← 色诺芬

论马术

§1.1-1.7

写作缘由与马驹足部及前肢的辨识方法

作者阐述了写作意图及对先行者西蒙著作的态度,随后系统地论述了选购未经驯服的马驹时对足部(蹄甲、系部、管骨、膝部)乃至前肢上部和胸膛的身体特征检验标准。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

ἐπειδὴ διὰ τὸ συμβῆναι ἡμῖν πολὺν χρόνον ἱππεύειν οἰόμεθα ἔμπειροι ἱππικῆς γεγενῆσθαι, βουλόμεθα καὶ τοῖς νεωτέροις τῶν φίλων δηλῶσαι ᾗ ἂν νομίζομεν αὐτοὺς ὀρθότατα ἵπποις προσφέρεσθαι.1 συνέγραψε μὲν οὖν καὶ Σίμων περὶ ἱππικῆς, ὃς καὶ τὸν κατὰ τὸ Ἐλευσίνιον Ἀθήνησιν ἵππον χαλκοῦν ἀνέθηκε καὶ ἐν τῷ βάθρῳ τὰ ἑαυτοῦ ἔργα ἐξετύπωσεν· ἡμεῖς γε μέντοι ὅσοις συνετύχομεν ταὐτὰ γνόντες ἐκείνῳ,2 οὐκ ἐξαλείφομεν ἐκ τῶν ἡμετέρων, ἀλλὰ πολὺ ἥδιον παραδώσομεν αὐτὰ τοῖς φίλοις, νομίζοντες ἀξιοπιστότερα εἶναι ὅτι κἀκεῖνος κατὰ ταὐτὰ ἡμῖν ἔγνω ἱππικὸς ὤν· καὶ ὅσα δὴ παρέλιπεν ἡμεῖς πειρασόμεθα δηλῶσαι. πρῶτον δὲ γράψομεν ὡς ἄν τις ἥκιστα ἐξαπατῷτο ἐν ἱππωνίᾳ. τοῦ μὲν τοίνυν ἔτι ἀδαμάστου πώλου δῆλον ὅτι τὸ σῶμα δεῖ δοκιμάζειν· τῆς γὰρ ψυχῆς οὐ πάνυ σαφῆ τεκμήρια παρέχεται ὁ μήπω ἀναβαινόμενος.

既然我们因长期从事骑术而自认为已精通马艺,我们便也希望能向年轻的朋友们指明,我们认为他们该如何最得当地对待马匹。西蒙固然也写过关于骑术的著作,他甚至在雅典埃琉西尼昂神庙旁奉献了青铜马,并在基座上以浮雕刻画了自己的功绩;然而,凡是我们发觉与他见解相合之处,我们并不从自己的著作中抹去,反而会更乐意将它们传授给朋友们,因为我们认为,由于他作为骑术家也与我们抱有相同的见解,这些内容因而更加可信;至于他所遗漏的一切,我们也将努力予以阐明。 首先,我们要写下一人如何在购马时最不至于受骗。对于尚未驯服的马驹,显然必须检验其身体;因为尚未被人骑乘的马,决不会提供关于其性情的明确证据。

§1.2

τοῦ γε μὴν σώματος πρῶτόν φαμεν χρῆναι τοὺς πόδας σκοπεῖν. ὥσπερ γὰρ οἰκίας οὐδὲν ὄφελος ἂν εἴη, εἰ τὰ ἄνω πάνυ καλὰ ἔχοι μὴ ὑποκειμένων οἵων δεῖ θεμελίων, οὕτω καὶ ἵππου πολεμιστηρίου οὐδὲν ἂν ὄφελος εἴη, οὐδʼ εἰ τἆλλα πάντα ἀγαθὰ ἔχοι, κακόπους δʼ εἴη·3 οὐδενὶ γὰρ ἂν δύναιτο τῶν ἀγαθῶν χρῆσθαι.

