- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg013.humanitext-grc2:7.1-7.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者详述了准备上马时接马的要领、从左侧以及持矛时从右侧跃上马背的技巧、马上直立柔韧的坐姿要诀,以及就座后让马保持安静的步骤。
ὅταν γε μὴν παραδέξηται τὸν ἵππον ὡς ἀναβησόμενος, νῦν αὖ γράψομεν ὅσα ποιῶν ὁ ἱππεὺς καὶ ἑαυτῷ καὶ τῷ ἵππῳ ὠφελιμώτατος ἂν ἐν τῇ ἱππικῇ εἴη. πρῶτον μὲν τοίνυν τὸν ῥυταγωγέα χρὴ ἐκ τῆς ὑποχαλινιδίας ἢ ἐκ τοῦ ψαλίου ἠρτημένον εὐτρεπῆ εἰς τὴν ἀριστερὰν χεῖρα λαβεῖν, καὶ οὕτω χαλαρὸν ὡς μήτʼ ἂν τῶν τριχῶν παρὰ τὰ ὦτα λαβόμενος μέλλῃ ἀναβήσεσθαι μήτʼ ἂν ἀπὸ δόρατος ἀναπηδᾷ, σπᾶν τὸν ἵππον.1 τῇ δεξιᾷ δὲ τὰς ἡνίας παρὰ τὴν ἀκρωμίαν λαμβανέτω ὁμοῦ τῇ χαίτῃ, ὅπως μηδὲ καθʼ ἕνα τρόπον ἀναβαίνων σπάσῃ τῷ χαλινῷ τὸ στόμα τοῦ ἵππου.
然而,当骑手接掌马匹准备上马时,我们现在要依次写下骑手应当做些什么,才能在骑术中对自己和对马都最为有益。首先,必须将系在咽革或鼻革上的牵引绳灵便地握在左手中,并且要足够松弛,使得无论他是抓住耳旁的鬃毛准备上马,还是借助长矛跃起上马,都不会猛扯到马匹。右手则应当在肩隆处连同鬃毛一起握住缰绳,以使他在上马时绝不会以任何方式用水勒拉扯到马嘴。
ἐπειδὰν δὲ ἀνακουφίσῃ ἑαυτὸν εἰς τὴν ἀνάβασιν, τῇ μὲν ἀριστερᾷ ἀνιμάτω τὸ σῶμα, τὴν δὲ δεξιὰν ἐκτείνων συνεπαιρέτω ἑαυτόν (οὕτω γὰρ ἀναβαίνων οὐδὲ ὄπισθεν αἰσχρὰν θέαν παρέξει συγκεκαμμένῳ τῷ σκέλει),2 καὶ μηδὲ τὸ γόνυ ἐπὶ τὴν ῥάχιν τοῦ τιθέτω ἵππου, ἀλλʼ ὑπερβησάτω ἐπὶ τὰς δεξιὰς πλευρὰς τὴν κνήμην. ὅταν δὲ περιενέγκῃ τὸν πόδα, τότε καὶ τὼ γλουτὼ καθέτω ἐπὶ τὸν ἵππον.
当他纵身准备上马时,应当用左手向上拉引身体,伸出右手协助托举自身(因为按这种方式上马,就不会因屈曲腿部而在后方呈现难看的外貌),绝不可将膝盖放在马的脊梁上,而应当将小腿跨过并移至右侧肋腹。当他把脚转过马背时,才应当将双臀落坐在马背上。
ἢν δὲ τύχῃ ὁ ἱππεὺς τῇ μὲν ἀριστερᾷ ἄγων τὸν ἵππον, τῇ δὲ δεξιᾷ τὸ δόρυ ἔχων, ἀγαθὸν μὲν ἡμῖν δοκεῖ εἶναι τὸ καὶ ἐκ τῶν δεξιῶν μελετῆσαι ἀναπηδᾶν. μαθεῖν δʼ οὐδὲν δεῖ ἄλλο ἢ ἃ μὲν τότε τοῖς δεξιοῖς τοῦ σώματος ἐποίει τοῖς ἀριστεροῖς ποιεῖν, ἃ δὲ τότε τοῖς ἀριστεροῖς τοῖς δεξιοῖς.
如果骑手恰好用左手牵马,右手握矛,我们认为练习从右侧跃上马背也是有益的。他无须学习任何别的东西,只需用身体的左侧来做当时用右侧所做的事,用右侧来做当时用左侧所做的事即可。
τούτου δʼ ἕνεκεν καὶ ταύτην ἐπαινοῦμεν τὴν ἀνάβασιν, ὅτι ἅμα τε ἀναβεβηκὼς ἂν εἴη καὶ κατεσκευασμένος πάντα, εἴ τι δέοι ἐξαίφνης πρὸς πολεμίους ἀγωνίζεσθαι.
