← 色诺芬

拉刻代蒙人国制

§9.1-9.6

尊崇战死之风与对怯懦者的惩罚

本节论述了吕库古如何确立宁死不作懦夫的风尚,并详细列举了对怯懦者在日常社交与家庭生活中施加的一系列严厉惩罚与羞辱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.1

ἄξιον δὲ τοῦ Λυκούργου καὶ τόδε ἀγασθῆναι,1 τὸ κατεργάσασθαι ἐν τῇ πόλει αἱρετώτερον εἶναι τὸν καλὸν θάνατον ἀντὶ τοῦ αἰσχροῦ βίου· καὶ γὰρ δὴ ἐπισκοπῶν τις ἂν εὕροι μείους ἀποθνῄσκοντας τούτων ἢ τῶν ἐκ τοῦ φοβεροῦ ἀποχωρεῖν αἱρουμένων.2

吕库古在城邦中促成了宁要光荣的死也不要可耻的生,这也是值得对他赞叹的。因为实际上,如果有人考察一番就会发现,在这些人当中死去的人,比那些选择逃离险境的人还要少。

§9.2

ὡς τἀληθὲς εἰπεῖν καὶ ἕπεται τῇ ἀρετῇ τὸ σῴζεσθαι εἰς τὸν πλείω χρόνον μᾶλλον ἢ τῇ κακίᾳ· καὶ γὰρ ῥᾴων καὶ ἡδίων καὶ εὐπορωτέρα καὶ ἰσχυροτέρα. δῆλον δὲ ὅτι καὶ εὔκλεια μάλιστα ἕπεται τῇ ἀρετῇ· καὶ γὰρ συμμαχεῖν πως πάντες τοῖς ἀγαθοῖς βούλονται.

老实说,长久的得救保全伴随的是美德,而非懦弱;因为美德更轻松、更愉快、更富于办法,也更强健。同样显然的是,美好的声誉也最为伴随美德;因为人人在某种程度上都愿意与优秀的人结盟。

§9.3

ᾗ μέντοι ὥστε ταῦτα γίγνεσθαι ἐμηχανήσατο, καὶ τοῦτο καλὸν μὴ παραλιπεῖν. ἐκεῖνος τοίνυν σαφῶς παρεσκεύασε τοῖς μὲν ἀγαθοῖς εὐδαιμονίαν, τοῖς δὲ κακοῖς κακοδαιμονίαν.

然而,他是通过何种方式谋划使这些得以实现的,不遗漏这一点也是好的。他分明为优秀之人准备了幸福,而为卑劣之人准备了不幸。

§9.4

ἐν μὲν γὰρ ταῖς ἄλλαις πόλεσιν, ὁπόταν τις κακὸς γένηται, ἐπίκλησιν μόνον ἔχει κακὸς εἶναι, ἀγοράζει δὲ ἐν τῷ αὐτῷ ὁ κακὸς τἀγαθῷ καὶ κάθηται καὶ γυμνάζεται, ἐὰν βούληται· ἐν δὲ τῇ Λακεδαίμονι πᾶς μὲν ἄν τις αἰσχυνθείη τὸν κακὸν σύσκηνον παραλαβεῖν, πᾶς δʼ ἂν ἐν παλαίσματι συγγυμναστήν.

因为在其他城邦,一旦有人成了懦夫,他也只是担着卑劣的恶名而已,而卑劣者愿意的话,仍与优秀的人在同一处出入集市、同坐、一同锻炼;但在拉刻代蒙,任何人都以与卑劣者同帐共餐为耻,以在角力中与其为练伴为耻。

§9.5

πολλάκις δʼ ὁ τοιοῦτος καὶ διαιρουμένων τοὺς ἀντισφαιριοῦντας ἀχώριστος περιγίγνεται,3 καὶ ἐν χοροῖς δʼ εἰς τὰς ἐπονειδίστους χώρας ἀπελαύνεται, καὶ μὴν ἐν ὁδοῖς παραχωρητέον αὐτῷ καὶ ἐν θάκοις καὶ τοῖς νεωτέροις ὑπαναστατέον,4 καὶ τὰς μὲν προσηκούσας κόρας οἴκοι θρεπτέον, καὶ ταύταις τῆς ἀνανδρίας αἰτίαν ὑφεκτέον, γυναικὸς δὲ κενὴν ἑστίαν περιοπτέον καὶ ἅμα τούτου ζημίαν ἀποτειστέον, λιπαρὸν δὲ οὐ πλανητέον οὐδὲ μιμητέον τοὺς ἀνεγκλήτους, ἢ πληγὰς ὑπὸ τῶν ἀμεινόνων ληπτέον.

这样的人在分队玩球时往往不被挑选而落单,在合唱舞队中被驱逐到最受鄙视的排位;在街上他必须让道,在座席上甚至必须为年纪比自己轻的人起立让座;他必须在家里赡养自己的女眷,并因自己的懦弱而在她们面前承担罪责;他必须忍受没有妻子的空虚炉灶,同时为此缴纳罚金;他绝不可神气活现地走动,也不得模仿无可指摘之人的举止,否则就必定受到优胜者们的鞭笞。

§9.6

ἐγὼ μὲν δὴ τοιαύτης τοῖς κακοῖς ἀτιμίας ἐπικειμένης οὐδὲν θαυμάζω τὸ προαιρεῖσθαι ἐκεῖ θάνατον ἀντὶ τοῦ οὕτως ἀτίμου τε καὶ ἐπονειδίστου βίου.

既然这般耻辱被强加在卑劣者身上,对于在当地宁肯选择死亡、也不愿过这种如此受侮辱且可耻的生活,我丝毫不感到奇怪。

语法注4 条
  1. 9.1τοῦ Λυκούργου καὶ τόδε ἀγασθῆναι

    动词 ἀγασθῆναι 既支配所赞叹之事的宾格(τόδε),也支配所赞赏之人的属格(τοῦ Λυκούργου)。虽然该属格在句法上亦可依附于形容词 ἄξιον,但依 ἄγαμαι 惯常支配人物属格的用法更为自然。

  2. 9.1μείους ἀποθνῄσκοντας τούτων ἢ τῶν ἐκ τοῦ φοβεροῦ ἀποχωρεῖν αἱρουμένων

    τούτων 指代选择光荣就义的人,在此作为分词 ἀποθνῄσκοντας 的部分属格,与后文构成“τούτων ἢ τῶν...”的对称结构,意为“在这些人当中死去的人,比在那些逃避危险的人[当中死去的人]更少”。若将 τούτων 视为直接由 μείους 支配的比较属格,则无法与后文的比较连词 ἤ 协调,因而必须作部分属格解。

  3. 9.5διαιρουμένων τοὺς ἀντισφαιριοῦντας ἀχώριστος περιγίγνεται

    διαιρουμένων 为独立属格结构,省略了指代其他参赛者分队选人这一行为主体的泛指主语。ἀχώριστος 字面意为“未被分开的”,在此引申为在组队挑选时“未被分入任何一组的”、“被遗弃落单的”。

  4. 9.5παραχωρητέον αὐτῷ καὶ ἐν θάκοις καὶ τοῖς νεωτέροις ὑπαναστατέον

    一连串以 -τέον 结尾的动名词形容词作非人称用法,αὐτῷ 为施事者与格(即“他必须……”)。而后文的 τοῖς νεωτέροις 则是复合动词 ὑπανίσταμαι 所支配的受事/礼敬与格(“为年轻人让座起身”),其句法功能与施事与格 αὐτῷ 截然不同。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg010.humanitext-grc2:9.1-9.6