- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg013.humanitext-grc2:8.1-8.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者详细阐述了在崎岖地形、跳跃和下坡中训练马匹与骑手姿态的方法,建议通过狩猎和模拟战开展实战训练,并阐明了以赏罚为核心的调马根本原则。
ἐπείπερ δὲ ἔστιν ὅπου τρέχειν δεήσει τὸν ἵππον καὶ πρανῆ καὶ ὄρθια καὶ πλάγια, ἔστι δʼ ὅπου διαπηδᾶν, ἔστι δʼ ὅπου καὶ ἐκπηδᾶν, ἔνθα δὲ καθάλλεσθαι, καὶ ταῦτα πάντα διδάσκειν τε δεῖ καὶ μελετᾶν καὶ αὑτὸν καὶ τὸν ἵππον. οὕτω γὰρ ἂν σωτήριοί τε εἶεν ἀλλήλοις καὶ καθόλου χρησιμώτεροι ἂν δοκοῖεν εἶναι.
既然马在某些场合必须在陡坡、险峻的上坡以及斜坡上奔跑,在某些场合必须跃过障碍,在某些场合必须跃上,还有些场合必须跃下,那么骑手就必须把所有这些本领既传授给自己,也传授给马并加以练习。因为这样一来,他们便能互保平安,而且总体上也会被认为大有益处。
εἰ δέ τις διλογεῖν ἡμᾶς οἴεται, ὅτι περὶ τῶν αὐτῶν λέγομεν νῦν τε καὶ πρόσθεν, οὐ διλογία ταῦτʼ ἐστίν. ὅτε μὲν γὰρ ἐωνεῖτο, πειρᾶσθαι ἐκελεύομεν εἰ δύναιτο ὁ ἵππος ταῦτα ποιεῖν· νῦν δὲ διδάσκειν φαμὲν χρῆναι τὸν ἑαυτοῦ καὶ γράψομεν ὡς δεῖ διδάσκειν.
如果有人认为我们如今与先前谈论同样的事情乃是言语重复,这绝非多余的重复。因为在买马的时候,我们是吩咐去检验马匹是否能做这些动作;而如今我们说的是应当训练自己的马,并且我们要写下应当如何训练。
τὸν μὲν γὰρ παντάπασιν ἄπειρον τοῦ διαπηδᾶν λαβόντα δεῖ τοῦ ἀγωγέως καταβεβλημένου προδιαβῆναι αὐτὸν τὴν τάφρον,1 ἔπειτα δὲ ἐντείνειν δεῖ τῷ ἀγωγεῖ ὡς διάλληται.
对于完全没有跨越经验的马,人应当握住垂下的挽缰,自己先跨过壕沟,然后拉紧挽缰,让马跃过。
ἢν δὲ μὴ ἐθέλῃ, ἔχων τις μάστιγα ἢ ῥάβδον ἐμβαλέτω ὡς ἰσχυρότατα· καὶ οὕτως ὑπεραλεῖται οὐ τὸ μέτρον, ἀλλὰ πολὺ πλέον τοῦ καιρίου· καὶ τὸ λοιπὸν οὐδὲν δεήσει παίειν, ἀλλʼ ἢν μόνον ἴδῃ ὄπισθέν τινα ἐπελθόντα, ἁλεῖται.
如果它不肯跳,就让一个拿着鞭子或棍棒的人尽可能狠地抽打它一下;这样它就会不仅跃过原本的尺度,而且会远远跳过所需距离;往后便再也无需击打,只要看到有人从后方靠近,它就会跳过去。
ἐπειδὰν δὲ οὕτω διαπηδᾶν ἐθισθῇ, καὶ ἀναβεβηκὼς ἐπαγέτω τὸ μὲν πρῶτον μικράς, ἔπειτα δὲ καὶ μείζους. ὅταν δὲ μέλλῃ πηδᾶν, παισάτω αὐτὸν τῷ μύωπι. ὡσαύτως δὲ καὶ τὸ ἀναπηδᾶν καὶ τὸ καταπηδᾶν διδάσκειν παίσαντα τῷ μύωπι. ἁθρόῳ γὰρ τῷ σώματι ταῦτα πάντα ποιῶν καὶ ἑαυτῷ ὁ ἵππος καὶ τῷ ἀναβάτῃ ἀσφαλέστερον ποιήσει μᾶλλον ἢ ἂν ἐκλείπῃ τὰ ὄπισθεν ἢ διαπηδῶν ἢ ἀνορούων ἢ καθαλλόμενος.
