- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg013.humanitext-grc2:3.1-3.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者提出了选购乘用马的标准,详细阐述了查验马龄、佩戴衔辔与接受骑乘的温顺度、转向与制动能力、障碍考验以及性情与恶癖的检测方法。
ὅταν γε μὴν ἱππαζόμενον ὠνῆταί τις, ὑπομνήματα γράψομεν ἃ δεῖ καταμανθάνειν τὸν μέλλοντα μὴ ἐξαπατᾶσθαι ἐν ἱππωνίᾳ. πρῶτον μὲν τοίνυν μὴ λαθέτω αὐτὸν τίς ἡ ἡλικία· ὁ γὰρ μηκέτι ἔχων γνώμονας οὔτʼ ἐλπίσιν εὐφραίνει οὔτε ὁμοίως εὐαπάλλακτος γίγνεται.
另一方面,当有人购买已经训练骑乘的马匹时,我们将写下备忘,列明打算在买马时不被欺骗者所必须考察的事项。首先,切不可忽视其年龄;因为不再长有标志齿的马,既不能以未来的指望使人愉悦,也同样不容易脱手转售。
ὁπότε δὲ ἡ νεότης σαφής, δεῖ αὖ μὴ λαθεῖν πῶς μὲν εἰς τὸ στόμα δέχεται τὸν χαλινόν, πῶς δὲ περὶ τὰ ὦτα τὴν κορυφαίαν. ταῦτα δʼ ἥκιστʼ ἂν λανθάνοι, εἰ ὁρῶντος μὲν τοῦ ὠνουμένου ἐμβάλλοιτο ὁ χαλινός, ὁρῶντος δʼ ἐξαιροῖτο.
当其年轻确凿无疑时,又不可忽视它如何口衔马嚼子,以及如何将马笼头套在耳际。如果买主在一旁看着套上马嚼子、又看着取下来,这些情况就最不容易被忽略。
ἔπειτα δὲ προσέχειν δεῖ τὸν νοῦν πῶς ἐπὶ τὸν νῶτον δέχεται τὸν ἀναβάτην. πολλοὶ γὰρ ἵπποι χαλεπῶς προσίενται ἃ πρόδηλα αὐτοῖς ἐστιν ὅτι προσέμενοι πονεῖν ἀναγκασθήσονται.1
其次,必须注意它如何在背上接受骑手;因为许多马极难接纳那些向它们昭示着一旦接纳就必被迫劳苦的事物。
σκεπτέον δὲ καὶ τόδε, εἰ ἀναβαθεὶς2 ἐθέλει ἀφʼ ἵππων ἀποχωρεῖν ἢ εἰ παρʼ ἑστηκότας ἱππεύων μὴ ἐκφέρει πρὸς τούτους. εἰσὶ δὲ οἳ διὰ κακὴν ἀγωγὴν καὶ πρὸς τὰς οἴκαδε ἀφόδους φεύγουσιν ἐκ τῶν ἱππασιῶν.
还当考察这一点:骑上马背之后,它是否愿意离开其他马匹,或者在骑马经过站立的群马身旁时,它是否不会向它们猛冲过去。有些马由于劣质的调教,甚至会从练马场向回家的出口逃窜。
τούς γε μὴν ἑτερογνάθους μηνύει μὲν καὶ ἡ πέδη καλουμένη ἱππασία, πολὺ δὲ μᾶλλον καὶ τὸ μεταβάλλεσθαι τὴν ἱππασίαν. πολλοὶ γὰρ οὐκ ἐγχειροῦσιν ἐκφέρειν, ἢν μὴ ἅμα συμβῇ ἥ τε ἄδικος γνάθος καὶ ἡ πρὸς οἶκον ἐκφορά. δεῖ γε μὴν εἰδέναι καὶ εἰ ἀφεθεὶς εἰς τάχος ἀναλαμβάνεται ἐν βραχεῖ καὶ εἰ ἀποστρέφεσθαι ἐθέλει.