基于这个原因,我们也赞赏这种上马方式:因为一旦骑上马,倘若突然需要迎战敌人,他在一切方面都已彻底准备就绪。
ἐπειδάν γε μὴν καθέζηται ἐάν τε ἐπὶ ψιλοῦ ἐάν τε ἐπὶ τοῦ ἐφιππίου, οὐ τὴν ὥσπερ ἐπὶ δίφρου ἕδραν ἐπαινοῦμεν, ἀλλὰ τὴν ὥσπερ εἰ ὀρθὸς ἂν διαβεβηκὼς εἴη τοῖν σκελοῖν.3 τοῖν τε γὰρ μηροῖν οὕτως ἂν ἔχοιτο μᾶλλον τοῦ ἵππου, καὶ ὀρθὸς ὢν ἐρρωμενεστέρως ἂν δύναιτο καὶ ἀκοντίσαι καὶ πατάξαι ἀπὸ τοῦ ἵππου, εἰ δέοι.
此外,无论骑在光背马还是骑在鞍褥上就座时,我们都不赞赏如同坐在椅子上的坐姿,而赞赏如同双腿分开直立般的姿势。因为这样就能用双大腿更牢固地夹住马匹,而且保持直立姿态,一旦需要,便能从马上以更强劲的力量掷标枪或施加打击。
χρὴ δὲ καὶ χαλαρὰν ἀπὸ τοῦ γόνατος ἀφεῖσθαι τὴν κνήμην σὺν τῷ ποδί. σκληρὸν μὲν γὰρ ἔχων τὸ σκέλος εἰ προσκόψειέ τῳ, προσκεκλασμένος ἂν εἴη· ὑγρὰ δὲ οὖσα ἡ κνήμη, εἴ τι καὶ προσπίπτοι αὐτῇ, ὑπείκοι ἂν καὶ τὸν μηρὸν οὐδὲν μετακινοίη.
膝部以下的小腿同脚也应当从膝关节处放松下垂。因为若把腿绷得僵硬,一旦撞上某物就可能折断;而小腿若柔韧自如,即便有物撞击它,它也能顺势避让,丝毫不致使大腿移位。
δεῖ δὲ τὸν ἱππέα καὶ τὸ ἄνωθεν τῶν ἑαυτοῦ ἰσχίων σῶμα ὡς ὑγρότατον ἐθίζειν εἶναι. οὕτω γὰρ ἂν πονεῖν τε ἔτι μᾶλλον δύναιτο καὶ εἰ ἕλκοι τις αὐτὸν ἢ ὠθοίη ἧττον ἂν σφάλλοιτο.
骑手还必须习惯使自己髋部以上的身体尽可能保持柔软灵活。因为这样他就能更经得起劳累,而且若有人拉扯或推搡他,他也不易失去平衡。
ἐπειδάν γε μὴν καθέζηται, πρῶτον μὲν ἠρεμεῖν δεῖ διδάσκειν τὸν ἵππον, ἕως ἂν καὶ ὑποσπάσηται,4 ἤν τι δέηται, καὶ ἡνίας ἰσώσηται καὶ δόρυ λάβῃ ὡς ἂν εὐφορώτατον εἴη· ἔπειτα δὲ ἐχέτω τὸν ἀριστερὸν βραχίονα πρὸς ταῖς πλευραῖς· οὕτω γὰρ εὐσταλέστατός τε ὁ ἱππεὺς ἔσται καὶ ἡ χεὶρ ἐγκρατεστάτη.
当他就座完毕时,首先必须教马保持安静站立,直到骑手拉整妥当衣具(若有需要的话)、理齐缰绳并以最顺手的方式握好长矛为止;此后,让他将左上臂紧贴在肋部;因为这样骑手的身姿会最为紧凑利落,手的掌控力也会最强。
- 7.1καὶ οὕτω χαλαρὸν ὡς μήτʼ ἂν ... μέλλῃ ... μήτʼ ἂν ... ἀναπηδᾷ, σπᾶν τὸν ἵππον
句式 οὕτω ... ὡς ... σπᾶν 表示程度或结果(“松弛到不至于猛扯……”)。其中的两处 μήτʼ ἄν 是否定不定式 σπᾶν 的关联否定词 μήτε ... μήτε 后接条件连词 ἄν(即 ἐάν / ἤν),分别接虚拟式 μέλλῃ 和 ἀναπηδᾷ 构成假设条件从句(“无论他是将要……还是跃起……”),而非与不定式连用的语气助词 ἄν。不定式 σπᾶν 的逻辑主语是骑手。
- 7.2συγκεκαμμένῳ τῷ σκέλει
表示伴随状况或方式的与格(“弯着腿”),描摹上马时屈腿造成的从后方看不雅观的姿态。
- 7.5τὴν ὥσπερ εἰ ὀρθὸς ἂν διαβεβηκὼς εἴη τοῖν σκελοῖν
从前句承前省略并补充 ἕδραν(“……的坐姿”)。ὥσπερ εἰ 后接表潜在的 ἄν 与祈愿式(完成时祈愿式 διαβεβηκὼς εἴη),构成假设比喻:“如同两腿叉开直立一般”。τοῖν σκελοῖν 是表示双腿的双数与格。
- 7.8ἕως ἂν καὶ ὑποσπάσηται
中动相动词 ὑποσπάσηται(“自行向下拉扯/整理”)指骑手整理上马时被撩起或弄乱的衣物(如短袍)或装具。ἕως ἄν 搭配虚拟式引导时间从句,表示“直到他拉平整理妥当……为止”。
