← 色诺芬

论马术

§7.9-7.19

步态变换、回转练习与起停训练

论述了从慢步到快步与疾驰的转换、利用“马绊”规程训练均衡转向、转弯处的减速与直道上的加速、急起急停练习,以及适宜的下马地点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.9

ἡνίας γε μὴν ἐπαινοῦμεν ὁποῖαι ἴσαι τέ εἰσι καὶ μὴ ἀσθενεῖς μηδὲ ὀλισθηραὶ μηδὲ παχεῖαι, ἵνα καὶ τὸ δόρυ ὅταν δέῃ δέχεσθαι ἡ χεὶρ δύνηται.

至于缰绳,我们赞赏那种长短相等、既不脆弱、不滑溜也不过于粗厚的缰绳,以便在需要时长矛也能被握缰之手握持。

§7.10

ὅταν δὲ προχωρεῖν σημήνῃ τῷ ἵππῳ, βάδην μὲν ἀρχέσθω· τοῦτο γὰρ ἀταρακτότατον. ἡνιοχείτω δέ, ἢν μὲν κυφαγωγότερος ᾖ ὁ ἵππος, ἀνωτέρω ταῖς χερσίν, ἢν δὲ μᾶλλον ἀνακεκυφώς, κατωτέρω· οὕτω γὰρ ἂν μάλιστα κοσμοίη τὸ σχῆμα.

当给马发出前进信号时,应当从慢步开始;因为这样最不致使马惊扰受乱。操控缰绳时,若马偏向于低垂头部,双手位置应当放高一些;若马过度扬头,双手位置应当放低一些;因为这样最能修整其体态姿势。

§7.11

μετὰ δὲ ταῦτα τὸν αὐτοφυᾶ διατροχάζων1 διαχαλῴη τʼ ἂν ἀλυπότατα τὸ σῶμα καὶ εἰς τὸ ἐπιρραβδοφορεῖν ἥδιστʼ ἂν ἀφικνοῖτο. ἐπείπερ δὲ καὶ ἀπὸ τῶν ἀριστερῶν ἄρχεσθαι εὐδοκιμώτερον, ὧδʼ ἂν μάλιστα ἀπὸ τούτων ἄρχοιτο, εἰ διατροχάζοντος μέν, ὁπότε ἐμβαίνοι τῷ δεξιῷ, τότε σημαίνοι τῷ ἵππῳ τὸ ἐπιρραβδοφορεῖν.2

在此之后,让马以其自然的节奏快步小跑,便能以最毫无痛苦的方式活动开其身躯,并最舒畅地过渡到疾驰之中。既然从左侧起跑更为人所称道,那么若是在快步小跑时,趁其踏下右蹄的那一刻,指示马匹开始疾驰,它就最能从左脚起跑。

§7.12

τὸ γὰρ ἀριστερὸν μέλλων αἴρειν ἐκ τούτου ἂν ἄρχοιτο, καὶ ὁπότε ἐπὶ τὰ εὐώνυμα ἀναστρέφοι, τότε καὶ τῆς ἐπισκελίσεως ἄρχοιτο. καὶ γὰρ πέφυκεν ὁ ἵππος εἰς μὲν τὰ δεξιὰ στρεφόμενος τοῖς δεξιοῖς ἀφηγεῖσθαι, εἰς εὐώνυμα δὲ τοῖς ἀριστεροῖς.

因为正要抬起左蹄时,它便会由此开始,而且每当它转向左侧时,在那时它也会同时开始变换领先步法。因为马的生性便是在向右转弯时以右肢为主导,向左转弯时以左肢为主导。

§7.13

ἱππασίαν δʼ ἐπαινοῦμεν τὴν πέδην3 καλουμένην· ἐπʼ ἀμφοτέρας γὰρ τὰς γνάθους στρέφεσθαι ἐθίζει. καὶ τὸ μεταβάλλεσθαι δὲ τὴν ἱππασίαν ἀγαθόν, ἵνα ἀμφότεραι αἱ γνάθοι καθʼ ἑκάτερον τῆς ἱππασίας ἰσάζωνται.

我们赞赏被称为“马绊”的骑乘练习法;因为这种练习能使马习惯于向两侧的颔颊屈从转弯。变换这种马场骑乘的方向也是有益的,以便使双侧的颔颊在练习的两个回转方向上均等用力。

§7.14

ἐπαινοῦμεν δὲ καὶ τὴν ἑτερομήκη πέδην μᾶλλον τῆς κυκλοτεροῦς. ἥδιον μὲν γὰρ οὕτως ἂν στρέφοιτο ὁ ἵππος ἤδη πλήρης ὢν τοῦ εὐθέος, καὶ τό τε ὀρθοδρομεῖν καὶ τὸ ἀποκάμπτειν ἅμα μελετῴη ἄν.

与圆形马圈相比,我们更赞赏长圆形的“马绊”圈道。因为马在已经跑足了直线距离之后,会更乐意去拐弯,而且能同时练习直线奔跑和偏转拐弯。

§7.15

δεῖ δὲ καὶ ὑπολαμβάνειν4 ἐν ταῖς στροφαῖς· οὐ γὰρ ῥᾴδιον τῷ ἵππῳ οὐδʼ ἀσφαλὲς ἐν τῷ τάχει ὄντα κάμπτειν ἐν μικρῷ, ἄλλως τε κἂν ἀπόκροτον ἢ ὀλισθηρὸν ᾖ τὸ χωρίον.