再者,单侧口硬的马,通过所谓“足绊”形式的骑乘练习便能显露出来,而通过改变骑乘方向则更能显露无遗;因为许多马若非迟钝的颌部与回家的冲动同时发生,便不会企图猛冲横行。此外还必须查明,马在全速飞驰放开之后,能否在短距离内收住,以及是否愿意转弯。
ἀγαθὸν δὲ μὴ ἄπειρον εἶναι εἰ καὶ πληγῇ ἐγερθεὶς ἐθέλει ὁμοίως πείθεσθαι. ἄχρηστον μὲν γὰρ δήπου καὶ οἰκέτης καὶ στράτευμα ἀπειθές· ἵππος δὲ ἀπειθὴς οὐ μόνον ἄχρηστος, ἀλλὰ πολλάκις καὶ ὅσαπερ προδότης διαπράττεται.
查验它在受到鞭打激发后是否同样愿意顺从,也是极有裨益的。因为不驯服的仆役和军队固然毫无用处,而不顺从的马不仅毫无用处,甚至往往造成如同叛徒一般的祸害。
ἐπεὶ δὲ πολεμιστήριον ἵππον ὑπεθέμεθα ὠνεῖσθαι, ληπτέον πεῖραν ἁπάντων ὅσωνπερ καὶ ὁ πόλεμος πεῖραν λαμβάνει. ἔστι δὲ ταῦτα, τάφρους διαπηδᾶν, τειχία ὑπερβαίνειν, ἐπʼ ὄχθους ἀνορούειν, ἀπʼ ὄχθων καθάλλεσθαι· καὶ πρὸς ἄναντες δὲ καὶ κατὰ πρανοῦς καὶ πλάγια ἐλαύνοντα πεῖραν λαμβάνειν· πάντα γὰρ ταῦτα καὶ τὴν ψυχὴν εἰ καρτερὰ καὶ τὸ σῶμα εἰ ὑγιὲς δοκιμάζει.
由于我们设定所购买的是一匹战马,就必须对战争所检验的一切事项进行试验。这些事项就是:跨越壕沟、翻越低墙、跳上土埂、从土埂跳下;并且必须在向着上坡、顺着下坡和横贯斜坡疾驰中加以检验;因为这一切既考验其意志是否顽强,又检验其躯体是否健全。
οὐ μέντοι τὸν μὴ καλῶς πάνυ ταῦτα ποιοῦντα ἀποδοκιμαστέον. πολλοὶ γὰρ οὐ διὰ τὸ μὴ δύνασθαι, ἀλλὰ διὰ τὸ ἄπειροι εἶναι τούτων ἐλλείπονται. μαθόντες δὲ καὶ ἐθισθέντες καὶ μελετήσαντες καλῶς ἂν ταῦτα πάντα ποιοῖεν, εἴ γʼ ἄλλως ὑγιεῖς καὶ μὴ κακοὶ εἶεν.
然而,对那些不能完全胜任这些动作的马,绝不可径直淘汰;因为许多马并非由于缺乏能力,而是由于对这些缺乏经验才表现欠佳。一旦受到教导、适应并经操练,只要它们其他方面健康且无恶癖,便能出色地完成这一切。
τούς γε μέντοι ὑπόπτας φύσει φυλακτέον. οἱ γὰρ ὑπέρφοβοι βλάπτειν μὲν τοὺς πολεμίους ἀφʼ ἑαυτῶν οὐκ ἐῶσι, τὸν δὲ ἀναβάτην ἔσφηλάν τε πολλάκις καὶ εἰς τὰ χαλεπώτατα ἐνέβαλον.
然而,必须防备那些生性多疑的马;因为过度恐惧的马不仅不允许骑手在其背上打击敌人,而且往往摔下骑手,使之陷入极险恶的境地。
δεῖ δὲ καὶ εἴ τινα χαλεπότητα ἔχοι ὁ ἵππος καταμανθάνειν, εἴτε πρὸς ἵππους εἴτε πρὸς ἀνθρώπους, καὶ εἰ δυσγάργαλίς γε εἴη· πάντα γὰρ ταῦτα χαλεπὰ τοῖς κεκτημένοις γίγνεται.
