- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg013.humanitext-grc2:6.1-6.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阐述安全梳刷与牵引马匹的姿势、正确佩戴水勒的方法及注意事项、波斯式托扶上马、摒弃怒气的调教与消除惊恐之法,以及马匹降低身体与骑手自力上马的要领。
δηλώσομεν δὲ καὶ τοῦτο, ὡς ἂν ἀβλαβέστατα μέν τις ἑαυτῷ, τῷ δʼ ἵππῳ ὠφελιμώτατα τὰ πρόσθεν ψήχοι.1 ἢν μὲν γὰρ ἐς τὸ αὐτὸ βλέπων τῷ ἵππῳ καθαίρῃ, κίνδυνος καὶ τῷ γόνατι καὶ τῇ ὁπλῇ εἰς τὸ πρόσωπον πληγῆναι· ἢν δὲ ἀντία τῷ ἵππῳ ὁρῶν καὶ ἔξω τοῦ σκέλους, ὅταν καθαίρῃ, κατὰ τὴν ὠμοπλάτην καθίζων ἀποτρίβῃ, οὕτω πάθοι μὲν ἂν οὐδέν, δύναιτο δʼ ἂν καὶ τὴν χελιδόνα τοῦ ἵππου θεραπεύειν ἀναπτύσσων τὴν ὁπλήν. ὡς δʼ αὔτως καὶ τὰ ὄπισθεν σκέλη καθαιρέτω.
我们还要说明这一点:怎样才能对自己最安全、对马最有益地清理前部。因为如果朝着与马相同的方向进行清理,就有被膝部和蹄子击中面部的危险;但若在清理时朝着与马相反的方向看并处于腿的外侧,蹲在马的肩胛骨旁擦拭,这样便不会遭受任何伤害,而且还能通过抬起马蹄来护理马的蹄叉。后腿也当依同样的方式清理。
εἰδέναι δὲ χρὴ τὸν περὶ τὸν ἵππον ὅτι καὶ ταῦτα καὶ τἆλλα πάντα ὅσα πράττειν δεῖ ὡς ἥκιστα χρὴ κατὰ πρόσωπόν τε καὶ οὐρὰν ἀντίον ἑαυτὸν ποιήσαντα προσιέναι· ἢν γὰρ ἐπιχειρῇ ἀδικεῖν, κατʼ ἀμφότερα ταῦτα κρείττων ὁ ἵππος ἀνθρώπου. ἐκ πλαγίου δʼ ἄν τις προσιὼν ἀβλαβέστατα μὲν ἑαυτῷ, πλεῖστα δʼ ἂν ἵππῳ δύναιτο χρῆσθαι.
照料马匹的人必须明白,无论在这些事上还是在必须做的所有其他事上,都绝不应当迎面正对着脸部或尾部走近;因为如果马企图作恶,在这两个位置上马都比人更强有力。但若从侧面走近,对自己最为安全,而且也能最大程度地驾驭马匹。
ἐπειδὰν δὲ ἄγειν δέῃ τὸν ἵππον, τὴν μὲν ὄπισθεν ἀγωγὴν διὰ τάδε οὐκ ἐπαινοῦμεν, ὅτι τῷ μὲν ἄγοντι οὕτως ἥκιστα ἔστι φυλάξασθαι, τῷ δὲ ἵππῳ οὕτως μάλιστα ἔξεστι ποιῆσαι ὅ τι ἂν βούληται.
当需要牵马时,基于以下理由我们不赞赏将〔马〕牵在后面的做法:因为牵引者按这种方式最难以防备自身,而马按这种方式则最能为所欲为。
τὸ δʼ αὖ ἔμπροσθεν μακρῷ τῷ ἀγωγεῖ προϊόντα διδάσκειν ὑφηγεῖσθαι τὸν ἵππον διὰ τάδε αὖ ψέγομεν· ἔξεστι μὲν γὰρ τῷ ἵππῳ καθʼ ὁπότερʼ ἂν βούληται τῶν πλαγίων κακουργεῖν, ἔξεστι δὲ ἀναστρεφόμενον ἀντίον γίγνεσθαι τῷ ἄγοντι.
