- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg013.humanitext-grc2:1.8-1.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者详细论述了从颈部到后肢等各身体部位的理想体相特征,解释了如何由管骨推测成年体型,并总结了马驹身体的相法。
ἀπό γε μὴν τοῦ στέρνου ὁ μὲν αὐχὴν αὐτοῦ μὴ ὥσπερ κάπρου προπετὴς πεφύκοι, ἀλλʼ ὥσπερ ἀλεκτρυόνος ὀρθὸς πρὸς τὴν κορυφὴν ἥκοι,1 λαγαρὸς δὲ εἴη τὰ κατὰ τὴν συγκαμπήν, ἡ δὲ κεφαλὴ ὀστώδης οὖσα μικρὰν σιαγόνα ἔχοι. οὕτως ὁ μὲν τράχηλος πρὸ τοῦ ἀναβάτου ἂν εἴη, τὸ δὲ ὄμμα τὰ πρὸ τῶν ποδῶν ὁρῴη. καὶ βιάζεσθαι δὲ ἥκιστʼ ἂν δύναιτο ὁ τοιοῦτον σχῆμα ἔχων καὶ εἰ πάνυ θυμοειδὴς εἴη· οὐ γὰρ ἐγκάμπτοντες ἀλλʼ ἐκτείνοντες τὸν τράχηλον καὶ τὴν κεφαλὴν βιάζεσθαι οἱ ἵπποι ἐπιχειροῦσι.
从胸部往上,颈项不应像野猪那样向前倾突,而应像公鸡一样向顶冠挺立,曲度处应当柔韧,头部多骨而下颌骨要小。这样,颈项就会处于骑手的前方,而眼睛能看到脚前的事物。并且,具有这等体态的马,即使性情极为暴躁,也最不能强挣抗命;因为马试图抗命强挣不是通过弯曲颈部和头部,而是通过将它们伸直。
σκοπεῖν δὲ χρὴ καὶ εἰ ἀμφότεραι μαλακαὶ αἱ γνάθοι ἢ σκληρὰ ἡ ἑτέρα. ἑτερόγναθοι γὰρ ὡς τὰ πολλὰ οἱ μὴ ὁμοίας τὰς γνάθους ἔχοντες γίγνονται. καὶ μὴν τὸ ἐξόφθαλμον εἶναι ἐγρηγορὸς μᾶλλον φαίνεται τοῦ κοιλοφθάλμου, καὶ ἐπὶ πλέον δʼ ἂν ὁ τοιοῦτος ὁρῴη.
还应当察看两颊是都柔软,还是其中之一坚硬;因为颊部不对称的马,往往会变成单侧口硬。再者,凸眼比凹眼显得更为警觉,这样的马也能看得更远。
καὶ μυκτῆρές γε οἱ ἀναπεπταμένοι τῶν συμπεπτωκότων εὐπνοώτεροί τε ἅμα εἰσὶ καὶ γοργότερον τὸν ἵππον ἀποδεικνύουσι. καὶ γὰρ ὅταν ὀργίζηται ἵππος ἵππῳ ἢ ἐν ἱππασίᾳ θυμῶται, εὐρύνει μᾶλλον τοὺς μυκτῆρας.
开张的鼻孔比闭瘪的鼻孔通气更好,同时也使马显得更具威势。事实上,每当马对别的马发怒,或在骑乘中激奋时,就会将鼻孔张得更大。
καὶ μὴν κορυφὴ μὲν μείζων, ὦτα δὲ μικρότερα ἱππωδεστέραν τὴν κεφαλὴν ἀποφαίνει. ἡ δʼ αὖ ὑψηλὴ ἀκρωμία τῷ τε ἀναβάτῃ ἀσφαλεστέραν τὴν ἕδραν καὶ τοῖς ὤμοις ἰσχυροτέραν τὴν πρόσφυσιν παρέχεται. ῥάχις γε μὴν ἡ διπλῆ τῆς ἁπλῆς καὶ ἐγκαθῆσθαι μαλακωτέρα καὶ ἰδεῖν ἡδίων.2
此外,头顶稍大而耳朵较小,能使头部显得更具马相。高耸的鬐甲既给骑手提供更安全的坐位,也给肩部提供更坚实的附着。而双脊比单脊坐上去更为柔软,观瞻也更令人悦目。
καὶ πλευρὰ δὲ ἡ βαθυτέρα καὶ πρὸς τὴν γαστέρα ὀγκωδεστέρα ἅμα εὐεδρότερόν τε καὶ ἰσχυρότερον καὶ εὐχιλότερον ὡς ἐπὶ πολὺ τὸν ἵππον παρέχεται. ὀσφῦς γε μὴν ὅσῳ ἂν πλατυτέρα τε καὶ βραχυτέρα ᾖ, τοσούτῳ ῥᾷον μὲν ὁ ἵππος τὰ πρόσθεν αἴρεται, ῥᾷον δὲ τὰ ὄπισθεν προσάγεται· καὶ ὁ κενεὼν δὲ οὕτω μικρότατος φαίνεται, ὅσπερ μέγας ὢν μέρος μέν τι καὶ αἰσχύνει, μέρος δέ τι καὶ ἀσθενέστερον καὶ δυσφορώτερον αὖ τὸν ἵππον παρέχεται.
