← 色诺芬

论狩猎

§10.12-10.23

持矛格斗要诀与用网及借酷暑捕猎野猪之法

本节详细论述了手持野猪矛的格斗姿态与枪被击落时的应对之法、刺击要害、獠牙的热力、利用网具与酷暑的狩猎方式,以及护崽野猪的凶险。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.12

προσιόντα δὲ προβάλλεσθαι τὸ προβόλιον, μὴ πολλῷ μείζω διαβάντα ἢ ἐν πάλῃ,1 ἐπιστρέφοντα τὰς πλευρὰς τὰς εὐωνύμους ἐπὶ τὴν χεῖρα τὴν εὐώνυμον, εἶτα εἰσβλέποντα εἰς τὸ ὄμμα τοῦ θηρίου ἐνθυμούμενον τὴν κίνησιν τὴν ἀπὸ τῆς κεφαλῆς τῆς ἐκείνου. προσφέρειν δὲ τὸ προβόλιον φυλαττόμενον μὴ ἐκκρούσῃ ἐκ τῶν χειρῶν τῇ κεφαλῇ ἐκνεύσας· τῇ γὰρ ῥύμῃ τῆς ἐκκρούσεως ἕπεται.

接近时须将野猪矛向前平端,两脚跨开的距离不比摔跤时大多少,将身体左侧转向左手方向,随后直视野兽的双眼,留心观察它头部的动作。向前递出野猪矛时,要防备它偏头猛甩而将矛从手中震落;因为震落之后它便会顺势猛扑过来。

§10.13

παθόντα δὲ τοῦτο πίπτειν δεῖ ἐπὶ στόμα καὶ ἔχεσθαι τῆς ὕλης κάτωθεν· τὸ γὰρ θηρίον ἐὰν μὲν οὕτως ἔχοντι προσπέσῃ, διὰ τὴν σιμότητα τῶν ὀδόντων τὸ σῶμα οὐ δύναται ὑπολαβεῖν· ἐὰν δὲ μετεώρῳ, ἀνάγκη πληγῆναι.2 πειρᾶται μὲν οὖν μετεωρίζειν· ἐὰν δὲ μὴ δύνηται, ἀμφιβὰς πατεῖ.

猎人若遭此厄运,必须扑倒在地,紧紧抓住下方的草木;因为野兽若扑向如此卧倒之人,由于獠牙向上弯曲,便无法将身体从下方挑起;但若身体悬空,则必然遭击。因此它会竭力将人挑起;若挑不起,便跨在人身上践踏。

§10.14

ἀπαλλαγὴ δὲ τούτων μία ἐστὶ μόνη, ὅταν ἐν τῇ ἀνάγκῃ ταύτῃ ἔχηται, προσελθόντα ἐγγὺς τῶν συγκυνηγετῶν ἕνα ἔχοντα προβόλιον ἐρεθίζειν ὡς ἀφήσοντα·3 ἀφιέναι δὲ οὐ χρή, μὴ τύχῃ τοῦ πεπτωκότος.

要摆脱这种危局唯有一法:当有人陷入此种困境时,同行的一位猎伴须手持野猪矛逼近,做出欲投掷的样子挑逗它;但绝不可真的掷出,以免误伤倒地之人。

§10.15

ὅταν δὲ ἴδῃ τοῦτο, καταλιπὼν ὃν ἂν ἔχῃ ὑφʼ αὑτῷ ἐπὶ τὸν ἐρεθίζοντα ὑπʼ ὀργῆς καὶ θυμοῦ ἐπιστρέψει. τὸν δὲ ταχὺ ἀναπηδᾶν, τὸ δὲ προβόλιον μεμνῆσθαι ἔχοντα ἀνίστασθαι· οὐ γὰρ καλὴ ἡ σωτηρία ἄλλως ἢ κρατήσαντι.4

野猪一旦见到此景,便会丢下压在身下的人,在盛怒与狂躁中转身扑向挑逗它的人。此时倒地者必须迅速跳起,且牢记务必握紧野猪矛起身;因为除战胜野兽之外,苟全性命绝非光彩之事。

§10.16

προσφέρειν δὲ πάλιν τὸν αὐτὸν τρόπον καὶ προτεῖναι ἐντὸς τῆς ὠμοπλάτης ᾗ ἡ σφαγή, καὶ ἀντερείσαντα ἔχειν ἐρρωμένως· ὁ δʼ ὑπὸ τοῦ μένους πρόσεισι, καὶ εἰ μὴ κωλύοιεν οἱ κνώδοντες τῆς λόγχης, ἀφίκοιτʼ ἂν διὰ τῆς ῥάβδου προωθῶν αὑτὸν πρὸς τὸν τὸ προβόλιον ἔχοντα.