另一方面,教马借长牵绳走在前面引路的做法,我们也同样予以谴责:因为马可以随心所欲在任何一侧捣乱,也可以转过身来正对着牵引者。
ἁθρόοι δὲ δὴ ἵπποι πῶς ἄν ποτε ἀλλήλων δύναιντο ἀπέχεσθαι οὕτως ἀγόμενοι; ἐκ πλαγίου δὲ ἵππος ἐθισθεὶς παράγεσθαι ἥκιστα μὲν ἂν καὶ ἵππους καὶ ἀνθρώπους δύναιτʼ ἂν κακουργεῖν, κάλλιστα δʼ ἂν παρεσκευασμένος τῷ ἀναβάτῃ εἴη καὶ εἴ ποτε ἐν τάχει ἀναβῆναι δεήσειεν.
况且,成群的马按这种方式被牵引,又怎能彼此保持距离呢?但是,习惯于从侧面被牵引的马,最不可能对其他马或人造成伤害,而且也能为骑手做好极佳的准备,即便骑手在某时必须仓促上马。
ἵνα δὲ ὁ ἱπποκόμος καὶ τὸν χαλινὸν ὀρθῶς ἐμβάλῃ, πρῶτον μὲν προσίτω κατὰ τὰ ἀριστερὰ τοῦ ἵππου· ἔπειτα τὰς μὲν ἡνίας περιβαλὼν περὶ τὴν κεφαλὴν καθέτω ἐπὶ τῇ ἀκρωμίᾳ, τὴν δὲ κορυφαίαν τῇ δεξιᾷ αἰρέτω, τὸ δὲ στόμιον τῇ ἀριστερᾷ προσφερέτω.
为了让马夫也能正确戴上水勒,首先应当从马的左侧走近;接着将缰绳绕过马头搭在肩隆上,用右手提起顶革,用左手递上口铁。
κἂν μὲν δέχηται, δῆλον ὅτι περιτιθέναι δεῖ τὸν κεκρύφαλον· ἐὰν δὲ μὴ ὑποχάσκῃ, ἔχοντα δεῖ πρὸς τοῖς ὀδοῦσι τὸν χαλινὸν τὸν μέγαν δάκτυλον τῆς ἀριστερᾶς χειρὸς εἴσω τῆς γνάθου τῷ ἵππῳ ποιῆσαι.2 οἱ γὰρ πολλοὶ τούτου γιγνομένου χαλῶσι τὸ στόμα. ἢν δὲ μηδʼ οὕτω δέχηται, πιεσάτω τὸ χεῖλος περὶ τῷ κυνόδοντι· καὶ πάνυ τινὲς ὀλίγοι οὐ δέχονται τοῦτο πάσχοντες.
如果马顺从接受,显然应当系好头络;如果它不肯张口,就应当在将水勒靠在牙齿上的同时,把左手大拇指伸入马的颌内。因为大多数马在这样做时都会松开口。如果即便如此它仍不接受,就隔着犬齿挤压嘴唇;在经受这种做法时,只有极少数马会不顺从接受。
δεδιδάχθω δὲ καὶ τάδε ὁ ἱπποκόμος, πρῶτον μὲν μήποτε ἄγειν τῆς ἡνίας3 τὸν ἵππον· τοῦτο γὰρ ἑτερογνάθους ποιεῖ· ἔπειτα δὲ ὅσον δεῖ ἀπέχειν τὸν χαλινὸν τῶν γνάθων. ὁ μὲν γὰρ ἄγαν πρὸς αὐταῖς τυλοῖ τὸ στόμα, ὥστε μὴ εὐαίσθητον εἶναι, ὁ δὲ ἄγαν εἰς ἄκρον τὸ στόμα καθιέμενος ἐξουσίαν παρέχει συνδάκνοντι τὸ στόμιον μὴ πείθεσθαι.
