← 色诺芬

论马术

§10.10-10.17

马衔的性质与训练高昂奔跑姿态

作者阐述了水勒嚼子的“柔韧”与“坚硬”的定义,进而说明如何通过松放水勒引导马匹高昂脖颈、自豪而威武地飞奔,并称赞由此展现出的非凡风采。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.10

εἰ δέ τις ἀγνοεῖ, τί τὸ ὑγρὸν τοῦ χαλινοῦ καὶ τί τὸ σκληρόν, γράψομεν καὶ τοῦτο. ὑγρὸν μὲν γάρ ἐστιν ὅταν οἱ ἄξονες εὐρείας καὶ λείας ἔχωσι τὰς συμβολάς, ὥστε ῥᾳδίως κάμπτεσθαι· καὶ πάντα δὲ ὁπόσα περιτίθεται περὶ τοὺς ἄξονας ἢν εὐρύστομα ᾖ καὶ μὴ σύμπυκνα, ὑγρότερά ἐστιν.

若有人不知道水勒嚼子的“柔韧”是什么、“坚硬”又是什么,我们也将对此予以记述。所谓“柔韧”,是指轴的连接处宽阔且平滑,从而易于屈曲;而且,套在轴周围的一切部件,如果开口宽敞而不紧密挤压,就更为柔韧。

§10.11

ἢν δὲ χαλεπῶς ἕκαστα τοῦ χαλινοῦ διατρέχῃ καὶ συνθέῃ, τοῦτʼ ἐστὶ τὸ σκληρὸν εἶναι. ὁποῖος δʼ ἄν τις ᾖ, τούτῳ τάδε γε πάντα ταὐτὰ ποιητέον,1 ἤνπερ γε βούληται ἀποδείξασθαι τὸν ἵππον οἷονπερ εἴρηται·

反之,如果嚼子的各个部件难以自如穿行、相互卡阻,这就是所谓的“坚硬”。然而,无论使用何种嚼子,只要真想把马调教成如上所述的那样,就必须用这嚼子同样施行以下所有操作:

§10.12

ἀνακρουστέον μὲν τὸ στόμα τοῦ ἵππου οὔτε ἄγαν χαλεπῶς ὥστʼ ἐκνεύειν, οὔτε ἄγαν ἡσύχως ὡς μὴ αἰσθάνεσθαι· ἐπειδὰν δὲ ἀνακρουόμενος αἴρῃ τὸν αὐχένα, δοτέον εὐθὺς τὸν χαλινόν. καὶ τἆλλα δὲ δεῖ, ὥσπερ οὐ παυόμεθα λέγοντες, ἐν ᾧ ἂν καλῶς ὑπηρετῇ, χαρίζεσθαι τῷ ἵππῳ.

顿拉马嘴时,既不可太猛烈以致它偏转躲闪,也不可太微弱以致它毫无知觉;而一旦它在被顿拉时昂起脖颈,就必须立刻松开嚼子。在其他所有方面,正如我们不断重申的那样,只要它顺从得当,就应当予以宽待。

§10.13

καὶ ὅταν δʼ αἴσθηται ἡδόμενον τὸν ἵππον τῇ τε ὑψαυχενίᾳ καὶ τῇ χαλαρότητι, ἐν τούτῳ οὐδὲν δεῖ χαλεπὸν προσφέρειν ὡς πονεῖν ἀναγκάζοντα, ἀλλὰ θωπεύειν ὡς ἱππάσασθαι βουλόμενον· οὕτω γὰρ μάλιστα θαρρῶν πρόεισιν εἰς τὴν ταχεῖαν ἱππασίαν.

而当察觉到马因高昂脖颈和嚼子的松弛而感到喜悦时,此时绝不应施加任何粗暴的手段去强迫它劳作,而应抚摩奖赏它,仿佛是它自己乐意驰骋一般;因为只有这样,它才会怀着最大的信心进入快速奔跑。

§10.14

ὡς δὲ καὶ τῷ ταχὺ θεῖν ἵππος ἥδεται τεκμήριον· ἐκφυγὼν γὰρ οὐδεὶς βάδην πορεύεται, ἀλλὰ θεῖ. τούτῳ γὰρ πέφυκεν ἥδεσθαι, ἢν μή τις πλείω τοῦ καιροῦ θεῖν ἀναγκάζῃ· ὑπερβάλλον δὲ τὸν καιρὸν οὐδὲν τῶν πάντων ἡδὺ οὔτε ἵππῳ οὔτε ἀνθρώπῳ.