在转弯时也必须收敛约束马匹;因为处于高速之中的马在一个狭小的范围内转弯既不容易也不安全,尤其是在地面崎岖或湿滑的情况下更是如此。

§7.16

ὅταν γε μὴν ὑπολαμβάνῃ, ὡς ἥκιστα μὲν χρὴ τὸν ἵππον πλαγιοῦν τῷ χαλινῷ, ὡς ἥκιστα δʼ αὐτὸν πλαγιοῦσθαι· εἰ δὲ μή, εὖ χρὴ εἰδέναι ὅτι μικρὰ πρόφασις ἀρκέσει κεῖσθαι καὶ αὐτὸν καὶ τὸν ἵππον.

当骑手收束马匹时,必须极力避免用水勒将马身拉歪,自己也必须极力避免身体倾斜;否则,应当清楚知道,微不足道的缘由就足以令他自己和马双双倾覆于地。

§7.17

ἐπειδάν γε μὴν ἐκ τῆς στροφῆς εἰς τὸ εὐθὺ βλέπῃ ὁ ἵππος, ἐν τούτῳ πρὸς τὸ θᾶττον αὐτὸν ὁρμάτω. δῆλον γὰρ ὅτι καὶ ἐν τοῖς πολέμοις αἱ στροφαί εἰσι τοῦ διώκειν ἢ τοῦ ἀποχωρεῖν ἕνεκα. ἀγαθὸν οὖν τὸ στραφέντα ταχύνειν μελετᾶν.

当马从转弯中转向正前对准直线时,就在此时骑手应当催促它加速冲刺。因为显而易见,在战事中转弯也是为了追击或撤退。因此,练习转弯之后立刻加快速度是有益的。

§7.18

ὅταν δὲ ἱκανῶς ἤδη δοκῇ τὸ γυμνάσιον τῷ ἵππῳ ἔχειν, ἀγαθὸν καὶ διαναπαύσαντα ὁρμῆσαι αὖθις ἐξαίφνης εἰς τὸ τάχιστον, καὶ ἀφʼ ἵππων μέντοι, μὴ πρὸς ἵππους· καὶ ἐκ τοῦ ταχέος αὖ ὡς ἐγγυτάτω ἠρεμίζειν, καὶ ἐκ τοῦ ἑστάναι δὲ στρέψαντα πάλιν ὁρμᾶν· πρόδηλον γὰρ ὅτι ἔσται ποτὲ ὅτε ἑκατέρου τούτων δεήσει·

当马看起来已经得到了充分的训练时,在稍作歇息之后,再次突然催它跑向最快速度也是有益的,但要远离马群,切莫奔向马群;并且从极速之中在尽可能短的距离内使之平息安静下来,再从立止状态掉转马头重新疾奔;因为很显然,总有某个时刻需要用到这两项技能中的每一项。

§7.19

ὅταν γε μὴν καταβαίνειν ἤδη καιρὸς ᾖ, μήτε ἐν ἵπποις ποτὲ καταβαίνειν μήτε παρὰ σύστασιν ἀνθρώπων μήτʼ ἔξω τῆς ἱππασίας, ἀλλʼ ὅπουπερ καὶ πονεῖν ἀναγκάζεται ὁ ἵππος, ἐνταῦθα καὶ τῆς ῥᾳστώνης τυγχανέτω.

当到了应当下马的时刻,绝不要在其他马匹之中下马,也不要在人群聚集之处或训练场之外下马;而应当在马被强制劳作的那个地方,让它也在那里得到轻松与休憩。

语法注4 条
  1. 7.11τὸν αὐτοφυᾶ διατροχάζων

    τὸν αὐτοφυᾶ 在此充当内宾格(同源宾格)或副词性宾格(隐含 τρόχον 或 ῥυθμόν 等名词),意为“以其自然的(步调/快步)”。分词 διατροχάζων 表示主句潜势希求法 διαχαλῴη ἄν 的手段或伴随状况。

  2. 7.11εἰ διατροχάζοντος μέν, ὁπότε ἐμβαίνοι τῷ δεξιῷ, τότε σημαίνοι τῷ ἵππῳ τὸ ἐπιρραβδοφορεῖν

    διατροχάζοντος 为独立属格结构,其逻辑主语(马)根据上下文省略。其内部嵌套了时间从句 ὁπότε ἐμβαίνοι(表示重复或一般性情况的希求法),与条件从句 εἰ... σημαίνοι 中的 τότε 形成呼应。

  3. 7.13πέδην

    πέδη(字面意为“足绊/脚镣”)是古希腊骑术中的专门术语,指一种呈“8”字形或长圆形的转弯规程练习(类似于圈乘或回旋练习),用于训练马匹在两侧颔颊上均等地屈从与转向。

  4. 7.15ὑπολαμβάνειν

    ὑπολαμβάνειν 在此为骑术专业用法,作不带宾语的绝对用法,意为“(收缰)收束、减速、抑制(马匹)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg013.humanitext-grc2:7.9-7.19