马夫还应当受教于以下几点:首先,绝不可拉着缰绳牵马;因为这会使马嘴两侧的感知不对称;其次,水勒应当与颌角保持多大距离。因为太贴近颌部会磨出硬茧,以致口部失去敏锐的感觉;而放得太靠近唇尖,又会让马有机会咬住口铁而不听指挥。
χρὴ δὲ τὸν ἱπποκόμον καὶ τὰ τοιάδε παρατηρεῖν, εἰ μὴ ῥᾳδίως τὸν χαλινὸν ὁ ἵππος δέχεται, αἰσθανόμενος ὅτι δεῖ πονεῖν. οὕτω γὰρ δὴ μέγα ἐστὶ τὸ λαμβάνειν ἐθέλειν τὸν ἵππον τὸν χαλινὸν ὡς ὁ μὴ δεχόμενος παντάπασιν ἄχρηστος.
马夫还应当注意这类情况:马是否因察觉到必须劳作而不肯轻易接受水勒。因为马是否乐意接受水勒是如此重要,以至于不接受水勒的马完全无用。
ἢν δὲ μὴ μόνον ὅταν πονεῖν μέλλῃ χαλινῶται, ἀλλὰ καὶ ὅταν ἐπὶ τὸν σῖτον καὶ ὅταν ἐξ ἱππασίας εἰς οἶκον ἀπάγηται, οὐδὲν ἂν εἴη θαυμαστὸν εἰ ἁρπάζοι τὸν χαλινὸν αὐτόματος προτεινόμενον.
但是,如果马不仅在将要劳作时才戴上水勒,而且在被牵去进食以及骑乘后被牵回厩时也佩戴,那么当把水勒递给它时,它自发将其衔住便不足为奇了。
ἀγαθὸν δὲ τὸν ἱπποκόμον καὶ ἀναβάλλειν ἐπίστασθαι τὸν Περσικὸν τρόπον, ὅπως αὐτός τε ὁ δεσπότης, ἤν ποτε ἀρρωστήσῃ ἢ πρεσβύτερος γένηται, ἔχῃ τὸν εὐπετῶς ἀναβιβάσοντα καὶ ἄλλῳ ἤν τινι βούληται τὸν ἀναβαλοῦντα ἐπιχαρίσηται.
马夫懂得按波斯式方法托扶上马也是有益的,这样主人自己若有朝一日生病或年老,便有人能轻松协助其上马,并可在愿意时将能协助上马的人派去惠及他人。
τὸ δὲ μήποτε σὺν ὀργῇ ἵππῳ προσφέρεσθαι, ἓν τοῦτο καὶ δίδαγμα καὶ ἔθισμα πρὸς ἵππον ἄριστον. ἀπρονόητον γὰρ ἡ ὀργή, ὥστε πολλάκις ἐξεργάζεται ὧν μεταμέλειν ἀνάγκη.4
绝不带着怒气对待马匹——这单一的准则与习惯是对待马匹的最佳之道。因为怒气是不假思索的,因而常常造成必然令人懊悔的后果。
καὶ ὅταν δὲ ὑποπτεύσας τι ὁ ἵππος μὴ θέλῃ πρὸς τοῦτο προσιέναι, διδάσκειν δεῖ ὅτι οὐ δεινόν ἐστι μάλιστα μὲν οὖν ἵππῳ εὐκαρδίῳ, εἰ δὲ μή, ἁπτόμενον αὐτὸν τοῦ δεινοῦ δοκοῦντος εἶναι καὶ τὸν ἵππον πρᾴως προσάγοντα.5
当马对某物起疑而不肯靠近时,必须让它明白这并不可怕——最好是用一匹胆大的马作示范;如果不成,就由人亲自去触碰那看似可怕的事物,并温和地将马牵上前去。
οἱ δὲ πληγαῖς ἀναγκάζοντες ἔτι πλείω φόβον παρέχουσιν· οἴονται γὰρ οἱ ἵπποι, ὅταν τι χαλεπὸν πάσχωσιν ἐν τῷ τοιούτῳ, καὶ τούτου τὰ ὑποπτευόμενα αἴτια εἶναι.
