- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg013.humanitext-grc2:5.1-5.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文中论述了对马夫的训导、系缰与嘴套的正确系戴、系马的高度,以及马匹梳刷、清洗的具体步骤与禁忌。
ἱππικοῦ δὲ ἀνδρὸς ἡμῖν δοκεῖ εἶναι καὶ τὸν ἱπποκόμον πεπαιδευκέναι1 ἃ δεῖ περὶ τὸν ἵππον πράττειν. πρῶτον μὲν τοίνυν τῆς ἐπιφατνιδίας φορβειᾶς ἐπίστασθαι αὐτὸν δεῖ μήποτε τὸ ἅμμα ποιεῖσθαι2 ἔνθαπερ ἡ κορυφαία περιτίθεται. πολλάκις γὰρ κνῶν ὁ ἵππος ἐπὶ τῇ φάτνῃ τὴν κεφαλήν, εἰ μὴ ἀσινὴς ἡ φορβειὰ περὶ τὰ ὦτα ἔσται, πολλάκις ἂν ἕλκη ποιοίη. ἑλκουμένων γε μὴν τούτων ἀνάγκη τὸν ἵππον καὶ περὶ τὸ χαλινοῦσθαι καὶ περὶ τὸ ψήχεσθαι δυσκολώτερον εἶναι.
在我们看来,作为通晓马术之人,其职责还在于教育马夫懂得照料马匹所应当做的事情。首先,马夫必须懂得绝不可将马槽系缰的结扣打在安放顶革的地方;因为马常常在马槽上蹭头,如果耳边的系缰不能无害,它便会频繁磨出伤口。而这些部位一旦溃烂,马在佩戴水勒和接受梳刷时就必然会变得更加执拗难驯。
ἀγαθὸν δὲ καὶ τὸ τετάχθαι τῷ ἱπποκόμῳ καθʼ ἡμέραν τὴν κόπρον καὶ τὰ ὑποστρώματα τοῦ ἵππου ἐκφέρειν εἰς ἓν χωρίον. τοῦτο γὰρ ποιῶν αὐτός τʼ ἂν ῥᾷστα ἀπαλλάττοι καὶ ἅμα τὸν ἵππον ὠφελοίη.
同样有益的是,向马夫规定每天将马的粪便和垫草运往固定的一个地方。因为这样做,他自己能最轻松地完成差事,同时也对马大有裨益。
εἰδέναι δὲ χρὴ τὸν ἱπποκόμον καὶ τὸν κημὸν περιτιθέναι τῷ ἵππῳ, καὶ ὅταν ἐπὶ ψῆξιν καὶ ὅταν ἐπὶ καλίστραν ἐξάγῃ. καὶ ἀεὶ δὲ ὅποι ἂν ἀχαλίνωτον ἄγῃ κημοῦν δεῖ. ὁ γὰρ κημὸς ἀναπνεῖν μὲν οὐ κωλύει, δάκνειν δὲ οὐκ ἐᾷ· καὶ τὸ ἐπιβουλεύειν δὲ περικείμενος μᾶλλον ἐξαιρεῖ τῶν ἵππων·
马夫还应当知道给马戴上嘴套,无论是在牵它出去梳刷时,还是在牵它去打滚场时。而且凡是牵着不戴水勒的马前往任何地方,都应当戴上嘴套;因为嘴套并不妨碍呼吸,却不容许咬人,而且佩戴嘴套更能消除马匹的恶习。
καὶ μὴν δεσμεύειν τὸν ἵππον ἄνωθεν τῆς κεφαλῆς δεῖ· πάντα γὰρ ὁπόσα ἂν δύσκολʼ ᾖ περὶ τὸ πρόσωπον ὁ ἵππος ἐκνεύειν πέφυκεν ἄνω· ἐκνεύων γε μὴν οὕτω δεδεμένος χαλᾷ μᾶλλον ἢ διασπᾷ τὰ δεσμά.
此外,必须把马系在高于它头顶的地方;因为凡是在脸部周围有任何不适,马生来就习惯将头向上扬起;而按这种方式系着,它在扬头时只会使缰绳放松,而不会将缰绳扯断。
ἐπειδὰν δὲ ψήχῃ, ἄρχεσθαι μὲν ἀπὸ τῆς κεφαλῆς καὶ τῆς χαίτης· μὴ γὰρ καθαρῶν τῶν ἄνω ὄντων μάταιον τὰ κάτω καθαίρειν. ἔπειτα δὲ κατὰ μὲν τὸ ἄλλο σῶμα πᾶσι τοῖς τῆς καθάρσεως ὀργάνοις ἀνιστάντα δεῖ τὴν τρίχα σοβεῖν τὴν κόνιν κατὰ φύσιν τῆς τριχός· τῶν δʼ ἐν τῇ ῥάχει τριχῶν ἄλλῳ μὲν ὀργάνῳ οὐδενὶ δεῖ ἅπτεσθαι, ταῖς δὲ χερσὶ τρίβειν καὶ ἁπαλύνειν ᾗπερ φύσει κέκλινται· ἥκιστα γὰρ ἂν βλάπτοι τὴν ἕδραν τοῦ ἵππου.
