← 色诺芬

论马术

§9.1-9.12

烈性马与迟钝马的驾驭方法

色诺芬论述了如何通过轻柔的操作、渐进的提速、长程平稳疾驰、平滑的水勒以及保持平静来调教烈性马,并指出应当避免为军用购入过烈之马,而迟钝之马则需反其道而治。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.1

καὶ τὰ μὲν δὴ εἰρημένα ταῦτʼ ἐστίν, ὡς ἂν ἥκιστα μὲν ἐξαπατῷτο1 καὶ πῶλον καὶ ἵππον ὠνούμενος, ἥκιστα δʼ ἂν διαφθείροι χρώμενος, μάλιστα δʼ ἂν ἵππον ἀποδεικνύοι, εἰ δέοι, ἔχοντα ὧν ἱππεὺς δεῖται εἰς πόλεμον. καιρὸς δʼ ἴσως γράψαι καί, εἴ ποτε συμβαίη θυμοειδεστέρῳ ἵππῳ τοῦ καιρίου χρῆσθαι ἢ βλακωδεστέρῳ, ὡς ἂν ὀρθότατα ἑκατέρῳ χρῷτο.

上述所言,正是为了使人在选购马驹和成马时尽可能不受欺骗,在使役它们时尽可能不致损坏,并在需要时最充分地展现出一匹具备骑兵作战所需品质的马匹。现在或许也正是适宜的时机,来记述如果遇到役使一匹过于烈性或过于迟钝的马,应当如何最得当地对待它们各自。

§9.2

πρῶτον μὲν τοίνυν χρὴ τοῦτο γνῶναι, ὅτι ἐστὶ θυμὸς ἵππῳ ὅπερ ὀργὴ ἀνθρώπῳ. ὥσπερ οὖν ἄνθρωπον ἥκιστʼ ἂν ὀργίζοι τις μήτε λέγων χαλεπὸν μηδὲν μήτε ποιῶν, οὕτω καὶ ἵππον θυμοειδῆ ὁ μὴ ἀνιῶν ἥκιστʼ ἂν ἐξοργίζοι.

首先应当懂得这一点:马的烈性正如人类的怒火。因此,正如人绝不说严苛之语、绝不做严苛之事便最不容易激怒别人一样,对于性烈之马,不去激惹它的骑手也最不会引起它的暴怒。

§9.3

εὐθὺς μὲν οὖν χρὴ ἐν τῇ ἀναβάσει ἐπιμελεῖσθαι ὡς ἂν ἥκιστʼ ἀναβαίνων λυποίη· ἐπειδὰν δὲ ἀναβῇ, ἠρεμήσαντα πλείω χρόνον ἢ τὸν ἐπιτυχόντα2 οὕτω προκινεῖν αὐτὸν ὡς πρᾳοτάτοις σημείοις· ἔπειτα δʼ ἐκ τοῦ βραδυτάτου ἀρχόμενον οὕτως αὖ εἰς τὸ θᾶττον προάγειν, ὡς ἂν μάλιστα λανθάνοι αὑτὸν ὁ ἵππος εἰς τὸ ταχὺ ἀφικνούμενος.

因此,在上马之时便应当立刻注意,使自己在上马时尽可能不让马感到痛苦;当跨上马背之后,保持静止比平常更长的一段时间,然后用最轻柔的信号催动它前行;接着从最缓慢的步伐开始,如此循序渐进地引向较快步伐,以至于马自身几乎不曾察觉便已达到了疾速。

§9.4

ὅ τι δʼ ἂν ἐξαίφνης σημήνῃ, θυμοειδῆ ἵππον ὥσπερ ἄνθρωπον ταράττει τὰ ἐξαπίναια καὶ ὁράματα καὶ ἀκούσματα καὶ παθήματα. εἰδέναι δὲ χρὴ ὅτι καὶ ἐν ἵππῳ τὰ ἐξαπίναια τάραχον ἐξεργάζεται.

