἁλίσκεται1 ἐν ξέναις χώραις περὶ τὸ Πάγγαιον ὄρος καὶ τὸν Κίττον τὸν ὑπὲρ τῆς Μακεδονίας, τὰ δʼ ἐν τῷ Ὀλύμπῳ τῷ Μυσίῳ καὶ ἐν Πίνδῳ, τὰ δʼ ἐν τῇ Νύσῃ τῇ ὑπὲρ τῆς Συρίας, καὶ πρὸς τοῖς ἄλλοις ὄρεσιν ὅσα οἷά τʼ ἐστὶ τρέφειν τοιαῦτα.
狮子、豹、猞猁、黑豹、熊以及其他诸如此类的野兽,在外邦之地被捕获:有的在庞盖昂山和马其顿上方的基托斯山一带,有的在密细亚的奥林匹斯山和品多斯山,有的在叙利亚上方的尼萨山,以及其他能繁育此类兽类的群山附近。
ἁλίσκεται δὲ τὰ μὲν ἐν τοῖς ὄρεσι φαρμάκῳ διὰ δυσχωρίαν ἀκονιτικῷ· παραβάλλουσι δὲ τοῦτο οἱ θηρώμενοι, συμμιγνύντες εἰς τὸ αὐτὸ ὅτῳ ἂν ἕκαστον χαίρῃ περὶ τὰ ὕδατα καὶ πρὸς ὅ τι ἂν ἄλλο προσίῃ.
其中一部分因山地崎岖难行,而在山中用乌头毒药捕获;猎人们将这种毒药与各类兽类各自喜食之物混在一起,投放在水边或它们常去之处。
τὰ δὲ αὐτῶν καταβαίνοντα εἰς τὸ πεδίον τῆς νυκτὸς ἀποκλεισθέντα μετὰ ἵππων καὶ ὅπλων ἁλίσκεται, εἰς κίνδυνον καθιστάντα τοὺς αἱροῦντας.
另有一些在夜间下至平原,被人们凭借马匹和武器断其退路而捕获,这会使捕猎者身陷险境。
ἔστι δὲ οἷς2 αὐτῶν καὶ ὀρύγματα ποιοῦσι περιφερῆ μεγάλα βαθέα, ἐν μέσῳ λείποντες κίονα τῆς γῆς. ἐπὶ δὲ τοῦτον εἰς νύκτα ἐπέθεσαν δήσαντες αἶγα, καὶ ἔφραξαν3 κύκλῳ τὸ ὄρυγμα ὕλῃ ὥστε μὴ προορᾶν, εἴσοδον οὐ λείποντες. τὰ δὲ ἀκούοντα τῆς φωνῆς ἐν τῇ νυκτὶ κύκλῳ τὸν φραγμὸν περιθέουσι, καὶ ἐπειδὰν μὴ εὑρίσκῃ δίοδον, ὑπερπηδᾷ καὶ ἁλίσκεται.
对其中某些兽类,人们还会挖掘又大又深的圆形陷阱,在中间留下一根土柱。每当夜幕降临,他们便将一只山羊拴好置于柱上,并用柴草将陷阱环形围起,使〔野兽〕无法看见前方,且不留入口。野兽在夜间听到山羊的叫声,便绕着篱栅奔跑,一旦找不到通道,便跳过〔篱栅〕而遭捕获。
- 11.1ἁλίσκεται
句首并列了多个阳性与阴性复数名词(如 λέοντες, παρδάλεις 等),但谓语动词 ἁλίσκεται 采用单数形式,这是受到了紧邻的总结性中性复数短语 τἆλλα... τοιαῦτα θηρία 的吸引同化(中性复数主语支配单数动词)。
- 11.4ἔστι δὲ οἷς
此为惯用表达 ἔστιν οἵ(“有些人/有些物”)的与格形式(ἔστιν οἷς),在此充当修饰 ποιοῦσι 的关涉与格,意为“对于它们当中的某些猛兽,人们制造……”。
- 11.4ἐπέθεσαν δήσαντες αἶγα, καὶ ἔφραξαν
在介绍捕兽技术的说明文中,不定过去时形式 ἐπέθεσαν 与 ἔφραξαν 与现在时动词(ποιοῦσι, περιθέουσι 等)并列使用,属于表示通则或习惯性行为的格言性不定过去时(gnomic aorist),指常规操作流程而非过去的具体事件。
