← 色诺芬

论马术

§11.1-11.13

仪仗骏马的调训与队列统率法

色诺芬阐明了仪仗与统领用高姿态骏马的形体条件及注重自发性的调训方法,探讨了队列统率之道,并总结了全书。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.1

ἢν δέ τις ἄρα βουληθῇ καὶ πομπικῷ καὶ μετεώρῳ καὶ λαμπρῷ ἵππῳ χρήσασθαι, οὐ μάλα μὲν τὰ τοιαῦτα ἐκ παντὸς ἵππου γίγνεται, ἀλλὰ δεῖ ὑπάρξαι αὐτῷ καὶ τὴν ψυχὴν μεγαλόφρονα καὶ τὸ σῶμα εὔρωστον.

若有人希望使用一匹适合仪仗队列、能高举身躯且英姿焕发的马,这样的品质绝非任何一匹马都能具备,而是它必须既具备宏大的精神气魄,又具备强健的躯体。

§11.2

οὐ μέντοι ὅ γε οἴονταί τινες τὸν τὰ σκέλη ὑγρὰ ἔχοντα καὶ τὸ σῶμα αἴρειν δυνήσεσθαι, οὕτως ἔχει·1 ἀλλὰ μᾶλλον ὃς ἂν τὴν ὀσφῦν ὑγράν τε καὶ βραχεῖαν καὶ ἰσχυρὰν ἔχῃ (καὶ οὐ τὴν κατʼ οὐρὰν λέγομεν, ἀλλʼ ἣ πέφυκε μεταξὺ τῶν πλευρῶν καὶ τῶν ἰσχίων κατὰ τὸν κενεῶνα), οὗτος δυνήσεται πόρρω ὑποτιθέναι τὰ ὀπίσθια σκέλη ὑπὸ τὰ ἐμπρόσθια.

然而,有人认为腿部轻捷柔软的马也能将身躯抬高,事实并非如此;相反,唯有那些腰部轻柔、短小而强壮的马(我们所说的并非尾部的腰,而是天然位于肋骨与髋部之间、侧腹一带的部位),才能够把后腿深深地垫入前腿之下。

§11.3

ἢν οὖν τις ὑποτιθέντος αὐτοῦ ἀνακρούῃ τῷ χαλινῷ, ὀκλάζει μὲν τὰ ὀπίσθια ἐν τοῖς ἀστραγάλοις, αἴρει δὲ τὸ πρόσθεν σῶμα, ὥστε τοῖς ἐξ ἐναντίας φαίνεσθαι τὴν γαστέρα καὶ τὰ αἰδοῖα. δεῖ δὲ καὶ ὅταν ταῦτα ποιῇ διδόναι αὐτῷ τὸν χαλινόν, ὅπως τὰ κάλλιστα ἵππου ἑκόντα ποιῆσαι δοκῇ τοῖς ὁρῶσιν.

因此,当它把后腿垫入下方时,若有人用水勒嚼子向后顿拉,它的后腿就会在飞节处蹲屈,并将前半身抬起,以致正前方的人能够看到它的腹部和下阴。而在它做出这一动作时,必须立刻放松嚼子,以便在旁观者看来,它是在出于自愿地展现出一匹马最美丽的姿态。

§11.4

εἰσὶ μέντοι οἳ καὶ ταῦτα διδάσκουσιν οἱ μὲν ῥάβδῳ ὑπὸ τοὺς ἀστραγάλους κρούοντες, οἱ δὲ καὶ βακτηρίᾳ παρατρέχοντά τινα κελεύοντες ὑπὸ τὰς μηριαίας παίειν.

不过,也有些人通过用细枝敲打飞节下方,或让并排奔跑的人用木棍击打大腿下方来教授这些动作。

§11.5

ἡμεῖς γε μέντοι τὸ κράτιστον τῶν διδασκαλίων νομίζομεν, ὥσπερ ἀεὶ λέγομεν, ἢν ἐν παντὶ παρέπηται τὸ ἐν ᾧ ἂν ποιήσῃ τῷ ἀναβάτῃ κατὰ γνώμην τυγχάνειν ῥᾳστώνης παρʼ αὐτοῦ.2

