← 色诺芬

论马术

§10.1-10.9

展现威仪姿态的调教与水勒选择

作者论述了使战马展现威仪引人之姿的调教方法,告诫骑手不可乱扯缰绳或施加鞭刺,并阐明利用马匹求偶炫耀时的自然仪态,配合平滑、粗糙及活动关节水勒的构造与用法来进行调教。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.1

ἢν δέ τίς ποτε βουληθῇ χρῆσθαι τῷ χρησίμῳ εἰς πόλεμον ἵππῳ ὡς μεγαλοπρεπεστέρῳ τε καὶ περιβλεπτοτέρῳ ἱππάζεσθαι,1 τοῦ μὲν ἕλκειν τε τὸ στόμα τῷ χαλινῷ καὶ μυωπίζειν τε καὶ μαστιγοῦν τὸν ἵππον, ἃ οἱ πολλοὶ ποιοῦντες λαμπρύνειν οἴονται, ἀπέχεσθαι δεῖ· πάντα γὰρ τἀναντία οὗτοί γε ποιοῦσιν ὧν βούλονται.2

然而,若有人想使用一匹适用于作战的马,使骑乘显得更加威严庄重、引人瞩目,他就必须戒除用水勒拉扯马嘴以及用马刺踢和用皮鞭抽打马匹的做法——许多人做这些事,自以为能让马显得光彩照人;其实这些人所做出的效果恰恰与他们的愿望背道而驰。

§10.2

τά τε γὰρ στόματα ἕλκοντες ἄνω ἀντὶ τοῦ προορᾶν ἐκτυφλοῦσι τοὺς ἵππους καὶ μυωπίζοντες καὶ παίοντες ἐκπλήττουσιν, ὡς τεταράχθαι καὶ κινδυνεύειν. ταῦτα δʼ ἐστὶν ἵππων ἔργα τῶν μάλιστα ἀχθομένων ἱππασίᾳ καὶ αἰσχρὰ καὶ οὐ καλὰ ποιούντων.

因为他们向上拉扯马嘴,不仅不能让马前视,反而蒙蔽了马的视线,而且用马刺踢、用皮鞭打会使马受惊,以致陷入混乱并身处险境。而这些正是极度厌恶被骑乘、姿态丑陋而不雅观的马匹的表现。

§10.3

ἐὰν δέ τις διδάξῃ τὸν ἵππον ἐν χαλαρῷ μὲν τῷ χαλινῷ ἱππεύειν, ἄνω δὲ τὸν αὐχένα αἴρειν, ἀπὸ δὲ τῆς κεφαλῆς κυρτοῦσθαι, οὕτως ἂν ἀπεργάζοιτο ποιεῖν τὸν ἵππον οἵοισπερ καὶ αὐτὸς ἥδεταί τε καὶ ἀγάλλεται.

反之,如果有人教导马匹在水勒松弛的状态下奔跑,昂起脖颈,从头部开始优美地弯曲成弓形,那么他就能使马做出它自身也感到欢喜并引以为豪的姿态。

§10.4

τεκμήριον δὲ ὅτι τούτοις ἥδεται· ὅταν γὰρ αὐτὸς σχηματοποιεῖσθαι θέλῃ παρʼ ἵππους, μάλιστα δὲ ὅταν παρὰ θηλείας, τότε αἴρει τε τὸν αὐχένα ἄνω καὶ κυρτοῖ μάλιστα τὴν κεφαλὴν γοργούμενος, καὶ τὰ μὲν σκέλη ὑγρὰ μετεωρίζει, τὴν δὲ οὐρὰν ἄνω ἀνατείνει.

马喜欢这些姿态的证据在于:每当它自己想要在同类面前,尤其是在雌马面前摆出英挺的姿态时,它就会高高昂起脖颈,神采奕奕地把头曲成极度弯曲的弓形,轻捷地将四肢扬向空中,并将尾巴高高扬起。

§10.5

ὅταν οὖν τις αὐτὸν εἰς ταῦτα προάγῃ ἅπερ αὐτὸς σχηματοποιεῖται, ὅταν μάλιστα καλλωπίζηται, οὕτως ἡδόμενόν τε τῇ ἱππασίᾳ καὶ μεγαλοπρεπῆ καὶ γοργὸν καὶ περίβλεπτον ἀποφαίνει τὸν ἵππον. ὡς οὖν ἡγούμεθα ταῦτʼ ἂν ἀπεργασθῆναι νῦν αὖ πειρασόμεθα διηγεῖσθαι.

因此,当骑手将马引向它在竭力炫耀自身之美时自己所摆出的那些姿态,就能以这种方式使马乐于受骑,并展现出威严、英武、引人瞩目的姿态。至于我们认为如何才能做到这一点,现在便将尝试予以论述。

§10.6

πρῶτον μὲν τοίνυν χρὴ οὐ μεῖον δυοῖν χαλινοῖν κεκτῆσθαι. τούτων δὲ ἔστω ὁ μὲν λεῖος, τοὺς τροχοὺς εὐμεγέθεις ἔχων, ὁ δʼ ἕτερος τοὺς μὲν τροχοὺς καὶ βαρεῖς καὶ ταπεινούς, τοὺς δʼ ἐχίνους ὀξεῖς, ἵνα, ὁπόταν μὲν τοῦτον λάβῃ, ἀσχάλλων τῇ τραχύτητι διὰ τοῦτο ἀφίῃ, ὅταν δὲ τὸν λεῖον μεταλάβῃ, τῇ μὲν λειότητι αὐτοῦ ἡσθῇ, ἃ δʼ ἂν ὑπὸ τοῦ τραχέος παιδευθῇ, ταὐτὰ δὲ καὶ ἐν τῷ λείῳ ποιῇ.