骑手无论发出何种突如其来的信号,猝然的视线、声音与感受都会惊扰烈性之马,正如惊扰人类一样。应当知晓,在马身上,突发之事同样会制造混乱。

§9.5

ἢν δὲ καὶ εἰς τὸ θᾶττον ὁρμώμενον τοῦ καιροῦ ὑπολαμβάνειν βούλῃ τὸν θυμοειδῆ, οὐ δεῖ ἐξαπιναίως σπᾶν, ἀλλʼ ἠρεμαίως προσάγεσθαι τῷ χαλινῷ, πραΰνοντα, οὐ βιαζόμενον ἠρεμεῖν.

如果你想要抑止一匹烈马冲奔得过于疾速,不可猛然收缰,而应当用水勒柔和地将它牵引回来,安抚它,而不是用强力强迫它安静。

§9.6

καὶ αἵ τε μακραὶ ἐλάσεις μᾶλλον ἢ αἱ πυκναὶ ἀποστροφαὶ πραΰνουσι τοὺς ἵππους, καὶ αἱ ἡσυχαῖαι μέν, πολυχρόνιοι δὲ καθέψουσι καὶ πραΰνουσι καὶ οὐκ ἀνεγείρουσι τὸν θυμοειδῆ.

长距离的平稳策骑比频频回转更能抚慰马匹,宁静而持久的骑乘可以降伏并安抚烈马,而不会挑起它的烈性。

§9.7

εἰ δέ τις οἴεται, ἢν ταχὺ καὶ πολλὰ ἐλαύνηται, ἀπειπεῖν ποιήσας τὸν ἵππον πραυνεῖν, τἀναντία γιγνώσκει τοῦ γιγνομένου. ἐν γὰρ τοῖς τοιούτοις ὁ θυμοειδὴς καὶ ἄγειν βίᾳ μάλιστα ἐπιχειρεῖ καὶ σὺν τῇ ὀργῇ, ὥσπερ ἄνθρωπος ὀργίλος, πολλάκις καὶ ἑαυτὸν καὶ τὸν ἀναβάτην πολλὰ ἀνήκεστα ἐποίησεν.3

如果有人认为,通过疾速而大量的驰骋使马精疲力竭便能让它温顺,他的想法恰恰与实际情况相反。因为在这种情况下,烈性马往往最易企图蛮力前冲,并在激怒之中,正如易怒的人一样,常常给自己和骑手带来许多无可挽回的祸患。

§9.8

ἐπιλαμβάνειν δὲ χρὴ ἵππον θυμοειδῆ καὶ τότε τοῦ εἰς τὸ τάχιστον ὁρμᾶν, τοῦ δὲ δὴ παραβάλλειν ἵππῳ καὶ παντάπασιν ἀπέχεσθαι·4 σχεδὸν γὰρ οἱ θυμοειδέστατοι καὶ φιλονικότατοι τῶν ἵππων γίγνονται.

对于烈性马,当时也必须抑止它向极速狂奔,而且要完全避免让它与其他马匹竞速;因为性情最烈的马几乎必然是最具争胜之心的马匹。

§9.9

καὶ χαλινοὶ δὲ οἱ λεῖοι ἐπιτηδειότεροι τῶν τραχέων. ἐὰν δὲ καὶ τραχὺς ἐμβληθῇ, τῇ χαλαρότητι λείῳ δεῖ αὐτὸν ἀφομοιοῦν. ἀγαθὸν δὲ ἐθίζειν αὑτὸν καὶ τὸ ἠρεμεῖν, μάλιστα ἐπὶ θυμοειδοῦς ἵππου, καὶ τὸ ὡς ἥκιστα ἄλλῳ τινὶ ἅπτεσθαι ἢ οἷς τοῦ καθῆσθαι ἀσφαλῶς ἕνεκα ἁπτόμεθα.