然而,正如我们一直所说的那样,我们认为最优秀的训导方法在于:在任何情况下,只要马顺从骑手的意愿行事,就能随之从骑手那里获得歇息和放松。

§11.6

ἃ μὲν γὰρ ὁ ἵππος ἀναγκαζόμενος ποιεῖ, ὥσπερ καὶ Σίμων λέγει, οὔτʼ ἐπίσταται οὔτε καλά ἐστιν οὐδὲν μᾶλλον ἢ εἴ τις ὀρχηστὴν μαστιγῶν καὶ κεντρίζων ῥυθμίζοι· πολὺ γὰρ ἂν πλείω ἀσχημονοίη ἢ καλὰ ποιοίη ὁ τοιαῦτα πάσχων καὶ ἵππος καὶ ἄνθρωπος. ἀλλὰ δεῖ ἀπὸ σημείων ἑκόντα πάντα τὰ κάλλιστα καὶ λαμπρότατα ἐπιδείκνυσθαι.

因为正如西蒙所说,马在被强迫时所做的动作,既非出于领会,也不优美,这无异于有人用皮鞭和尖棒抽打刺戳来规范舞者的节拍;遭遇此类对待者,无论是马还是人,其丑态毕露之处必定远多于优美之举。相反,它必须在给出信号时,自愿地展现出一切最美、最辉煌的姿态。

§11.7

ἢν δὲ καί, ὅταν μὲν ἱππάζηται μέχρι, πολλοῦ ἱδρῶτος ἐλαύνηται, ὅταν δὲ καλῶς μετεωρίζῃ ἑαυτόν, ταχύ τε καταβαίνηται καὶ ἀποχαλινῶται, εὖ χρὴ εἰδέναι ὅτι ἑκὼν εἶσιν εἰς τὸ μετεωρίζειν ἑαυτόν·

此外,如果在骑乘时驱策它直到大汗淋漓,而一旦它优美地高举起自身,便迅速下马并摘下嚼子,那么就应当确信,它一定会乐意主动去抬高身躯。

§11.8

ἐπὶ τῶν τοιούτων δὴ ἱππαζόμενοι ἵππων καὶ θεοὶ καὶ ἥρωες γράφονται, καὶ ἄνδρες οἱ καλῶς χρώμενοι αὐτοῖς μεγαλοπρεπεῖς φαίνονται.

正是在这样的马上,神明与英雄们才被描绘为骑乘其中;而善于驭使这种马的人,也会显得威仪庄严。

§11.9

οὕτω δὲ καὶ ἔστιν ὁ μετεωρίζων ἑαυτὸν ἵππος σφόδρα ἀγαστὸν, ὡς πάντων τῶν ὁρώντων καὶ νέων καὶ γεραιτέρων τὰ ὄμματα κατέχειν. οὐδεὶς γοῦν οὔτε ἀπολείπει αὐτὸν οὔτε ἀπαγορεύει θεώμενος, ἔστʼ ἄν περ ἐπιδεικνύηται τὴν λαμπρότητα.

不仅如此,高举身躯的马是如此令人叹为观止,以至于能吸引所有观看者(无论老少)的目光。至少只要它展现出这种辉煌英姿,便无人离开,也无人会看得厌倦。

§11.10

ἤν γε μήν ποτε συμβῇ τινι τῶν τοιοῦτον ἵππον κεκτημένων ἢ φυλαρχῆσαι ἢ ἱππαρχῆσαι, οὐ δεῖ αὐτὸν τοῦτο σπουδάζειν, ὅπως αὐτὸς μόνος λαμπρὸς ἔσται, ἀλλὰ πολὺ μᾶλλον ὅπως ὅλον τὸ ἑπόμενον ἀξιοθέατον φανεῖται.

如果拥有这种马的人有朝一日成为部落骑兵队长或全军骑兵统领,他不应汲汲于让自己一人独享光彩,而应更加致力于使跟随他的整个队列看起来壮丽可观。

§11.11

ἢν μὲν οὖν ἡγῆται ὃς ἂν ἀνωτάτω αἰρόμενος καὶ πυκνότατα τὸ σῶμα βραχύτατον προβαίνῃ, δῆλον ὅτι καὶ βάδην ἕποιντʼ ἂν οἱ ἄλλοι ἵπποι αὐτῷ. ἐκ δὲ ταύτης τῆς ὄψεως τί ἂν καὶ λαμπρὸν γένοιτʼ ἄν;

因此,如果把身躯抬得最高、最频繁却仅向前行进极短距离的〔马〕在前面领头,那么显而易见,其他马匹即便缓步慢行也能跟随它。从这样的景象中,又怎能产生出任何辉煌之美呢?