那些用鞭打强迫的人只会造成更大的恐惧;因为马在此种情况下受到痛苦时,会以为引起怀疑的事物也是这痛苦的原因。
ἐπειδάν γε μὴν ὁ ἱπποκόμος τὸν ἵππον παραδῷ τῷ ἀναβάτῃ, τὸ μὲν ἐπίστασθαι ὑποβιβάζεσθαι τὸν ἵππον, ὥστε εὐπετὲς εἶναι ἀναβῆναι, οὐ μεμφόμεθα· τόν γε μέντοι ἱππέα νομίζομεν χρῆναι μελετᾶν καὶ μὴ παρέχοντος ἵππου δύνασθαι ἀναβαίνειν. ἄλλοτε μὲν γὰρ ἀλλοῖος ἵππος παραπίπτει, ἄλλοτε δʼ ἄλλως ὁ αὐτὸς ὑπηρετεῖ.
当马夫将马交给骑手时,马懂得降低身体以便于上马,对此我们并不责备;然而我们认为,骑手应当练习在马不配合降低身体时也能自行上马。因为人在不同时候会遇到不同类型的马,而同一匹马在不同时候的表现也会有所不同。
- 6.1ὡς ἂν ἀβλαβέστατα μέν τις ἑαυτῷ, τῷ δʼ ἵππῳ ὠφελιμώτατα τὰ πρόσθεν ψήχοι
由 ὡς 引导的间接疑问从句,搭配 ἄν 与潜能希求语气动词 ψήχοι,表示“人怎样才能……梳刷(潜能/可能)”。该从句对主句动词 δηλώσομεν 所支配的代词 τοῦτο 起到具体的解释说明作用。
- 6.8ἔχοντα δεῖ πρὸς τοῖς ὀδοῦσι τὸν χαλινὸν τὸν μέγαν δάκτυλον τῆς ἀριστερᾶς χειρὸς εἴσω τῆς γνάθου τῷ ἵππῳ ποιῆσαι
无人称动词 δεῖ 支配不定式 ποιῆσαι,其逻辑主语由宾格分词 ἔχοντα(指代马夫)体现。τῷ ἵππῳ 为关涉与格,整句骨干结构为:马夫(ἔχοντα)应当把左手大拇指伸入马的颌内(τῷ ἵππῳ ... ποιῆσαι)。
- 6.9ἄγειν τῆς ἡνίας
动词 ἄγειν 支配马作为直接宾语,而 τῆς ἡνίας 则充当表示接触或抓持局部的属格(部分属格/接触属格),意为“抓着缰绳牵引”。
- 6.13ὧν μεταμέλειν ἀνάγκη
关系代词 ὧν 的先行词 τούτων 被省略。由于无人称动词 μεταμέλει 要求悔恨的事物作属格补足语(μεταμέλει τινί τινος),因此关系代词本身作为 μεταμέλει 的宾语采用了属格形式(亦可视为向被省略先行词属格的格吸引)。
- 6.14μάλιστα μὲν οὖν ἵππῳ εὐκαρδίῳ, εἰ δὲ μή, ἁπτόμενον αὐτὸν τοῦ δεινοῦ δοκοῦντος εἶναι καὶ τὸν ἵππον πρᾴως προσάγοντα
紧承前文 διδάσκειν δεῖ 的承前省略句。前肢使用手段与格 ἵππῳ εὐκαρδίῳ(“最好是借由一匹勇敢的马”),后肢的宾格分词 ἁπτόμενον 与 προσάγοντα 则与不定式 διδάσκειν 的未明确表达的逻辑主语(牵马人)保持一致,形成“否则便亲自去触碰……并温和地牵引马匹”的对比手段。
