- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg013.humanitext-grc2:4.1-4.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段论述购马之后马厩的构造、通过进食情况观察马匹健康的方法,以及用于磨砺蹄足的室内外铺石措施和保持口部柔顺的要领。
ὅταν γε μὴν ἀγασθεὶς ἵππον πρίηταί τις καὶ οἴκαδε ἀγάγηται, καλὸν μὲν ἐν τοιούτῳ τῆς οἰκίας τὸν σταθμὸν εἶναι ὅπου πλειστάκις ὁ δεσπότης ὄψεται τὸν ἵππον· ἀγαθὸν δὲ οὕτω κατεσκευάσθαι τὸν ἱππῶνα, ὥστε μηδὲν μᾶλλον οἷόν τʼ εἶναι τὸν τοῦ ἵππου σῖτον κλαπῆναι ἐκ τῆς φάτνης ἢ τὸν τοῦ δεσπότου ἐκ τοῦ ταμιείου. ὁ δὲ τούτου ἀμελῶν ἐμοὶ μὲν ἑαυτοῦ δοκεῖ ἀμελεῖν· δῆλον γὰρ ὅτι ἐν τοῖς κινδύνοις τὸ αὑτοῦ σῶμα τῷ ἵππῳ ὁ δεσπότης παρακατατίθεται.
再者,当有人因喜爱而买下马匹并牵回家中时,将马厩设在主人能最频繁看到马的宅内位置是极好的;同时将马房建造得使马的饲料从马槽中被盗走绝不比主人的粮食从储藏室中被盗走更容易,也是极有裨益的。忽视这一点的人,在我看来实则是忽视他自己;因为显而易见的是,主人在危难中是把自己的性命托付给这匹马的。
ἔστι δὲ οὐ μόνον τοῦ μὴ κλέπτεσθαι ἕνεκα τὸν σῖτον ἀγαθὸς ὁ ἐχυρὸς ἱππών, ἀλλʼ ὅτι καὶ1 ὅταν ἐκκομίζῃ τὸν σῖτον ὁ ἵππος φανερὸν γίγνεται. τούτου δʼ ἄν τις αἰσθανόμενος γιγνώσκοι ὅτι ἢ τὸ σῶμα ὑπεραιμοῦν δεῖται θεραπείας ἢ κόπου ἐνόντος δεῖται ἀναπαύσεως, ἢ κριθίασις ἢ ἄλλη τις ἀρρωστία ὑποδύεται. ἔστι δὲ ὥσπερ ἀνθρώπῳ, οὕτω καὶ ἵππῳ ἀρχόμενα πάντα εὐιατότερα ἢ ἐπειδὰν ἐνσκιρωθῇ τε καὶ ἐξαμαρτηθῇ τὰ νοσήματα.
坚固的马房不仅是为了饲料不被盗窃,而且也是因为当马把饲料吐弃出来时能变得一目了然。察觉到这一点的人便能明白,或者是马体充血过多而需要医治,或者是疲乏在身而需要休息,或者是患上了大麦病或某种其他疾患。正如对人一样,马的一切疾患也同样在刚开始发作时比在其成为痼疾且遭到误治后更容易治愈。
ὥσπερ δὲ τοῦ ἵππου σίτου τε καὶ γυμνασίων ἐπιμελητέον, ὅπως ἂν τὸ σῶμα ἰσχύῃ, οὕτω καὶ τοὺς πόδας ἀσκητέον. τὰ μὲν τοίνυν ὑγρά τε καὶ λεῖα τῶν σταθμῶν λυμαίνεται καὶ ταῖς εὐφυέσιν ὁπλαῖς· τὰ δέ, ὡς μὲν μὴ ὑγρὰ εἶναι, ἀπόρρυτα, ὡς δὲ μὴ λεῖα, λίθους ἔχοντα κατορωρυγμένους,2 προσαλλήλους, παραπλησίους ὁπλαῖς τὸ μέγεθος τὰ γὰρ τοιαῦτα σταθμὰ καὶ ἐφεστηκότων ἅμα στερεοῖ τοὺς πόδας.