随后当以同样方式再度递出〔野猪矛〕,将其伸向肩胛骨内侧颈动脉所在的要害,并牢牢顶住。野兽会凭其狂力向前猛顶,若无矛刃上的阻铁阻挡,它便会顺着枪杆把身躯往前推,直扑向手持野猪矛的人。

§10.17

οὕτω δὲ πολλὴ ἡ δύναμίς ἐστιν αὐτοῦ ὥστε καὶ ἃ οὐκ ἂν οἴοιτό τις πρόσεστιν αὐτῷ· τεθνεῶτος γὰρ εὐθὺς ἐάν τις ἐπὶ τὸν ὀδόντα ἐπιθῇ τρίχας, συντρέχουσιν· οὕτως εἰσὶ θερμοί· ζῶντι δὲ διάπυροι, ὅταν ἐρεθίζηται· οὐ γὰρ ἂν τῶν κυνῶν ἁμαρτάνων τῇ πληγῇ τοῦ σώματος ἄκρα τὰ τριχώματα περιεπίμπρη.

它的力量如此强劲,甚至具有人们难以想象的特质:刚死之时,若有人将毛发置于其獠牙上,毛发便会卷缩,足见其牙之灼热;而在活着被激怒时更是滚烫如火;否则,当它挥牙击空未伤及犬身时,也不会将犬身上的毛尖烧焦。

§10.18

ὁ μὲν οὖν ἄρρην τοσαῦτα καὶ ἔτι πλείω πράγματα παρασχὼν ἁλίσκεται. ἐὰν δὲ θήλεια ᾖ ἡ ἐμπεσοῦσα, ἐπιθέοντα παίειν φυλαττόμενον μὴ ὠσθεὶς πέσῃ· παθόντα δὲ τοῦτο πατεῖσθαι ἀνάγκη καὶ δάκνεσθαι. ἑκόντα οὖν οὐ χρὴ ὑποπίπτειν· ἐὰν δʼ ἄκων ἔλθῃ εἰς τοῦτο, διαναστάσεις γίγνονται αἱ αὐταὶ ὥσπερ ὑπὸ τοῦ ἄρρενος· ἐξαναστάντα δὲ δεῖ παίειν τῷ προβολίῳ, ἕως ἂν ἀποκτείνῃ.

公猪便是经过这许多、甚至更多的磨难才被捕获的。 若落入圈套的是母猪,则当奔上前去刺击,同时防备被撞倒;因为一旦遭此厄运,必受践踏与啃咬。因此绝不可主动倒下;若是身不由己落入这般境地,站起的方式与从公猪身下站起相同;起身之后,必须以野猪矛刺击,直至将其击杀。

§10.19

ἁλίσκονται δὲ καὶ ὧδε. ἵστανται μὲν αὐτοῖς αἱ ἄρκυς ἐπὶ τὰς διαβάσεις τῶν ναπῶν εἰς τοὺς δρυμούς, τὰ ἄγκη, τὰ τραχέα, εἰσβολὰς δὲ εἰς τὰς ὀργάδας καὶ τὰ ἕλη καὶ τὰ ὕδατα. ὁ δὲ τεταγμένος ἔχων τὸ προβόλιον φυλάττει τὰς ἄρκυς. οἱ δὲ τὰς κύνας ἐπάγουσι τοὺς τόπους ζητοῦντες τοὺς καλλίστους·

野猪亦可用如下方式捕获:在山谷通往密林的小道、山坳、崎岖之地,以及通往草泽、湿地与水边的路口布下网具。指定持野猪矛之人看守网具,其余人则搜寻最佳地形放出猎犬。

§10.20

ἐπειδὰν δὲ εὑρεθῇ, διώκεται. ἐὰν μὲν οὖν εἰς τὴν ἄρκυν ἐμπίπτῃ, τὸν ἀρκυωρὸν ἀναλαβόντα τὸ προβόλιον προσιέναι καὶ χρῆσθαι ὡς εἴρηκα· ἐὰν δὲ μὴ ἐμπέσῃ, μεταθεῖν. ἁλίσκεται δὲ καὶ ὅταν ᾖ πνίγη, διωκόμενος ὑπὸ τῶν κυνῶν· τὸ γὰρ θηρίον καίπερ ὑπερβάλλον δυνάμει ἀπαγορεύει ὑπέρασθμον γιγνόμενον.

一旦寻获野猪,便予以追击。野猪若撞入网中,守网者当操起野猪矛上前,照我所言之法处置;若未落网,则须穷追。在酷暑之时,它亦会被猎犬追逐而捕获;因为此兽虽力大绝伦,但气喘吁吁力竭之时便会放弃奔逃。

§10.21

ἀποθνῄσκουσι δὲ κύνες πολλαὶ ἐν τῇ τοιαύτῃ θήρᾳ καὶ αὐτοὶ οἱ κυνηγέται κινδυνεύουσιν, ὅταν γε ἐν ταῖς μεταδρομαῖς ἀπειρηκότι ἀναγκάζωνται προσιέναι ἔχοντες τὰ προβόλια ἢ ἐν ὕδατι ὄντι ἢ ἐφεστῶτι πρὸς ἀποκρήμνῳ ἢ ἐκ δασέος μὴ θέλοντι ἐξιέναι· οὐ γὰρ κωλύει αὐτὸν οὔτε ἄρκυς οὔτε ἄλλο οὐδὲν φέρεσθαι ὁμόσε τῷ πλησιάζοντι· ὅμως μέντοι προσιτέον, ὅταν ἔχῃ οὕτως, καὶ ἐπιδεικτέον τὴν εὐψυχίαν, διʼ ἣν εἵλοντο ἐκπονεῖν τὴν ἐπιθυμίαν ταύτην.