当它习惯于如此跃过之后,骑手便骑在马背上,起初引它跨越狭小的壕沟,随后再跨越更大的壕沟。当它正要跳跃时,便用马刺催促它一下。同样地,跃上和跃下的本领也要通过马刺催促来训练。因为马若使浑身紧凑地做出所有这些动作,对它自身和对骑手都会更加安全,胜过在跃过、纵身跳上或跳下时让后躯落后拖拉。
εἴς γε μὴν τὸ κάταντες πρῶτον χρὴ ἐν μαλακῷ χωρίῳ διδάσκειν, καὶ τελευτῶν, ἐπειδὰν τοῦτο ἐθισθῇ, πολὺ ἥδιον τὸ πρανὲς τοῦ ὀρθίου δραμεῖται. ἃ δὲ φοβοῦνταί τινες μὴ ἀπορρηγνύωνται τοὺς ὤμους κατὰ τὰ πρανῆ ἐλαυνόμενοι, θαρρούντων2 μαθόντες ὅτι Πέρσαι καὶ Ὀδρύσαι ἅπαντες τὰ κατάντη ἁμιλλώμενοι οὐδὲν ἧττον τῶν Ἑλλήνων ὑγιεῖς τοὺς ἵππους ἔχουσι.
至于下坡奔跑,首先应当在松软的土地上训练;最终,当它习惯了这一点,它跑下陡坡就会比跑上险峻陡坡乐意得多。有些人担心沿下坡疾驰会使马匹肩胛脱臼,让他们得知所有波斯人和奥德吕赛人在陡坡上竞速而马匹的健壮丝毫不逊于希腊人,便可放心大胆了。
παρήσομεν δὲ οὐδὲ ὅπως τὸν ἀναβάτην ὑπηρετεῖν δεῖ πρὸς ἕκαστα τούτων. χρὴ γὰρ ὁρμῶντος μὲν ἐξαίφνης τοῦ ἵππου προνεύειν· ἧττον γὰρ ἂν καὶ ὑποδύοι ὁ ἵππος καὶ ἀναβάλλοι τὸν ἀναβάτην· ἐν μικρῷ δὲ ἀναλαμβανομένου ἀναπίπτειν· ἧττον γὰρ ἂν αὐτὸς κόπτοιτο.
我们也绝不遗漏骑手应当如何配合其中的每一个动作。因为当马突然猛冲向前时,骑手应当身体前俯;这样马既不容易从胯下滑脱,也不容易掀翻骑手;而在急促收步刹住时,应当身体后仰;这样骑手自身所受的震荡就会较少。
τάφρον δὲ διαλλομένου καὶ πρὸς ὄρθιον ἱεμένου καλὸν χαίτης ἐπιλαμβάνεσθαι, ὡς μὴ ὁ ἵππος τῷ τε χωρίῳ ἅμα καὶ τῷ χαλινῷ βαρύνηται. εἴς γε μὴν τὸ πρανὲς καὶ ἑαυτὸν ὑπτιώτερον ποιητέον καὶ τοῦ ἵππου ἀντιληπτέον τῷ χαλινῷ, ὡς μὴ προπετῶς εἰς τὸ κάταντες μήτε αὐτὸς μήτε ὁ ἵππος φέρηται.
在跃过壕沟以及向陡峭上坡冲刺时,抓住马鬃是有益的,以免马同时受到地形和水勒的双重压迫。然而在面临陡峭下坡时,骑手必须将自己的身体更往后倾斜,并用水勒挽住马匹,以免骑手自身和马匹失控前倾跌入下坡。
ὀρθῶς δʼ ἔχει καὶ τὸ ἄλλοτε μὲν ἐν ἄλλοις τόποις, ἄλλοτε δὲ μακράς, ἄλλοτε δὲ βραχείας τὰς ἱππασίας ποιεῖσθαι. ἀμισέστερα γὰρ καὶ ταῦτα τῷ ἵππῳ τοῦ ἀεὶ ἐν τοῖς αὐτοῖς τόποις καὶ ὁμοίας τὰς ἱππασίας ποιεῖσθαι.