当梳刷时,应当从头和鬃毛开始;因为如果上部不干净,清理下部也是徒劳的。接着,在身体的其余部分,应当用所有清理工具逆梳毛发,顺着毛发的自然方向拂去尘土;但是对于脊背上的毛发,绝不可使用任何其他工具触碰,而要用手顺着毛发自然倾斜的方向抚摩揉顺;因为这样最不至于损伤马背上的坐部。
ὕδατι δὲ καταπλύνειν τὴν κεφαλὴν χρή· ὀστώδης γὰρ οὖσα, εἰ σιδήρῳ ἢ ξύλῳ καθαίροιτο, λυποῖ ἂν τὸν ἵππον. καὶ τὸ προκόμιον δὲ χρὴ βρέχειν· καὶ γὰρ αὗται εὐμήκεις οὖσαι αἱ τρίχες ὁρᾶν μὲν οὐ κωλύουσι τὸν ἵππον, ἀποσοβοῦσι δὲ ἀπὸ τῶν ὀφθαλμῶν τὰ λυποῦντα. καὶ τοὺς θεοὺς δὲ οἴεσθαι χρὴ δεδωκέναι ταύτας τὰς τρίχας ἵππῳ ἀντὶ τῶν μεγάλων ὤτων ἃ ὄνοις τε καὶ ἡμιόνοις ἔδοσαν ἀλεξητήρια πρὸ τῶν ὀμμάτων.
头部则应当用水冲洗;因为它是骨质的,如果用铁器或木器清理,会使马感到疼痛。前额的刘海也应当润湿;因为这些毛发颇长,既不阻碍马的视线,又能从眼边驱走烦扰之物。应当认为,神祇赐予马这些毛发,乃是代替赐给驴和骡子用作眼前防卫的大耳朵。
καὶ οὐρὰν δὲ καὶ χαίτην πλύνειν χρή, ἐπείπερ αὔξειν δεῖ τὰς τρίχας, τὰς μὲν ἐν τῇ οὐρᾷ, ὅπως ἐπὶ πλεῖστον ἐξικνούμενος ἀποσοβῆται ὁ ἵππος τὰ λυποῦντα, τὰς δὲ ἐν τῷ τραχήλῳ, ὅπως τῷ ἀναβάτῃ ὡς ἀφθονωτάτη ἀντίληψις ᾖ.
尾毛和鬃毛也应当清洗,既然必须使毛发长长——尾毛是为了让马能尽量甩及远处驱赶烦扰之物,颈部的鬃毛则是为了使骑手有尽可能充裕的握持之处。
δέδοται δὲ παρὰ θεῶν καὶ ἀγλαΐας ἕνεκεν ἵππῳ χαίτη, καὶ προκόμιον δὲ καὶ οὐρά. τεκμήριον δέ· αἱ γὰρ ἀγελαῖαι τῶν ἵππων οὐχ ὁμοίως ὑπομένουσι τοὺς ὄνους ἐπὶ τῇ ὀχείᾳ ἕως ἂν κομῶσιν· οὗ ἕνεκα καὶ ἀποκείρουσι πρὸς τὴν ὀχείαν τὰς ἵππους ἅπαντες οἱ ὀνοβατοῦντες.
鬃毛、刘海和尾巴,也是神祇为了美观而赐予马的。证据是:放牧的母马只要蓄着长毛,便不愿同样顺从驴的交配;为此,所有培育骡子的人为了配种都会将母马的毛剪掉。
τήν γε μὴν τῶν σκελῶν κατάπλυσιν ἀφαιροῦμεν· ὠφελεῖ μὲν γὰρ οὐδέν, βλάπτει δὲ τὰς ὁπλὰς ἡ καθʼ ἑκάστην ἡμέραν βρέξις. καὶ τὴν ὑπὸ γαστέρα δὲ ἄγαν κάθαρσιν μειοῦν χρή· αὕτη γὰρ λυπεῖ μὲν μάλιστα τὸν ἵππον, ὅσῳ δʼ ἂν καθαρώτερα ταῦτα γένηται, τοσούτῳ πλείω τὰ λυποῦντα ἁθροίζει ὑπὸ τὴν γαστέρα·
然而,我们免除对腿部的冲洗;因为这毫无裨益,而每天浸湿会损伤蹄子。腹部下方的过度清理也应当减少;因为这最会使马感到痛苦,而且这些部位越是干净,聚集在腹部下方的烦扰之物就越多。
ἢν δὲ καὶ πάνυ διαπονήσηταί τις ταῦτα, οὐ φθάνει ἐξαγόμενος ὁ ἵππος καὶ εὐθὺς ὅμοιός ἐστι3 τοῖς ἀκαθάρτοις. ταῦτα μὲν οὖν ἐᾶν χρή· ἀρκεῖ δὲ καὶ ἡ τῶν σκελῶν ψῆξις αὐταῖς ταῖς χερσὶ γιγνομένη.
即使有人在这些部位极其卖力清理,马一被牵出,便立刻同未曾清理过的一样。因此这些部位应当任其自然;腿部的清理只要仅用双手进行便已足够。
- 5.1ἱππικοῦ δὲ ἀνδρὸς ἡμῖν δοκεῖ εἶναι καὶ τὸν ἱπποκόμον πεπαιδευκέναι
ἱππικοῦ... ἀνδρός 为表特征或职责的谓语属格(“属于通晓马术者的本分”)。句子主语是完成时不定式 πεπαιδευκέναι,其宾语为宾格 τὸν ἱπποκόμον。
- 5.1τῆς ἐπιφατνιδίας φορβειᾶς ἐπίστασθαι αὐτὸν δεῖ μήποτε τὸ ἅμμα ποιεῖσθαι
τῆς ἐπιφατνιδίας φορβειᾶς 是修饰 τὸ ἅμμα 的描述性属格,因倒置离隔(hyperbaton)被置于句首以示强调,即“懂得绝不打马槽系缰的结扣”。
- 5.10οὐ φθάνει ἐξαγόμενος ὁ ἵππος καὶ εὐθὺς ὅμοιός ἐστι
此为惯用句型 οὐ φθάνω + 分词 + καί ...,表示“一……立刻就……(尚未……就已经……)”。在此处意为“马刚一被牵出,立刻就同未清理的一样”。