平滑的水勒嚼子也比粗糙的水勒嚼子更为合适。即便装上了粗糙的嚼子,也应当通过缰绳的松弛使它接近于平滑嚼子的效果。习惯于让自己保持镇静也是极有益的,尤其在烈马之上,除了为了坐稳而用来接触〔马身〕的部位之外,应当尽可能少地用其他部位触碰马身。

§9.10

εἰδέναι δὲ χρὴ ὅτι δίδαγμά τί ἐστι καὶ τὸ ποππυσμῷ μὲν πραΰνεσθαι, κλωσμῷ δὲ ἐγείρεσθαι, καὶ εἴ τις ἐξ ἀρχῆς ἐπὶ μὲν κλωσμῷ τὰ πραέα, ἐπὶ δὲ ποππυσμῷ τὰ χαλεπὰ προσφέροι, μάθοι ἂν ὁ ἵππος ποππυσμῷ μὲν ἐγείρεσθαι, κλωσμῷ δὲ πραΰνεσθαι.

还应当知道,听到咂唇声而安静、听到弹舌声而警起,乃是一种训导的结果;如果有人从一开始就在弹舌时施以温柔相待,而在咂唇时施加严苛惩处,马就会学会因咂唇而警起,因弹舌而安静。

§9.11

οὕτως οὖν δεῖ καὶ παρὰ κραυγὴν καὶ παρὰ σάλπιγγα μήτʼ αὐτὸν φαίνεσθαι τεθορυβημένον τῷ ἵππῳ μήτε μὴν ἐκείνῳ θορυβῶδες μηδὲν προσφέρειν, ἀλλʼ εἰς τὸ δυνατὸν καὶ ἀναπαύειν ἐν τῷ τοιούτῳ καὶ ἄριστα καὶ δεῖπνα, εἰ ἐγχωροίη, προσφέρειν.

因此,在面对叫喊声和号角声时,骑手自身绝不可在马前显出慌乱之色,也绝不可把任何惊扰之事施加于马,反而应当尽可能在此种场合让它休息,如有可能,甚至给它喂食早晚饲粮。

§9.12

κάλλιστον δὲ συμβούλευμα τὸ ἄγαν θυμοειδῆ ἵππον μὴ κτᾶσθαι εἰς πόλεμον. βλᾶκα γε μὴν ἵππον ἀρκεῖν μοι δοκεῖ γράψαι πάντα τἀναντία ποιεῖν ὅσων τῷ θυμοειδεῖ χρῆσθαι συμβουλεύομεν.

然而最好的劝告,是绝不要为战争购置过于烈性的马匹。至于迟钝的马,在我看来只需写下一句话便已足够:凡我们建议对待烈马所作的,反其道而行之即可。

语法注4 条
  1. 9.1ὡς ἂν ἥκιστα μὲν ἐξαπατῷτο

    紧随句首 τὰ μὲν δὴ εἰρημένα ταῦτʼ ἐστίν 之后的表示目的或方式-结果的从句。连词 ὡς ἄν 搭配希求法(ἐξαπατῷτο, διαφθείροι, ἀποδεικνύοι),表示“为了使人最不致受骗……”的目的。所有语言均统一按目的从句处理。

  2. 9.3ἠρεμήσαντα πλείω χρόνον ἢ τὸν ἐπιτυχόντα

    宾格分词 ἠρεμήσαντα 指代不定式 προκινεῖν 的逻辑主语(骑手)。τὸν ἐπιτυχόντα 是置于比较级 πλείω χρόνον 之后的 ἢ 后面的宾格,成语性地表示“比普通的(时间)更久”(ὁ ἐπιτυχών 指平常、普通之人或物)。

  3. 9.7πολλὰ ἀνήκεστα ἐποίησεν

    与前面的 καὶ ἑαυτὸν καὶ τὸν ἀναβάτην 一同构成双重宾格结构(ποιέω τινά τι: 给某人造成某事)。不定过去时 ἐποίησεν 为格言式不定过去时(gnomic aorist),表示惯常发生或再三出现的事态,统一翻译为现在时的经常性含义(“常常造成”)。

  4. 9.8τοῦ δὲ δὴ παραβάλλειν ἵππῳ καὶ παντάπασιν ἀπέχεσθαι

    冠词中性属格不定式 τοῦ παραβάλλειν 作动词 ἀπέχεσθαι(克制、禁绝)的支配宾语。παραβάλλειν ἵππῳ 意为“与另一匹马并驰/竞速”(与格 ἵππῳ 由复合动词 παραβάλλω 所支配)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg013.humanitext-grc2:9.1-9.12