有时在不同的地方,有时进行长距离,有时进行短距离的骑乘训练,这也是合宜的。因为这对于马而言,比起总在相同的地方进行千篇一律的骑乘练习,更不容易产生厌烦。
ἐπεὶ δὲ δεῖ ἐν παντοίοις τε χωρίοις τὸν ἱππέα ἀνὰ κράτος ἐλαύνοντα ἔποχον εἶναι καὶ ἀπὸ τοῦ ἵππου τοῖς ὅπλοις καλῶς δύνασθαι χρῆσθαι, ὅπου μέν ἐστι χωρία ἐπιτήδεια καὶ θηρία, ἄμεμπτος ἡ ἐν θήραις μελέτη τῆς ἱππικῆς· ὅπου δὲ ταῦτα μὴ ὑπάρχει, ἀγαθὴ ἄσκησις καὶ ἢν δύο ἱππότα συνθεμένω ὁ μὲν φεύγῃ ἐπὶ τοῦ ἵππου παντοῖα χωρία καὶ τὸ δόρυ εἰς τοὔπισθεν μεταβαλόμενος ὑποχωρῇ, ὁ δὲ διώκῃ3 ἐσφαιρωμένα τε ἔχων ἀκόντια καὶ δόρυ ὡσαύτως πεπραγματευμένον, καὶ ὅπου μὲν ἂν εἰς ἀκόντιον ἀφικνῆται, ἀκοντίζῃ τὸν φεύγοντα τοῖς σφαιρωτοῖς, ὅπου δʼ ἂν εἰς δόρατος πληγήν, τῷ δόρατι παίῃ τὸν ἁλισκόμενον.
既然骑手必须在各种地形上全速驰骋时坐稳马鞍,并能在马背上熟练运用武器,所以在有适宜场地和猎物的地方,通过狩猎来训练骑术是无可挑剔的;而在缺乏这些条件的地方,如果两名骑兵相约,一人骑马在各种地形中逃遁,将长矛倒转指向后方撤退,另一人携带着包裹有皮球的投枪以及同样处理过的长矛进行追击,每当进入投枪射程时便向逃遁者投掷皮球投枪,每当进入长矛刺击距离时便用长矛触击被追上者,这也是极好的训练。
ἀγαθὸν δὲ κἄν ποτε συμπέσωσιν, ἑλκύσαντα ἐφʼ ἑαυτὸν τὸν πολέμιον ἐξαίφνης ἀπῶσαι· τοῦτο γὰρ καταβλητικόν. ὀρθῶς δὲ ἔχει καὶ τῷ ἑλκομένῳ ἐπελαύνειν τὸν ἵππον· τοῦτο γὰρ ποιῶν ὁ ἑλκόμενος καταβάλοι ἂν μᾶλλον τὸν ἕλκοντα ἢ καταπέσοι.
如果他们彼此扭打缠斗,将敌人拉向自己之后突然将其推开是有利的;因为这具有致人坠马的效果。而被拉扯的人催动马匹向前也是正确的;因为被拉扯的人这样做,比起自己摔落,更容易把拉扯他的人拽下马来。
ἢν δέ ποτε καὶ στρατοπέδου ἀντικαθημένου ἀνθιππεύωσιν ἀλλήλοις, καὶ διώκωσι μὲν μέχρι τῆς πολεμίας φάλαγγος τοὺς ἀντίους, φεύγωσι δὲ μέχρι τῆς φιλίας, ἀγαθὸν καὶ ἐνταῦθα ἐπίστασθαι ὅτι ἕως μὲν ἂν παρὰ τοὺς φίλους τις ᾖ, καλὸν καὶ ἀσφαλὲς τὸ ἐν πρώτοις ἀναστρέψαντα ἀνὰ κράτος ἐπικεῖσθαι, ὅταν δʼ ἐγγὺς τῶν ἐναντίων γίγνηται, ὑποχείριον τὸν ἵππον ἔχειν. οὕτω γὰρ ἂν ὡς τὸ εἰκὸς μάλιστα δύναιτο βλάπτων τοὺς ἐναντίους μὴ βλάπτεσθαι ὑπʼ αὐτῶν.
