- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg013.humanitext-grc2:12.1-12.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阐述骑兵与战马的防具(胸甲、头盔、护臂及马身护具)和攻击性武器(弯刀与山茱萸木标枪)的选用及投枪技巧,并总结全书作为对个人的指导。
γράψαι δὲ βουλόμεθα καὶ ὡς δεῖ ὡπλίσθαι τὸν μέλλοντα ἐφʼ ἵππου κινδυνεύειν. πρῶτον μὲν τοίνυν φαμὲν χρῆναι πρὸς τὸ σῶμα τὸν θώρακα πεποιῆσθαι. τὸν μὲν γὰρ καλῶς ἁρμόττοντα φέρει τὸ σῶμα, τὸν δὲ ἄγαν χαλαρὸν οἱ ὦμοι μόνοι φέρουσιν. ὅ γε μὴν λίαν στενὸς δεσμός, οὐχ ὅπλον ἐστίν.
我们还希望记述:在马上准备面对危险的人应当如何武装自己。首先,我们认为胸甲应当依身材量体裁衣;因为贴身合度的胸甲由整个身体来承担,而过于宽松的胸甲则仅由双肩承担,至于过分紧窄的胸甲则成了桎梏,而非武器装备。
ἐπεὶ δὲ καὶ ὁ αὐχήν ἐστι τῶν καιρίων, φαμὲν χρῆναι καὶ τούτῳ ἐξ αὐτοῦ τοῦ θώρακος ὅμοιον τῷ αὐχένι στέγασμα πεποιῆσθαι. τοῦτο γὰρ ἅμα κόσμον τε παρέξει καί, ἢν οἷον δεῖ εἰργασμένον ᾖ, δέξεται ὅταν βούληται τῷ ἀναβάτῃ τὸ πρόσωπον μέχρι τῆς ῥινός.1
此外,鉴于颈部也是要害部位之一,我们认为应当由胸甲本身向外延展,制作出贴合颈部的颈部护具。因为这不仅能增添威仪,而且如果制作得当,每当骑手需要时,它还能将面部遮护直至鼻梁。
κράνος γε μὴν κράτιστον εἶναι νομίζομεν τὸ βοιωτιουργές· τοῦτο γὰρ αὖ στεγάζει μάλιστα πάντα τὰ ὑπερέχοντα τοῦ θώρακος, ὁρᾶν δὲ οὐ κωλύει. ὁ δʼ αὖ θώραξ οὕτως εἰργάσθω ὡς μὴ κωλύειν μήτε καθίζειν μήτʼ ἐπικύπτειν.
至于头盔,我们认为波奥提亚式头盔最为精良;因为它能极好地遮护胸甲上方隆起露出的全部部位,同时又不妨碍视线。反之,胸甲的制造应当做到既不妨碍落座,也不妨碍俯身前倾。
τὰ δὲ περὶ τὸ ἦτρον καὶ τὰ αἰδοῖα κύκλῳ αἱ πτέρυγες τοσαῦται καὶ τοιαῦται ἔστωσαν ὥστε στέγειν τὰ βέλη.
在下腹与下阴周围,应当环布足够数量且质地得当的垂片护裙,以抵挡箭矢飞石。
ἐπεὶ δὲ καὶ ἡ ἀριστερὰ χεὶρ ἤν τι πάθῃ, καταλύει τὸν ἱππέα, καὶ ταύτῃ ἐπαινοῦμεν τὸ ηὑρημένον ὅπλον τὴν χεῖρα καλουμένην. τόν τε γὰρ ὦμον σκεπάζει καὶ τὸν βραχίονα καὶ τὸν πῆχυν καὶ τὸ ἐχόμενον τῶν ἡνιῶν,2 καὶ ἐκτείνεται δὲ καὶ συγκάμπτεται· πρὸς δὲ τούτοις καὶ τὸ διαλεῖπον τοῦ θώρακος ὑπὸ τῇ μασχάλῃ καλύπτει.
再者,由于左手一旦受创就会令骑兵彻底丧失战斗力,因此针对左手,我们赞许被称为“护手”的那种发明出来的防具。因为它能遮蔽肩部、上臂、前臂以及握持缰绳的部位,并且既能伸展又能弯曲;此外,它还能遮盖腋下胸甲的缝隙。
τήν γε μὴν δεξιὰν ἐπαίρειν δεῖ, ἤν τε ἀκοντίσαι ἤν τε πατάξαι βουληθῇ. τοῦ μὲν δὴ θώρακος τὸ κωλῦον ταύτῃ ἀφαιρετέον· ἀντὶ δὲ τούτου πτέρυγας ἐν τοῖς γιγγλύμοις προσθετέον ὅπως, ὅταν μὲν διαίρηται, ὁμοίως ἀναπτύσσωνται, ὅταν δὲ καταίρηται, ἐπικλείωνται.