更深的、朝腹部隆起的肋部,使马同时更便于骑坐、更强壮,且通常也更容易喂养。腰部越宽越短,马就越容易扬起前躯并收引后躯;侧腹以此方式显得最小,此部位若大,不仅有失美观,而且使马变得更为虚弱沉重。
τά γε μὴν ἰσχία πλατέα μὲν εἶναι χρὴ καὶ εὔσαρκα, ἵνα ἀκόλουθα ᾖ ταῖς πλευραῖς καὶ τοῖς στέρνοις· ἢν δὲ πάντα στερεὰ ᾖ, κουφότερα ἂν τὰ πρὸς τὸν δρόμον εἴη καὶ ὀξύτερον μᾶλλον ἂν τὸν ἵππον παρέχοιτο.
臀部应当宽阔而肉质丰满,以便与肋部及胸部相称;如果这些部位全都紧实,奔跑起来就会更加轻快,并能使马更为敏捷。
μηρούς γε μὴν τοὺς ὑπὸ τῇ οὐρᾷ ἢν ἅμα πλατείᾳ τῇ γραμμῇ διωρισμένους ἔχῃ,3 οὕτω καὶ τὰ ὄπισθεν σκέλη διὰ πολλοῦ ὑποθήσει. τοῦτο δὲ ποιῶν ἅμα γοργοτέραν τε καὶ ἰσχυροτέραν ἕξει τὴν ὑπόβασίν τε καὶ ἱππασίαν καὶ ἅπαντα βελτίων ἔσται ἑαυτοῦ. τεκμήραιο δʼ ἂν καὶ ἀπʼ ἀνθρώπων· ὅταν γάρ τι ἀπὸ τῆς γῆς ἄρασθαι βούλωνται, διαβαίνοντες πάντες μᾶλλον ἢ συμβεβηκότες ἐπιχειροῦσιν αἴρεσθαι.
尾下的后腿若由一条宽阔的凹线分隔开,它同样也会以后肢开阔的间距踏步前进。这样一来,它的落步与奔行将同时更加刚健有力,并且各方面都会胜过其常态。这一点亦可由人类身上得到印证;因为凡是想从地上抬起重物的人,无不两脚分开而不是并拢来试图抬起。
τούς γε μὴν ὄρχεις δεῖ μὴ μεγάλους τὸν ἵππον ἔχειν, ὃ οὐκ ἔστι πώλου κατιδεῖν.4 περί γε μὴν τῶν κάτωθεν, ἀστραγάλων ἢ κνημῶν καὶ κυνηπόδων καὶ ὁπλῶν, ταὐτὰ λέγομεν ἅπερ περὶ τῶν ἔμπροσθεν.
马的睾丸不应过大,然而在马驹身上这一点是无法看出的。至于下方部位——跗关节或管骨、系部和蹄部,我们所说的话与关于前部的话完全相同。
γράψαι δὲ βούλομαι καὶ ἐξ ὧν ἂν περὶ μεγέθους ἥκιστα ἀποτυγχάνοι τις. ὅτου γὰρ ἂν ὦσιν αἱ κνῆμαι εὐθὺς γιγνομένου ὑψηλόταται, οὗτος μέγιστος γίγνεται. προϊόντος γὰρ τοῦ χρόνου πάντων τῶν τετραπόδων αἱ μὲν κνῆμαι εἰς μέγεθος οὐ μάλα αὔξονται, πρὸς δὲ ταύτας ὡς ἂν συμμέτρως ἔχῃ συναύξεται καὶ τὸ ἄλλο σῶμα.