就身体而言,我们认为首先应当察看足部。正如一栋房屋若未奠定应有的地基,即使上层建筑再精美也毫无用处一样,战马若是足部不良,即使具备其他所有优良品质,也同样毫无用处;因为它的那些优良品质将一项也无法派上用场。

§1.3

πόδας δʼ ἄν τις δοκιμάζοι πρῶτον μὲν τοὺς ὄνυχας σκοπῶν· οἱ γὰρ παχεῖς πολὺ τῶν λεπτῶν διαφέρουσιν εἰς εὐποδίαν· ἔπειτα οὐδὲ τοῦτο δεῖ λανθάνειν, πότερον αἱ ὁπλαί εἰσιν ὑψηλαὶ καὶ ἔμπροσθεν καὶ ὄπισθεν ἢ χαμηλαί. αἱ μὲν γὰρ ὑψηλαὶ πόρρω ἀπὸ τοῦ δαπέδου ἔχουσι τὴν χελιδόνα καλουμένην, αἱ δὲ ταπειναὶ ὁμοίως βαίνουσι τῷ τε ἰσχυροτάτῳ καὶ τῷ μαλακωτάτῳ τοῦ ποδός, ὥσπερ οἱ βλαισοὶ τῶν ἀνθρώπων· καὶ τῷ ψόφῳ δὲ ἔφη Σίμων δήλους εἶναι τοὺς εὔποδας, καλῶς λέγων· ὥσπερ γὰρ κύμβαλον ψοφεῖ πρὸς τὸ δάπεδον ἡ κοίλη ὁπλή.

检验足部,首先应当察看蹄甲;因为厚蹄在利于良蹄方面远胜薄蹄。其次,也不可忽略这一点:蹄壳无论前后是高耸还是扁平。因为高蹄使其所谓的“蹄叉”远离地面,而扁平蹄着地时,足部最坚硬的部分与最柔软的部分一并承受,正如罗圈腿的人走路一样。西蒙还说过,良蹄的马亦可由声响辨识,此话极有见地;因为空凹的蹄壳触地时,声若铙钹。

§1.4

ἐπεὶ δὲ ἠρξάμεθα ἐντεῦθεν, ταύτῃ καὶ ἀναβησόμεθα πρὸς τὸ ἄλλο σῶμα. δεῖ τοίνυν καὶ τὰ ἀνωτέρω μὲν τῶν ὁπλῶν, κατωτέρω δὲ τῶν κυνηπόδων ὀστᾶ4 μήτε ἄγαν ὀρθὰ εἶναι ὥσπερ αἰγός· ἀντιτυπώτερα γὰρ ὄντα κόπτει τε τὸν ἀναβάτην καὶ παραπίμπραται μᾶλλον τὰ τοιαῦτα σκέλη· οὐδὲ μὴν ἄγαν ταπεινὰ τὰ ὀστᾶ δεῖ εἶναι· ψιλοῖντο γὰρ ἂν καὶ ἑλκοῖντο οἱ κυνήποδες εἴτʼ ἐν βώλοις εἴτʼ ἐν λίθοις ἐλαύνοιτο ὁ ἵππος.

既然我们从这里开始,我们也将循此途径向上考察身体的其余部分。蹄壳之上、系关节之下的骨骼,既不可像山羊那样过度直立;因为太僵硬的反冲不仅会震动骑手,而且这类腿部更容易发炎肿胀。这些骨骼也决不可过度低倾;因为无论马是奔跑在土块上还是碎石中,系部都会磨破溃烂。

§1.5

τῶν γε μὴν κνημῶν τὰ ὀστᾶ παχέα χρὴ εἶναι· ταῦτα γάρ ἐστι στήριγγες τοῦ σώματος· οὐ μέντοι φλεψί γε οὐδὲ σαρξὶ παχέα· εἰ δὲ μή, ὅταν ἐν σκληροῖς ἐλαύνηται, ἀνάγκη αἵματος ταῦτα πληροῦσθαι καὶ κρισσοὺς γίγνεσθαι, καὶ παχύνεσθαι μὲν τὰ σκέλη, ἀφίστασθαι δὲ τὸ δέρμα. χαλῶντος δὲ τούτου πολλάκις καὶ ἡ περόνη ἀποστᾶσα χωλὸν ἀπέδειξε τὸν ἵππον.

至于管骨,其骨质应当粗壮;因为它们是身躯的立柱;但决不可因静脉或肉质而粗大。否则,一旦在坚硬地面上奔跑,这些部位必然充血并产生静脉曲张,腿部变粗而皮肤松脱。当皮肤松弛时,副骨往往也会移位脱离,致使马匹瘸跛。

§1.6

τά γε μὴν γόνατα ἢν βαδίζων ὁ πῶλος ὑγρῶς κάμπτῃ, εἰκάζοις ἂν καὶ ἱππεύοντα ὑγρὰ ἕξειν τὰ σκέλη· πάντες γὰρ προϊόντος τοῦ χρόνου ὑγροτέρως κάμπτουσιν ἐν τοῖς γόνασι. τὰ δὲ ὑγρὰ δικαίως εὐδοκιμεῖ· ἀπταιστότερον γὰρ καὶ ἀκοπώτερον τὸν ἵππον τῶν σκληρῶν σκελῶν παρέχει.