然而右手则无论是投掷标枪还是挥剑劈击都必须扬起。因此,胸甲上阻碍此动作的部位必须去除;取而代之的是,应当在合页铰链上加装护片,以便在手臂扬起时相应张开,垂下时则闭合。
τῷ γε μὴν βραχίονι τὸ ὥσπερ κνημὶς παρατιθέμενον βέλτιον ἡμῖν δοκεῖ εἶναι ἢ συνδεθὲν τῷ ὅπλῳ. τό γε μὴν ψιλούμενον αἰρομένης τῆς δεξιᾶς στεγαστέον ἐγγὺς τοῦ θώρακος ἢ μοσχείῳ ἢ χαλκείῳ· εἰ δὲ μή, ἐν τῷ ἐπικαιροτάτῳ ἀφύλακτον ἔσται.
对于上臂,我们认为像胫甲那样贴合附着的防具,比起与盔甲整体连结在一起的防具更为优良。右臂举起时裸露出的部位,必须在靠近胸甲处用牛皮或青铜加以遮蔽;否则,在最要害之处便会毫无防护。
ἐπεὶ δʼ ἤνπερ τι πάσχῃ ὁ ἵππος, ἐν παντὶ κινδύνου3 καὶ ὁ ἀναβάτης γίγνεται, ὁπλίζειν δεῖ καὶ τὸν ἵππον προμετωπιδίῳ καὶ προστερνιδίῳ καὶ παραμηριδίοις· ταῦτα γὰρ ἅμα καὶ τῷ ἀναβάτῃ παραμηρίδια γίγνεται. πάντων δὲ μάλιστα τοῦ ἵππου τὸν κενεῶνα δεῖ σκεπάζειν· καιριώτατον γὰρ ὂν καὶ ἀφαυρότατόν ἐστι· δυνατὸν δὲ σὺν τῷ ἐφιππίῳ καὶ αὐτὸν σκεπάσαι.
由于一旦战马遭受损伤,骑手自身也会陷于极大危险之中,因此战马也必须披戴面帘护额、护胸以及护腿板;因为这些同时也成为骑手的护腿。而在战马的一切部位中,最必须加以遮护的是侧腹;因为它既最致命,又最为脆弱;但借助鞍垫将其一并遮护是完全可行的。
χρὴ δὲ καὶ τὸ ἔποχον τοιοῦτον ἐρράφθαι ὡς ἀσφαλέστερόν τε τὸν ἱππέα καθῆσθαι καὶ τὴν ἕδραν τοῦ ἵππου μὴ σίνεσθαι. καὶ τὰ μὲν δὴ ἄλλα οὕτω καὶ ὁ ἵππος καὶ ὁ ἱππεὺς ὡπλισμένοι ἂν εἶεν.
骑座鞍垫的缝制也应当做到让骑手坐得更稳固,且不损伤战马的背脊。在其余方面,战马与骑手便可如此全副武装。
κνῆμαι δὲ καὶ πόδες ὑπερέχοιεν μὲν ἂν εἰκότως τῶν παραμηριδίων, ὁπλισθείη δʼ ἂν καὶ ταῦτα, εἰ ἐμβάδες γένοιντο σκύτους, ἐξ οὗπερ αἱ κρηπῖδες ποιοῦνται· οὕτω γὰρ ἂν ἅμα ὅπλον τε κνήμαις καὶ ποσὶν ὑποδήματʼ ἂν εἴη.
小腿和双足自然会伸出护腿板之外,但若用制作厚底鞋履的那种皮革制成长筒皮靴,这些部位亦可得到防护;因为这样一来,既成了小腿的护具,又成了双足的履物。
ὡς μὲν δὴ μὴ βλάπτεσθαι θεῶν ἵλεων ὄντων ταῦτα ὅπλα. ὡς δὲ τοὺς ἐναντίους βλάπτειν, μάχαιραν μὲν μᾶλλον ἢ ξίφος ἐπαινοῦμεν· ἐφʼ ὑψηλοῦ γὰρ ὄντι τῷ ἱππεῖ κοπίδος μᾶλλον ἡ πληγὴ ἢ ξίφους ἀρκέσει.