§11.12

ἢν δὲ ἐξεγείρας τὸν ἵππον ἡγῇ μήτε τῷ ἄγαν ταχεῖ μήτε τῷ ἄγαν βραδεῖ, ὡς δʼ εὐθυμότατοι ἵπποι καὶ γοργότατοι καὶ εὐσχημονέστατοι γίγνονται, —ἐὰν ἡγῇ αὐτοῖς οὕτως, ἁθρόος μὲν ἂν ὁ κτύπος, ἁθρόον δὲ τὸ φρύαγμα καὶ τὸ φύσημα τῶν ἵππων συμπαρέποιτο, ὥστε οὐ μόνον αὐτὸς ἀλλὰ καὶ πάντες οἱ συμπαρεπόμενοι ἀξιοθέατοι ἂν φαίνοιντο.

反之,如果你激发马的意气,统领的速度既不过快也不过慢,而是恰好能使马匹变得最富精神、最英武、姿态最优雅——若你以此种方式统率它们,那么整齐齐整的马蹄声响、整齐一致的马匹喷鼻与呼吸声便会相伴而生,从而不仅你自己,而且所有相随而行的人,都会显得极具观赏之美。

§11.13

ἤν γε μήν τις καλῶς μὲν ἱππωνήσῃ, τρέφῃ δὲ ὡς πόνους δύνασθαι ὑποφέρειν, ὀρθῶς δὲ χρῆται καὶ ἐν τοῖς πρὸς πόλεμον μελετήμασι καὶ ἐν ταῖς πρὸς ἐπίδειξιν ἱππασίαις καὶ ἐν τοῖς πολεμικοῖς ἀγωνίσμασι, τί ἔτι ἐμποδὼν τούτῳ μὴ οὐχὶ πλείονός τε ἀξίους ἵππους ποιεῖν3 ἢ οἵους ἂν παραλαμβάνῃ, καὶ εὐδοκίμους μὲν ἵππους ἔχειν, εὐδοκιμεῖν δὲ αὐτὸν ἐν τῇ ἱππικῇ, ἢν μή τι δαιμόνιον κωλύῃ;

倘若有人善于选购马匹,善于饲养以使其能承受劳苦,并在战备操练、表演骑乘以及实战交锋中都能正确驭使它们,那么只要没有任何神明力量加以阻挠,还有什么能妨碍他把马匹调教得比接手时价值更高,拥有享有盛誉的良马,且自己也在马术上赢得崇高声誉呢?

语法注3 条
  1. 11.2οὐ μέντοι ὅ γε οἴονταί τινες τὸν τὰ σκέλη ὑγρὰ ἔχοντα καὶ τὸ σῶμα αἴρειν δυνήσεσθαι, οὕτως ἔχει

    关系代词 ὅ(“某些人所认为的……”)作为前置主语,与主句谓语 οὐ ... οὕτως ἔχει(“并非如此”)构成主谓框架,其内部包含表示所思内容的“宾格加不定式”结构(τὸν ... ἔχοντα ... δυνήσεσθαι)。

  2. 11.5ἢν ἐν παντὶ παρέπηται τὸ ἐν ᾧ ἂν ποιήσῃ τῷ ἀναβάτῃ κατὰ γνώμην τυγχάνειν ῥᾳστώνης παρʼ αὐτοῦ

    带冠词不定式 τὸ ... τυγχάνειν ῥᾳστώνης(“获得歇息”)是条件从句中动词 παρέπηται 的主语,其中嵌入了表示时间/条件的从属分句 ἐν ᾧ ἂν ποιήσῃ ...(“只要它顺从骑手的意图行事”)。

  3. 11.13τί ἔτι ἐμποδὼν τούτῳ μὴ οὐχὶ πλείονός τε ἀξίους ἵππους ποιεῖν

    修辞疑问句(“有什么能妨碍他呢?”=“没有任何事能妨碍他”)具有实质否定意义,因而表示阻碍的词语 ἐμποδών 后按古典希腊语常规搭配了 μὴ οὐ 加不定式结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg013.humanitext-grc2:11.1-11.13