首先,应当拥有不少于两付水勒嚼子。其中一付应当是平滑的,带有足够大的轮片;另一付的轮片既重且平,但星状棘轮要锋利;以便当马衔上后者时,因厌烦其粗糙而将其吐开,而当换上平滑嚼子时,则因其光滑而感到舒适,并且在平滑嚼子下做出在粗糙嚼子调教下所学到的同样动作。

§10.7

ἢν δʼ αὖ καταφρονήσας τῆς λειότητος θαμινὰ ἀπερείδηται ἐν αὐτῷ, τούτου ἕνεκα τοὺς τροχοὺς μεγάλους τῷ λείῳ προστίθεμεν, ἵνα χάσκειν ἀναγκαζόμενος ὑπʼ αὐτῶν ἀφίῃ τὸ στόμιον. οἷόν τε δὲ καὶ τὸν τραχὺν παντοδαπὸν ποιεῖν καὶ κατειλοῦντα καὶ κατατείνοντα.3

但如果它反过来藐视其光滑,频繁地向〔嚼子〕倚靠施压,为此我们给平滑嚼子配上大轮片,以便受其迫使张大嘴巴而吐开嚼子。也可以通过紧密缠绕和拉紧,使粗糙嚼子呈现出各种各样的形状。

§10.8

ὁποῖοι δʼ ἂν ὦσι χαλινοί, πάντες ὑγροὶ ἔστωσαν. τὸν μὲν γὰρ σκληρόν, ὅπῃ ἂν ὁ ἵππος λάβῃ, ὅλον ἔχει πρὸς ταῖς γνάθοις, ὥσπερ καὶ ὀβελίσκον, ὁπόθεν ἄν τις λάβῃ, ὅλον αἴρει.

不论是何种嚼子,都必须是柔韧活动关节的。因为对于僵硬的嚼子,马无论衔住哪一部位,都会将其整体把持在下颌骨处,正如一根铁炙条,无论从哪里拿取,都会将整根举起。

§10.9

ὁ δὲ ἕτερος ὥσπερ ἡ ἅλυσις ποιεῖ· ὃ γὰρ ἂν ἔχῃ τις αὐτοῦ, τοῦτο μόνον ἄκαμπτον μένει, τὸ δὲ ἄλλο ἀπήρτηται. τὸ δὲ φεῦγον ἐν τῷ στόματι ἀεὶ θηρεύων ἀφίησιν ἀπὸ τῶν γνάθων τὸ στόμιον· τούτου ἕνεκα καὶ οἱ κατὰ μέσον ἐκ τῶν ἀξόνων δακτύλιοι κρεμάννυνται, ὅπως τούτους διώκων τῇ τε γλώττῃ καὶ τοῖς ὀδοῦσιν ἀμελῇ τοῦ ἀναλαμβάνειν πρὸς τὰς γνάθους τὸν χαλινόν.

而另一种嚼子则如同链条一般起作用:因为人无论握住它的哪一部分,唯有这一部分保持固定,其余部分则垂挂着。马在口中不断追逐那避开的部件,便会将嚼身从下颌骨处松开;为此,中轴中间也悬挂着圆环,以便马用舌头和牙齿追逐它们时,无暇将嚼子抬向下颌骨。

语法注3 条
  1. 10.1ὡς μεγαλοπρεπεστέρῳ τε καὶ περιβλεπτοτέρῳ ἱππάζεσθαι

    连词 ὡς 后接不定式 ἱππάζεσθαι,表示目的或预期的结果(“以……方式骑乘”)。比较级与格形容词 μεγαλοπρεπεστέρῳ τε καὶ περιβλεπτοτέρῳ 与前文的 τῷ χρησίμῳ εἰς πόλεμον ἵππῳ 保持性数格一致,作述语性修饰语,描写被骑乘之马所呈现的威仪姿态。

  2. 10.1ὧν βούλονται

    关系代词的引力同化(attraction)。底层句法结构为 πάντα γὰρ τἀναντία οὗτοί γε ποιοῦσιν [τούτων] ἃ βούλονται,其中表示相反或差异的形容词中性复数 τἀναντία 所要求的属格先行词 τούτων 被省略,关系代词 ἃ 受其影响同化为属格 ὧν。

  3. 10.7κατειλοῦντα καὶ κατατείνοντα

    阳性单数宾格的现在主动态分词,与非人称句 οἷόν τε [ἐστί] 后不定式 ποιεῖν 的未明示主语(指调教者或装具制作者等泛指之人)保持一致。此处分词并非修饰宾语 τὸν τραχύν 的定语,而是作状语表示手段或方式(“通过将其缠紧并拉紧”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg013.humanitext-grc2:10.1-10.9