如果双方军营对峙而骑兵彼此交战,追击敌骑直到敌军方阵,而逃奔撤退直到己方阵线,在此处知晓以下原则也是有益的:只要还在己方友人附近,作为首批调转马头全速压迫追击的人是光明正大且安全的;但当接近敌方时,则必须将马牢牢控制在掌控之中。因为这样按常理便最能在伤害敌人的同时不被敌人所伤。
ἀνθρώποις μὲν οὖν ἄνθρωπον ἔδοσαν οἱ θεοὶ λόγῳ διδάσκειν ἃ δεῖ ποιεῖν, ἵππον δὲ δῆλον ὅτι λόγῳ μὲν οὐδὲν ἂν διδάξαις· ἢν δὲ ὅταν μὲν ποιήσῃ ὡς ἂν βούλοιο, ἀντιχαρίσῃ τι αὐτῷ, ὅταν δὲ ἀπειθῇ, κολάζῃς, οὕτω μάλιστʼ ἂν μάθοι τὸ δέον ὑπηρετεῖν.
诸神赐予人类用言语教导同类何者当为的能力,但显而易见,用言语绝不能教会马匹任何东西;然而,如果每当它按照你的心意行事时你给予它某种回报犒劳,而每当它抗命不从时加以惩戒,它便最能学会遵从所要求的差遣。
καὶ ἔστι μὲν τοῦτο ἐν βραχεῖ εἰπεῖν, διʼ ὅλης δὲ τῆς ἱππικῆς παρακολουθεῖ. καὶ γὰρ χαλινὸν μᾶλλον ἂν λαμβάνοι, εἰ ὁπότε δέξαιτο ἀγαθόν τι αὐτῷ ἀποβαίνοι· καὶ διαπηδῴη δʼ ἂν καὶ ἐξάλλοιτο καὶ τἆλλα πάντα ὑπηρετοίη ἄν, εἰ προσδοκῴη, ὁπότε τὰ σημαινόμενα πράξειε, ῥᾳστώνην τινά.
这虽是一句简短的话,却贯穿于整个骑术之中。因为如果在每次接受水勒嚼子时它都能得到某种好处,它就会更乐意衔住水勒;如果它期望在遵从指令做出动作之后能够得到某种歇息放松,它就会跃过、跳起并顺从一切其他的差遣。
- 8.3λαβόντα δεῖ τοῦ ἀγωγέως καταβεβλημένου προδιαβῆναι αὐτὸν τὴν τάφρον
在无人称动词 δεῖ 所支配的句式中,宾格分词 λαβόντα 与代词 αὐτόν 作为后接不定词 προδιαβῆναι 的逻辑主语。τοῦ ἀγωγέως 是动词 λαμβάνω 表示“抓住、握持”时所要求的接触属格,καταβεβλημένου 为与其一致的完成时被动分词(“握住垂下的挽缰”)。虽然也有可能将其视为属格独立结构,但将其视为 λαβόντα 的直接宾语属格显然在语境与用法上更为自然贴切。
- 8.6ἃ δὲ φοβοῦνταί τινες μὴ ἀπορρηγνύωνται τοὺς ὤμους κατὰ τὰ πρανῆ ἐλαυνόμενοι, θαρρούντων
句首的关系代词 ἃ 引导一个前置的关系分句,起着预提话题或状语性限定的作用(“至于某些人所恐惧之事……”),并与主句的第三人称复数命令式 θαρρούντων(“让他们放心”)相呼应。在 μή 引出的惧怕从句中,与被动动词 ἀπορρηγνύωνται 连用的宾格 τοὺς ὤμους 是典型的“限定宾格”(表示“在肩膀方面被脱臼”)。
- 8.10συνθεμένω ὁ μὲν φεύγῃ ἐπὶ τοῦ ἵππου παντοῖα χωρία... ὁ δὲ διώκῃ
在条件从句 ἢν δύο ἱππότα συνθεμένω 中,主语由双数名词与分词构成(“两名骑兵达成约定”),随后通过部分同格结构(partitive apposition),由主格的 ὁ μέν... 与 ὁ δέ... 分别担任单数虚拟式动词(φεύγῃ 与 διώκῃ)的主语。这一句式从双数的总体主语自然拆分并展开为两个对抗的个体角色。