正如为了让马的体魄强健而必须照料其饲料与操练一样,人们也必须如此锻炼其足蹄。马房中潮湿而光滑的地面,甚至会毁坏生来优良的蹄子;因此,为了不潮湿,地面应当排水良好,为了不光滑,应当嵌有相互挨紧、大小与蹄子相仿的埋入石块;因为这样的马房即使马只是站立其上,也能同时使其蹄足变得结实。
ἔπειτά γε μὴν τῷ ἱπποκόμῳ ἐξακτέον μὲν τὸν ἵππον ὅπου ψήξει, μεταδετέον δὲ μετὰ τὸ ἄριστον ἀπὸ τῆς φάτνης, ἵνʼ ἥδιον ἐπὶ τὸ δεῖπνον ἴῃ. ὧδε δʼ ἂν αὖ ὁ ἔξω σταθμὸς βέλτιστος εἴη καὶ τοὺς πόδας καρτερύνοι, εἰ λίθων στρογγύλων ἀμφιδόχμων ὅσον μνααίων ἁμάξας τέτταρας καὶ πέντε χύδην καταβάλοι,3 περιχειλώσας σιδήρῳ, ὡς ἂν μὴ σκεδαννύωνται· ἐπὶ γὰρ τούτων ἑστηκὼς ὥσπερ ἐν ὁδῷ λιθώδει ἀεὶ μέρος τι τῆς ἡμέρας πορεύοιτο ἄν·
再者,马夫应当把马牵到将要给它梳刷的地方,并且在午饭后必须把它从马槽旁移开系缚,以便它能更欣然去吃晚料。另一方面,室外的系马处若是散倒下四五车两手可握、重约一米纳的滚圆石头,并用铁圈围起以免散开,便会是最好的,且能使蹄足健固;因为站在这些石头上,马在一天当中的某段时间里就宛如总是在石子路上行走一般。
ἀνάγκη δὲ καὶ ψηχόμενον καὶ μυωπιζόμενον χρῆσθαι ταῖς ὁπλαῖς καθάπερ ὅταν βαδίζῃ. καὶ τὰς χελιδόνας δὲ τῶν ποδῶν οἱ οὕτω κεχυμένοι λίθοι στερεοῦσιν. ὡς δὲ περὶ τῶν ὁπλῶν ὅπως στερεαὶ ἔσονται ἐπιμελητέον, οὕτω καὶ τὰ περὶ τὸ στόμα αὖ ὅπως μαλακὰ ἔσται ἐπιμελεῖσθαι δεῖ. τὰ δʼ αὐτὰ ἀνθρώπου τε σάρκα καὶ ἵππου στόμα ἁπαλύνει.
而且它在接受梳刷和受牛虻滋扰时,也必然像行走时一样运用其蹄。这样散铺的石头也能使蹄的蹄叉变得结实。然而,正如必须用心使蹄子变得坚硬一样,反过来也必须用心使马口的部位保持柔顺。使人的皮肉与使马的口腔柔化的,乃是完全相同的事物。
- 4.2οὐ μόνον τοῦ μὴ κλέπτεσθαι ἕνεκα τὸν σῖτον ἀγαθὸς ὁ ἐχυρὸς ἱππών, ἀλλʼ ὅτι καὶ
非对称并列结构,通过 οὐ μόνον ... ἀλλʼ ὅτι καί 将带介词的定冠词不定式短语(τοῦ μὴ κλέπτεσθαι ἕνεκα,表目的/理由)与 ὅτι 引导的原因从句并列,意为“不仅为了饲料不被盗,而且因为……”。
- 4.3τὰ δέ, ὡς μὲν μὴ ὑγρὰ εἶναι, ἀπόρρυτα, ὡς δὲ μὴ λεῖα, λίθους ἔχοντα κατορωρυγμένους
承前文 τὰ μὲν ... λυμαίνεται 而来的对比主语 τὰ δέ 承载着省略的表要求或系动词(如 δεῖ εἶναι)。两处 ὡς ... εἶναι 是表达目的或期望结果的不定式从句(“为了不湿/为了不滑”),后分别由表语性质的形容词 ἀπόρρυτα 及分词短语 λίθους ἔχοντα 充当补足说明。
- 4.4λίθων στρογγύλων ἀμφιδόχμων ὅσον μνααίων ἁμάξας τέτταρας καὶ πέντε χύδην καταβάλοι
动词 καταβάλοι 的直接宾语是第四格的 ἁμάξας τέτταρας καὶ πέντε(“四五车”),句首的属格 λίθων στρογγύλων... 充当表示车所装载的内容/材料属格。副词性中性对格 ὅσον 表示“大约”,修饰形容词 μνααίων(重约一米纳的)。