在神明保佑之下用以防备不受伤害的装备便如上述。而至于杀伤敌人的武器,我们更推崇弯刀而非直剑;因为对于身处高处的骑兵而言,劈砍弯刀(戈庇斯)的一击比起直剑的刺击更为得力。
ἀντί γε μὴν δόρατος καμακίνου, ἐπειδὴ καὶ ἀσθενὲς καὶ δύσφορόν ἐστι, τὰ κρανέϊνα δύο παλτὰ μᾶλλον ἐπαινοῦμεν. καὶ γὰρ ἐξαφεῖναι τὸ ἕτερον δυνατὸν τῷ ἐπισταμένῳ, καὶ τῷ λειπομένῳ οἷόν τε χρῆσθαι καὶ εἰς τὸ ἀντίον καὶ εἰς τὰ πλάγια καὶ εἰς τοὔπισθεν· καὶ ἅμα ἰσχυρότερά τε τοῦ δόρατος καὶ εὐφορώτερά ἐστιν.
此外,比起单根的长芦木骑枪——因其既脆弱又不易携持——我们更推崇两根山茱萸木标枪。因为对于娴熟者而言,既能掷出其中一根,又能将剩余的一根用于正前方、侧方以及后方;同时它们比起长骑枪既更坚固,又更易于操控。
ἀκόντισμά γε μὴν τὸ μακρότατον ἐπαινοῦμεν· καὶ γὰρ ἀποστρέψαι καὶ μεταλαβεῖν παλτὸν οὕτω μᾶλλον ὁ χρόνος ἐγχωρεῖ. γράψομεν δὲ ἐν βραχεῖ καὶ ὡς ἄν τις κράτιστα ἀκοντίζοι. ἢν γὰρ προβαλλόμενος μὲν τὰ ἀριστερά, ἐπανάγων δὲ τὰ δεξιά, ἐξανιστάμενος δὲ ἐκ τῶν μηρῶν, μικρὸν ἐπανακύπτουσαν τὴν λόγχην ἀφῇ, οὕτω σφοδρότατόν τε καὶ μακρότατον οἴσεται τὸ ἀκόντιον, εὐστοχώτατον μέντοι, ἐὰν κατὰ τὸν σκοπὸν ἀφιεμένη ἀεὶ ὁρᾷ ἡ λόγχη.4
至于投掷标枪,我们推崇在最远距离投掷;因为这样一来,时间上更有余暇调转马头并换持另一根标枪。我们还将简短记述如何才能以最佳方式投掷标枪。如果将左侧前迎,将右侧后撤,从大腿借力挺身而起,使枪尖微带上昂之势掷出,标枪便能飞得最为刚猛、最为深远;不仅如此,若标枪掷出时枪尖始终直指目标,命中亦必最为精准。
καὶ ταῦτα μὲν δὴ ἰδιώτῃ καὶ ὑπομνήματα καὶ μαθήματα καὶ μελετήματα γεγράφθω ἡμῖν. ἃ δὲ ἱππάρχῳ προσῆκεν εἰδέναι τε καὶ πράττειν ἐν ἑτέρῳ λόγῳ δεδήλωται.
就让以上这些作为我们为私人所撰写的备忘、教益与操练法则吧。至于骑兵统领所应当通晓并践行之事,已在另一部著作中予以阐明。
- 12.2δέξεται ὅταν βούληται τῷ ἀναβάτῃ τὸ πρόσωπον μέχρι τῆς ῥινός
主语为前述的护颈(στέγασμα)。动词 δέξεται 支配宾格 τὸ πρόσωπον(容纳/遮护面部),与格 τῷ ἀναβάτῃ 用作关涉或利益与格(“为骑手”)。
- 12.5τὸ ἐχόμενον τῶν ἡνιῶν
中性分词的名词化用法。ἔχομαι 支配属格 τῶν ἡνιῶν,意为“抓握缰绳”之物,指代握持缰绳的部位(即左手本身);亦可理解为“紧挨缰绳的部位”,所指皆为操缰的左手。
- 12.8ἐν παντὶ κινδύνου
由介词短语 ἐν παντί(中性形容词)支配部分属格 κινδύνου 构成的习惯用法,意为“处于极度危险之中”。
- 12.13ἐὰν κατὰ τὸν σκοπὸν ἀφιεμένη ἀεὶ ὁρᾷ ἡ λόγχη
无生命的矛尖(ἡ λόγχη)作动词 ὁράω(看/注视)的主语,构成了生动的拟人修辞,意为“若在掷出时矛尖始终朝向目标”。分词 ἀφιεμένη 为现在被动分词,表伴随时间或条件。