我还想写下人们最不至于看错体形大小的标志。因为刚出生时管骨最高的马驹,日后会长得最大;随着时间的推移,一切四足动物的管骨在尺寸上都不会长得太大,而身体其余部分则与之相应地一同长成比例。
εἶδος μὲν δὴ πώλου οὕτω δοκιμάζοντες μάλιστʼ ἂν ἡμῖν δοκοῦσι τυγχάνειν εὔποδος καὶ ἰσχυροῦ καὶ εὐσάρκου καὶ εὐσχήμονος καὶ εὐμεγέθους. εἰ δέ τινες αὐξανόμενοι μεταβάλλουσιν, ὅμως οὕτω θαρρῶν τις δοκιμάζοι ἄν· πολὺ γὰρ πλείονες εὔχρηστοι ἐξ αἰσχρῶν ἢ ἐκ τοιούτων αἰσχροὶ γίγνονται.5
如此检验马驹体相的人,在我们看来最有可能获得良蹄、强健、肉丰、形美且体格高大的马。即使有些马在成长中会发生变化,人们仍可依此法满怀信心地加以检验;因为由丑陋的马驹长成适用的马,远比由如此良相的马驹变成劣马要多得多。
- 1.8ὁ μὲν αὐχὴν αὐτοῦ μὴ ὥσπερ κάπρου προπετὴς πεφύκοι, ἀλλʼ ὥσπερ ἀλεκτρυόνος ὀρθὸς πρὸς τὴν κορυφὴν ἥκοι
此处没有带 ἄν 或由主导动词引出的祈愿语气动词(πεφύκοι, ἥκοι, εἴη, ἔχοι)充当表达规范或愿望的独立祈愿语气(optative of wish / prescription),在技术性论著中常见,用以提出理想的要求与规范(“应当长成……”、“应当挺立……”)。
- 1.11ῥάχις γε μὴν ἡ διπλῆ τῆς ἁπλῆς καὶ ἐγκαθῆσθαι μαλακωτέρα καὶ ἰδεῖν ἡδίων
τῆς ἁπλῆς 是比较属格,与 ἡ διπλῆ [ῥάχις](脊椎两侧肌肉隆起、脊线内凹形成的“双脊”)构成对比。不定式 ἐγκαθῆσθαι 与 ἰδεῖν 是说明性不定式(epexegetical infinitive),分别用以限定形容词 μαλακωτέρα 与 ἡδίων(在“骑坐”与“观瞻”方面)。
- 1.14μηροὺς γε μὴν τοὺς ὑπὸ τῇ οὐρᾷ ἢν ἅμα πλατείᾳ τῇ γραμμῇ διωρισμένους ἔχῃ
πλατείᾳ τῇ γραμμῇ 处于表语位置(形容词位于冠词与名词之外),表述线条的状态或方式:“使后腿被一条宽阔的凹线所分隔”。διωρισμένους 为完成时被动分词,作 ἔχῃ 的宾语补足语。
- 1.15ὃ οὐκ ἔστι πώλου κατιδεῖν
关系代词 ὃ 指代前句关于睾丸不宜过大的整体内容。ἔστι 为非人称用法,表示“能够、可能”,后接不定式 κατιδεῖν。属格 πώλου 为关涉属格(genitive of reference),意为“在马驹身上/就马驹而言”无法看出来。
- 1.17πολὺ γὰρ πλείονες εὔχρηστοι ἐξ αἰσχρῶν ἢ ἐκ τοιούτων αἰσχροὶ γίγνονται
这是一个由比较级 πλείονες ... ἤ 连接的对比结构:前半部的 εὔχρηστοι ἐξ αἰσχρῶν(从丑陋马驹长成的适用良马)与后半部的 ἐκ τοιούτων αἰσχροί(从这样优秀的马驹长成的劣马)形成鲜明对照。ἐκ τοιούτων 指代前文详述的具备优良相貌的马驹。