还必须弄清马是否带有什么脾气上的暴躁,无论对马还是对人,以及是否过度敏感;因为这一切都会给马主带来麻烦。
τὰς δέ γε τῶν χαλινώσεων καὶ ἀναβάσεων ἀποκωλύσεις καὶ τἆλλα δὴ νεύματα πολὺ ἂν ἔτι μᾶλλον καταμάθοι τις, εἰ πεπονηκότος ἤδη τοῦ ἵππου πάλιν πειρῷτο ποιεῖν ταὐτὰ ὅσαπερ πρὶν ἄρξασθαι ἱππεύειν. ὅσοι δʼ ἂν πεπονηκότες ἐθέλωσι πάλιν ὑποδύεσθαι πόνους ἱκανὰ τεκμήρια παρέχονται ταῦτα ψυχῆς καρτερᾶς.
至于抗拒上嚼子、抗拒上马以及其他恶癖,如果在这匹马已经疲惫之后,再次尝试做那套在开始骑乘前所做的事,人们便能更清楚地加以查明。凡在疲劳时仍愿重新承担劳苦的马,都能为其顽强的意志提供充分的明证。
ὡς δὲ συνελόντι εἰπεῖν,3 ὅστις εὔπους μὲν εἴη, πρᾷος δέ, ἀρκούντως δὲ ποδώκης, ἐθέλοι δὲ καὶ δύναιτο πόνους ὑποφέρειν, πείθοιτο δὲ μάλιστα, οὗτος ἂν εἰκότως ἀλυπότατός τʼ εἴη καὶ σωτηριώτατος τῷ ἀναβάτῃ ἐν τοῖς πολεμικοῖς. οἱ δὲ ἢ διὰ βλακείαν ἐλάσεως πολλῆς δεόμενοι ἢ διὰ τὸ ὑπέρθυμοι εἶναι πολλῆς θωπείας τε καὶ πραγματείας ἀσχολίαν μὲν ταῖς χερσὶ τοῦ ἀναβάτου παρέχουσιν, ἀθυμίαν δʼ ἐν τοῖς κινδύνοις.
简而言之,凡是蹄足健全、温顺、足步足够迅捷、既愿意又能够忍受劳苦、且最为顺从的马,在战阵中理所当然会给骑手带来最少的麻烦与最大的安全。而那些由于迟钝而需要大量驱赶的马,或由于性情过于躁烈而需要大量安抚与折腾的马,不仅会占住骑手的双手,更会在危难中带来怯懦不安。
- 3.3ἃ πρόδηλα αὐτοῖς ἐστιν ὅτι προσέμενοι πονεῖν ἀναγκασθήσονται
省略先行词的关系从句用作主句动词 προσίενται 的直接宾语,而关系代词 ἃ 在关系从句中作 πρόδηλα ... ἐστιν 的先取(prolepsis)主语(逻辑上兼作 προσέμενοι 的宾语),其具体内涵由 ὅτι 从句中的述谓结构(即“一旦接纳便被迫劳苦”)展开。整个结构构成了句法上的融合,意为“那些向它们昭示着一旦接纳就必被迫劳苦的事物”。
- 3.4ἀναβαθείς
不及物动词 ἀναβαίνω(骑上、登上)的不定过去时被动分词。在此作被动意义使用,以马为主语,意为“被骑上之后”(即骑手跨上马背之后),展现了原本不及物的动词在带有使动或及物用法时所派生的被动态。
- 3.12ὡς δὲ συνελόντι εἰπεῖν
固定成语表达,意为“简而言之”或“概括而言”,由限定性独立不定式(ὡς εἰπεῖν)与表示视角或判断者的与格分词(συνελόντι)组合而成。
