- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg010.humanitext-grc2:8.1-8.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出斯巴达对官吏和法律的绝对服从是通过首要权贵们的认同与率先垂范以及强有力的监察官体制确立起来的,并阐述了吕库古如何借助德尔斐神谕为法律赋予不可动摇的宗教权威。
ἀλλὰ γὰρ ὅτι μὲν ἐν Σπάρτῃ μάλιστα πείθονται ταῖς ἀρχαῖς τε καὶ τοῖς νόμοις, ἴσμεν ἅπαντες. ἐγὼ μέντοι οὐδʼ ἐγχειρῆσαι οἶμαι πρότερον τὸν Λυκοῦργον ταύτην τὴν εὐταξίαν καθιστάναι πρὶν ὁμογνώμονας ἐποιήσατο1 τοὺς κρατίστους τῶν ἐν τῇ πόλει.
确实,在斯巴达,人们最服从官吏和法律,这是我们大家都知道的。然而我认为,在使城邦中最有地位的人达成一致意见之前,吕库古甚至根本没有尝试建立这种良好的秩序。
τεκμαίρομαι δὲ ταῦτα, ὅτι ἐν μὲν ταῖς ἄλλαις πόλεσιν οἱ δυνατώτεροι οὐδὲ βούλονται δοκεῖν τὰς ἀρχὰς φοβεῖσθαι, ἀλλὰ νομίζουσι τοῦτο ἀνελεύθερον εἶναι· ἐν δὲ τῇ Σπάρτῃ οἱ κράτιστοι καὶ ὑπέρχονται μάλιστα τὰς ἀρχὰς καὶ τῷ ταπεινοὶ εἶναι2 μεγαλύνονται καὶ τῷ ὅταν καλῶνται τρέχοντες ἀλλὰ μὴ βαδίζοντες ὑπακούειν, νομίζοντες, ἢν αὐτοὶ κατάρχωσι τοῦ σφόδρα πείθεσθαι, ἕψεσθαι καὶ τοὺς ἄλλους· ὅπερ καὶ γεγένηται.
我推断这一点的依据在于:在其他城邦中,较有权势的人甚至不愿显得敬畏官吏,而是认为这有失自由人的身份;而在斯巴达,地位最高的人不仅最恭敬地侍奉官吏,以卑逊自居为荣,而且在受到召唤时以奔跑而非缓步去听命为荣,因为他们认为,如果自己带头极其顺从,其他人也会随之跟从——而事实也正是如此。
εἰκὸς δὲ καὶ τὴν τῆς ἐφορείας δύναμιν τοὺς αὐτοὺς τούτους συγκατασκευάσαι, ἐπείπερ ἔγνωσαν τὸ πείθεσθαι μέγιστον ἀγαθὸν εἶναι καὶ ἐν πόλει καὶ ἐν στρατιᾷ καὶ ἐν οἴκῳ· ὅσῳ γὰρ μείζω δύναμιν ἔχει ἡ ἀρχή, τοσούτῳ μᾶλλον ἂν ἡγήσαντο αὐτὴν καὶ καταπλήξειν3 τοὺς πολίτας.
这些人很可能还共同建立了监察官的权力,因为他们认识到,无论在城邦、军队还是家庭中,服从都是最大的善;他们必定认为,官职拥有的权力越大,就越能震慑公民并使其慑服。
ἔφοροι οὖν ἱκανοὶ μέν εἰσι ζημιοῦν ὃν ἂν βούλωνται, κύριοι δʼ ἐκπράττειν παραχρῆμα, κύριοι δὲ καὶ ἄρχοντας μεταξὺ καταπαῦσαι καὶ εἶρξαί γε καὶ περὶ τῆς ψυχῆς εἰς ἀγῶνα καταστῆσαι. τοσαύτην δὲ ἔχοντες δύναμιν οὐχ ὥσπερ αἱ ἄλλαι πόλεις ἐῶσι τοὺς αἱρεθέντας ἀεὶ ἄρχειν τὸ ἔτος ὅπως ἂν βούλωνται, ἀλλʼ ὥσπερ οἱ τύραννοι καὶ οἱ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ἐπιστάται, ἤν τινα αἰσθάνωνται παρανομοῦντά τι, εὐθὺς παραχρῆμα κολάζουσι.
因此,监察官不仅有能力惩罚他们想惩罚的任何人,有权立即执行惩处,而且有权在任期中途罢免官吏,将他们投入监狱,甚至让他们接受生死存亡的审判。他们拥有如此巨大的权力,并不像其他城邦那样任由当选者在这一年中随心所欲地执政,而是像僭主和竞技比赛中的裁判一样,一旦察觉有人违法,就立即当场予以惩处。
πολλῶν δὲ καὶ ἄλλων ὄντων μηχανημάτων καλῶν τῷ Λυκούργῳ εἰς τὸ πείθεσθαι τοῖς νόμοις ἐθέλειν τοὺς πολίτας, ἐν τοῖς καλλίστοις καὶ τοῦτό μοι δοκεῖ εἶναι, ὅτι οὐ πρότερον ἀπέδωκε τῷ πλήθει τοὺς νόμους πρὶν ἐλθὼν σὺν τοῖς κρατίστοις εἰς Δελφοὺς ἐπήρετο τὸν θεὸν εἰ λῷον καὶ ἄμεινον εἴη τῇ Σπάρτῃ πειθομένῃ οἷς αὐτὸς ἔθηκε νόμοις.4 ἐπεὶ δὲ ἀνεῖλε τῷ παντὶ ἄμεινον εἶναι, τότε ἀπέδωκεν, οὐ μόνον ἄνομον ἀλλὰ καὶ ἀνόσιον θεὶς τὸ πυθοχρήστοις νόμοις μὴ πείθεσθαι.
虽然吕库古为了让公民甘愿服从法律还有许多其他极好的谋划,但在我看来,这也属于最出色的谋划之一:在与最有地位的人一同前往德尔斐向神明求问,遵从他自己制定的法律对斯巴达而言是否更好更吉利之前,他并没有把法律颁布给民众。当神明答复说无论如何都更好之后,他才将法律颁布出来,从而规定不服从皮托神谕所确立的法律不仅是违法,而且是不敬神。
- 8.1πρὶν ὁμογνώμονας ἐποιήσατο
连词 πρίν 在主句带有否定词(οὐδʼ ἐγχειρῆσαι ... πρότερον)的情况下接过去直陈式(不定过去时 ἐποιήσατο),表示历史上已发生的确定事实(“直到……才……”)。
- 8.2τῷ ταπεινοὶ εἶναι
在表示原因或手段的带定冠词与格不定式(τῷ εἶναι)中,表语形容词 ταπεινοί 采用主格而非宾格,这是由于不定式的逻辑主语与主句主语(οἱ κράτιστοι)一致。
- 8.3τοσούτῳ μᾶλλον ἂν ἡγήσαντο αὐτὴν καὶ καταπλήξειν
在与 ὅσῳ ... τοσούτῳ 相关联的主句中,ἄν 与直陈式不定过去时 ἡγήσαντο 连用,表达对过去情况的推测或断定(“他们必定会认为”)。不定式 καταπλήξειν 为将来时不定式,表示间接引语中的预期动作。
- 8.5οἷς αὐτὸς ἔθηκε νόμοις
先行词向关系代词格的逆同化(反向吸引)。本来的句法结构为 τοῖς νόμοις οὓς αὐτὸς ἔθηκε,先行词 νόμοις 被拉入关系从句内部,并采取了与关系代词 οἷς(由 πειθομένῃ 决定的与格)一致的格。
