← 色诺芬

论马术

§2.1-2.5

驯马的委任与幼驹的早期驯化

作者指出富裕公民无须亲自驯马而应雇专人代劳并订立合同,并详述在家中通过马夫使马驹温顺亲人并适应外界声色之法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

ὅπως γε μὴν δεῖ πωλεύειν οὐ δοκεῖ ἡμῖν γραπτέον εἶναι· τάττονται μὲν γὰρ δὴ ἐν ταῖς πόλεσιν ἱππεύειν οἱ τοῖς χρήμασί τε ἱκανώτατοι καὶ τῆς πόλεως οὐκ ἐλάχιστον μετέχοντες· πολὺ δὲ κρεῖττον τοῦ πωλοδαμνεῖν τῷ μὲν νέῳ εὐεξίας τε ἐπιμελεῖσθαι τῆς ἑαυτοῦ καὶ ἱππικὴν ἐπισταμένῳ ἤδη ἱππάζεσθαι μελετᾶν, τῷ δὲ πρεσβυτέρῳ τοῦ τε οἴκου καὶ τῶν φίλων καὶ τῶν πολιτικῶν καὶ τῶν πολεμικῶν μᾶλλον ἢ ἀμφὶ πώλευσιν διατρίβειν.

然而,关于应当如何驯服马驹,我们认为无须下笔论述;因为在城邦中被编入骑兵服役的人,乃是财产最为殷实、在城邦中居重要地位的人。对于年轻人来说,与其驯服马驹,远不如关注自身的体魄强健,并作为一个已经精通骑艺的人去操练骑乘;而对于年长者来说,与其消磨在驯马之事上,远不如多顾及家业、朋友、城邦政务和军务。

§2.2

ὁ μὲν δὴ ὥσπερ ἐγὼ γιγνώσκων περὶ πωλείας δῆλον ὅτι ἐκδώσει τὸν πῶλον. χρὴ μέντοι, ὥσπερ τὸν παῖδα ὅταν ἐπὶ τέχνην ἐκδῷ, συγγραψάμενον ἃ δεήσει ἐπιστάμενον ἀποδοῦναι1 οὕτως ἐκδιδόναι. ταῦτα γὰρ ὑπομνήματα ἔσται τῷ πωλοδάμνῃ ὧν δεῖ ἐπιμεληθῆναι, εἰ μέλλει τὸν μισθὸν ἀπολήψεσθαι.

因此,在驯马一事上与我见解相同的人,显然会将马驹交给专业驯马师。不过,正如同送孩子去学手艺时一样,必须立下字据,写明马驹在被交还时应当通晓何种本领,然后再交付出去。因为如果驯马师打算领到酬金,这些条款便会成为他必须尽心照料的事项凭据。

§2.3

ὅπως μέντοι πρᾷός τε καὶ χειροήθης καὶ φιλάνθρωπος ὁ πῶλος ἐκδιδῶται τῷ πωλοδάμνῃ ἐπιμελητέον. τὸ γὰρ τοιοῦτον οἴκοι τε τὰ πλεῖστα καὶ διὰ τοῦ ἱπποκόμου ἀποτελεῖται, ἢν ἐπίστηται τὸ μὲν πεινῆν καὶ διψῆν καὶ μυωπίζεσθαι παρασκευάζειν μετʼ ἐρημίας γίγνεσθαι τῷ πώλῳ, τὸ δὲ φαγεῖν καὶ πιεῖν καὶ τὸ τῶν λυπούντων ἀπαλλάττεσθαι διʼ ἀνθρώπων. τούτων γὰρ γιγνομένων ἀνάγκη μὴ μόνον φιλεῖσθαι ἀλλὰ καὶ ποθεῖσθαι ὑπὸ πώλων ἀνθρώπους.

然而,必须注意使交付给驯马师的马驹性情温和、驯服且亲近人类。因为这种性情大抵是在家中并通过马夫养成的,只要马夫懂得如此安排:使马驹的饥渴以及受牛虻叮咬都发生在独处之时,而采食、饮水以及从痛苦中解脱则通过人来获得。因为在这些情况下,马驹必然不仅喜欢人类,甚至还会渴望亲近人类。

§2.4

καὶ ἅπτεσθαι δὲ χρὴ ὧν ψηλαφωμένων ὁ ἵππος μάλιστα ἥδεται.2 ταῦτα δʼ ἐστὶ τά τε λασιώτατα καὶ οἷς αὐτὸς ἥκιστʼ ἂν δύναιτο ὁ ἵππος, ἤν τι λυπῇ αὐτόν, ἐπικουρεῖν.

此外,还应触摸那些在被抚摸时马最感到愉悦的部位。这些部位乃是毛发最浓密处,以及若有什么使它苦恼时马自己最无法顾及照料之处。

§2.5

προστετάχθω δὲ τῷ ἱπποκόμῳ καὶ τὸ διʼ ὄχλου διάγειν καὶ παντοδαπαῖς μὲν ὄψεσι παντοδαποῖς δὲ ψόφοις πλησιάζειν. τούτων δέ, ὅσα ἂν ὁ πῶλος φοβῆται,3 οὐ χαλεπαίνοντα δεῖ ἀλλὰ πραΰνοντα διδάσκειν ὅτι οὐ δεινά ἐστι. καὶ περὶ μὲν πωλείας ἀρκεῖν μοι δοκεῖ τῷ ἰδιώτῃ εἰπεῖν τοσαῦτα πράττειν.

还当吩咐马夫牵着它穿过人群,让它接近各种各样的景物与各种各样的声响。而在这些事物中,凡是马驹害怕的,都不应当发怒,而要加以安抚,教导它那些并不令马生畏。对于驯马一事,在我看来对普通马主吩咐做这么多便已足够了。

语法注3 条
  1. 2.2συγγραψάμενον ἃ δεήσει ἐπιστάμενον ἀποδοῦναι

    分词 συγγραψάμενον 为阳性单数宾格,与不定式 ἐκδιδόναι 的逻辑主语一致。在 ἃ δεήσει ἐπιστάμενον ἀποδοῦναι 这一从句中,分词 ἐπιστάμενον 同样为阳性宾格,其逻辑所指是作为交还对象的马驹(τὸν πῶλον),意为“当交还马驹时,它应当掌握哪些本领”。此句型与前半句学徒幼童(τὸν παῖδα)学成归来的譬喻完全相仿。

  2. 2.4ὧν ψηλαφωμένων ὁ ἵππος μάλιστα ἥδεται

    关系代词 ὧν 融合了其先行词(身体部位),并受动词 ἅπτεσθαι 支配而作属格(表示触碰的动词支配属格)。分词 ψηλαφωμένων 与 ὧν 保持性、数、格的一致,表示伴随的时间或条件(“在被抚摩抚弄时”)。

  3. 2.5τούτων δέ, ὅσα ἂν ὁ πῶλος φοβῆται

    τούτων 是指代前文所述各种声色的部分属格,同时作为后接关系从句 ὅσα ἂν ὁ πῶλος φοβῆται 的先行词。在句法上它充当主题化的先前成分,与后文的 διδάσκειν 构成逻辑上的关联,意即“在这些事物之中,凡是马驹所害怕的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg013.humanitext-grc2:2.1-2.5