马喜欢快跑也有明证:凡是脱缰逃走的马,没有一匹是缓步行走的,而全都是飞奔。因为马生性就喜爱快跑,只要人不强迫它跑得超过适度;而一旦超过适度,世间万物对马或对人就都不再是令人愉快的了。

§10.15

ὅταν γε μὴν εἰς τὸ ἱππάζεσθαι μετὰ τοῦ κυδροῦ ἀφιγμένος ᾖ, εἰθισμένος μὲν δήπου ἡμῖν ἦν ἐν τῇ πρώτῃ ἱππασίᾳ ἐκ τῶν στροφῶν εἰς τὸ θᾶττον ὁρμᾶσθαι. ἢν δέ τις τοῦτο μεμαθηκότος αὐτοῦ ἅμα ἀντιλαμβάνηταί τε τῷ χαλινῷ καὶ σημήνῃ τῶν ὁρμητηρίων τι, οὕτως ὑπὸ μὲν τοῦ χαλινοῦ πιεσθείς, ὑπὸ δὲ τοῦ ὁρμᾶν σημανθῆναι ἐγερθείς,2 προβάλλεται μὲν τὰ στέρνα, αἴρει δὲ ἄνω τὰ σκέλη ὀργιζόμενος, οὐ μέντοι ὑγρά γε· οὐ γὰρ μάλα ὅταν λυπῶνται ὑγροῖς τοῖς σκέλεσιν ἵπποι χρῶνται.

然而,当马已经达到能够威风凛凛地被骑乘的程度时,想必在我们初期的骑乘训练中,它就已经习惯了在转向之后转入更快的奔跑。如果有人在它学会这一点之后,一边用水勒嚼子拉扯收紧,一边发出某种催进的信号,那么它一方面受到嚼子的压迫,另一方面又受到前冲信号的激发,就会挺起胸膛,激愤地把腿高高抬起,但并不轻捷柔软;因为马在痛苦受难时,绝不会使肢体保持轻捷。

§10.16

ἢν δέ τις οὕτως ἀνεζωπυρημένῳ αὐτῷ δῷ τὸν χαλινόν, ἐνταῦθʼ ὑφʼ ἡδονῆς τῷ διὰ τὴν χαλαρότητα τοῦ στομίου λελύσθαι νομίζειν,3 κυδρῷ μὲν τῷ σχήματι, ὑγροῖν δὲ τοῖν σκελοῖν γαυριώμενος φέρεται, παντάπασιν ἐκμιμούμενος τὸν πρὸς ἵππους καλλωπισμόν.

但如果有人对这样被激发出激情的马松开水勒,那时它因嚼身松弛而自以为获得了释放,便在欢悦之中,带着威严的体态和轻捷的双腿骄傲地奔驰,完完全全模拟出它在同类面前炫耀自身时的英姿。

§10.17

καὶ οἱ θεώμενοι τὸν ἵππον τοιοῦτον ἐπικαλοῦσιν ἐλευθέριόν τε καὶ ἐθελουργὸν καὶ ἱππαστὴν καὶ θυμοειδῆ καὶ σοβαρὸν καὶ ἅμα ἡδύν τε καὶ γοργὸν ἰδεῖν. καὶ ταῦτα μὲν δή, ἢν τούτων τις ἐπιθυμήσῃ, μέχρι τούτων ἡμῖν γεγράφθω.

目睹这种马的人,都会称赞它高贵、温顺主动、适合骑乘、充满气魄、仪态庄重,同时看起来既优雅又英武。如果有人渴望获得这些,我们的记述到此便告一段落了。

语法注3 条
  1. 10.11ὁποῖος δʼ ἄν τις ᾖ, τούτῳ τάδε γε πάντα ταὐτὰ ποιητέον

    ὁποῖος δʼ ἄν τις ᾖ 的主语承接前文的 χαλινοῦ,指“水勒嚼子”(χαλινός)。其后的 τούτῳ 作工具与格,解释为“用这付嚼子”。虽然语法上 τούτῳ 也有可能指代马(关系与格,“针对不论何种性质的马匹”),但紧承前文对柔韧与坚硬嚼子的区分,此处意在说明不论采用何种嚼子,都必须贯彻同一套调教准则(τάδε πάντα ταὐτά)。

  2. 10.15ὑπὸ δὲ τοῦ ὁρμᾶν σημανθῆναι ἐγερθείς

    介词 ὑπό 支配属格带冠词被动不定式 τοῦ σημανθῆναι,该不定式又带有一个说明指令内容的动词原形 ὁρμᾶν(催进、向前冲),构成复合不定式结构,意为“受到催其前冲的信号所激发”。

  3. 10.16τῷ διὰ τὴν χαλαρότητα τοῦ στομίου λελύσθαι νομίζειν

    表示原因的带冠词与格不定式 τῷ ... νομίζειν(因自以为……)内部嵌套了完成时被动不定式 λελύσθαι(已获解脱)及其原因短语 διὰ τὴν χαλαρότητα τοῦ στομίου。该结构与前面的 ὑφʼ ἡδονῆς(出于欢悦)相配合,具体说明了马产生快感的原因。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg013.humanitext-grc2:10.10-10.17