此外,马驹行走时若膝关节弯曲灵活,便可推想它受骑乘时四肢亦会保持灵活;因为随着岁月的推移,所有的马在膝关节弯曲上都会愈发灵活。灵活的膝部理当享有盛誉;因为相比于僵硬的腿,它能使马更不易绊倒,也更不易疲劳。

§1.7

μηροί γε μέντοι οἱ ὑπὸ ταῖς ὠμοπλάταις ἢν παχεῖς ὦσιν, ἰσχυρότεροί τε καὶ εὐπρεπέστεροι ὥσπερ ἀνδρὸς φαίνονται. καὶ μὴν στέρνα πλατύτερα ὄντα καὶ πρὸς κάλλος καὶ πρὸς ἰσχὺν καὶ πρὸς τὸ μὴ ἐπαλλὰξ ἀλλὰ διὰ πολλοῦ τὰ σκέλη φέρειν εὐφυέστερα.5

再者,肩胛骨下方的前臂若粗壮,正如男子一样,显得既更加强健又更加美观。宽阔的胸膛对于美观、力量以及迈动双腿时不相互交叉而是间隔宽阔,自然更为相宜。

语法注5 条
  1. 1.1ᾗ ἂν νομίζομεν αὐτοὺς ὀρθότατα ἵπποις προσφέρεσθαι

    由关系副词 ᾗ(以……方式)引导的从句。νομίζομεν 为直陈式现在时,其前的 ἄν 在句法上修饰从属不定词 προσφέρεσθαι,构成潜在不定词(另有抄本作虚拟式 νομίζωμεν),在此表示作者主观认为年轻人对待马匹最得当的方式。全语种均统合为“我们认为他们该如何最得当地对待马匹”。

  2. 1.1ὅσοις συνετύχομεν ταὐτὰ γνόντες ἐκείνῳ

    关系代名词 ὅσοις 由动词 συνετύχομεν(偶遇、恰好一致)支配而取与格。分词短语 ταὐτὰ γνόντες ἐκείνῳ 带协同与格 ἐκείνῳ(与他),意为“与他得出相同见解”。全句指“在所有我们发现与他见解相合之事上”,逻辑上充当后文 οὐκ ἐξαλείφομεν(我们并不抹去)的主题范围。

  3. 1.2οὐδʼ εἰ τἆλλα πάντα ἀγαθὰ ἔχοι, κακόπους δʼ εἴη

    由 οὐδʼ εἰ(即使……也不)引导的条件从句。从句内部 εἰ ... ἔχοι 与 κακόπους δʼ εἴη 形成对照,其中 δέ 起转折强调作用(“但若是足部不良”)。整个句子与主句 οὐδὲν ἂν ὄφελος εἴη 构成潜势条件句(从句希求法+主句希求法)。

  4. 1.4τὰ ἀνωτέρω μὲν τῶν ὁπλῶν, κατωτέρω δὲ τῶν κυνηπόδων ὀστᾶ

    倒装(hyperbaton)与平行对照结构。中心名词 ὀστᾶ(骨骼)置于句末,由两个副词比较级短语限定:τὰ ἀνωτέρω μὲν τῶν ὁπλῶν(蹄壳之上的)与 κατωτέρω δὲ τῶν κυνηπόδων(系关节之下的)。解剖学上指马的系骨与冠骨(即系部)。

  5. 1.6καὶ μὴν στέρνα πλατύτερα ὄντα ... εὐφυέστερα

    系动词 ἐστί 在表语形容词 εὐφυέστερα(天生更适合)后省略的述谓句。分词 ὄντα 与主语 στέρνα 一致,带有条件或因果意味(“胸膛若更宽阔/宽阔的胸膛”)。介词 πρός 支配三个平行的目标:πρὸς κάλλος(为了美观)、πρὸς ἰσχύν(为了力量)以及带冠词的不定词短语 πρὸς τὸ ... φέρειν(为了运步时不相互交叉)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg013.humanitext-grc2:1.1-1.7