在此类狩猎中会有许多猎犬丧生,猎人们自身亦身处险境,尤其是追击至精疲力竭的野猪身处水中、立于绝壁边、或不肯走出灌木密林,而迫使他们持野猪矛迎上前去之时;因为此时既无网具亦无别物能阻止它迎面扑向接近者。然而即便形势如此,仍须挺身向前,展现出他们当初选择投身这一志趣时所具备的英勇气魄。

§10.22

χρηστέον δὲ τῷ προβολίῳ καὶ ταῖς προβολαῖς τοῦ σώματος ὡς εἴρηται· εἰ γάρ τι καὶ πάσχοι, οὐκ ἂν διά γε τὸ μὴ ὀρθῶς ποιεῖν πάσχοι. ἵστανται δὲ αἱ ποδοστράβαι αὐτοῖς ὥσπερ ταῖς ἐλάφοις ἐν τοῖς αὐτοῖς τόποις, καὶ ἐπισκέψεις αἱ αὐταὶ καὶ μεταδρομαὶ καὶ αἱ πρόσοδοι καὶ αἱ χρεῖαι τοῦ προβολίου.

当如前所述使用野猪矛并摆好身体架势;因为纵然遭受损伤,也绝非因处置不当而招致。 针对野猪所设的足阱亦如捕鹿时一样布设在相同场所,巡查、追击、接近以及野猪矛的用法亦完全相同。

§10.23

τὰ δὲ νεογενῆ αὐτῶν ὅταν ἁλίσκηται, χαλεπῶς τοῦτο πάσχει· οὔτε γὰρ μονοῦται, ἕως ἂν μικρὰ ᾖ, ὅταν τε αἱ κύνες εὕρωσιν ἢ προΐδῃ τι, ταχὺ εἰς τὴν ὕλην ἀφανίζεται, ἕπονταί τε ἐπὶ πολὺ ἄμφω ὧν ἂν ὦσι, χαλεποὶ ὄντες τότε καὶ μᾶλλον μαχόμενοι ὑπὲρ ἐκείνων ἢ ὑπὲρ αὑτῶν.

捕获初生幼崽则极为不易;因为幼崽幼小时绝不落单,一旦猎犬发现或〔幼崽〕预先窥见什么,便迅速隐入密林,而双亲多半相随在侧,此时性情极烈,为保护幼崽而战甚于为自身而战。

语法注4 条
  1. 10.12προσιόντα δὲ προβάλλεσθαι τὸ προβόλιον, μὴ πολλῷ μείζω διαβάντα ἢ ἐν πάλῃ

    不定式 προβάλλεσθαι 起命令或指导作用,其逻辑主语由宾格分词 προσιόντα 和 διαβάντα 承担。διαβάντα 意为“跨步站立”。在 μὴ πολλῷ μείζω ... ἢ ἐν πάλῃ 中,表示差额程度的与格 πολλῷ 修饰比较级副词性宾格 μείζω,连接词 ἢ 之后省略了 ἐν πάλῃ 后的动词成分。

  2. 10.13ἐὰν δὲ μετεώρῳ, ἀνάγκη πληγῆναι

    此处与前文的 ἐὰν μὲν οὕτως ἔχοντι προσπέσῃ(若扑向如此卧倒之人)形成严格对比;条件从句中承前省略了动词 προσπέσῃ,仅保留与格形容词 μετεώρῳ(身体直立或悬起之人)。ἀνάγκη 省略了系动词 ἐστί,构成无人称判断。

  3. 10.14ἐρεθίζειν ὡς ἀφήσοντα

    连词 ὡς 与将来分词 ἀφήσοντα 结合,表示主观意图或假装的动作(“做出企图投掷的样子”)。分词为阳性单数宾格,在语法上与作为不定式 ἐρεθίζειν 主语的 προσελθόντα ... τῶν συγκυνηγετῶν ἕνα 保持一致。

  4. 10.15οὐ γὰρ καλὴ ἡ σωτηρία ἄλλως ἢ κρατήσαντι

    短语 ἄλλως ἤ 为习语,意为“除……之外”。与格分词 κρατήσαντι 充当关涉与格或利益与格(“对克敌制胜者而言”),在此上下文下内含条件意味(“除非战胜”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg014.humanitext-grc2:10.12-10.23