- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg010.humanitext-grc2:10.1-10.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了吕库古如何通过设立长老职位激励人们将美德修习坚持至晚年,并在全邦强制推行公德锻炼,将胆怯退缩者剔除出“同等者”阶层。
καλῶς δέ μοι δοκεῖ ὁ Λυκοῦργος νομοθετῆσαι καὶ ᾗ μέχρι γήρως ἀσκοῖτʼ ἂν ἀρετή.1 ἐπὶ γὰρ τῷ τέρματι τοῦ βίου τὴν κρίσιν τῆς γεροντίας προσθεὶς ἐποίησε μηδὲ ἐν τῷ γήρᾳ ἀμελεῖσθαι τὴν καλοκἀγαθίαν.
依我看,关于如何使美德一直锤炼至老年,吕库古的立法也极为出色。因为他在生命的终点设立了长者职位的选拔,从而使甚至在老年阶段,兼具美德与善行也绝不致遭到忽视。
ἀξιάγαστον δʼ αὐτοῦ καὶ τὸ ἐπικουρῆσαι τῷ τῶν ἀγαθῶν γήρᾳ· θεὶς γὰρ τοὺς γέροντας κυρίους τοῦ περὶ τῆς ψυχῆς ἀγῶνος2 διέπραξεν ἐντιμότερον εἶναι τὸ γῆρας τῆς τῶν ἀκμαζόντων ῥώμης.
同样值得赞叹的是他对优秀老人晚年的扶助:他使长者们掌握关乎生死的裁决之权,从而做到了使老年受到的敬重超过壮年时期的体力。
εἰκότως δέ τοι καὶ σπουδάζεται οὗτος ὁ ἀγὼν μάλιστα τῶν ἀνθρωπίνων. καλοὶ μὲν γὰρ καὶ οἱ γυμνικοί· ἀλλʼ οὗτοι μὲν σωμάτων εἰσίν· ὁ δὲ περὶ τῆς γεροντίας ἀγὼν ψυχῶν ἀγαθῶν κρίσιν παρέχει. ὅσῳ οὖν κρείττων ψυχὴ σώματος, τοσούτῳ καὶ οἱ ἀγῶνες οἱ τῶν ψυχῶν ἢ οἱ τῶν σωμάτων ἀξιοσπουδαστότεροι.
人们完全有理由将这一角逐视作人类所有追求中最受重视的。因为竞技比赛固然美好,但那些只是关于肉体的;而关于长者职位的角逐,则是对善美心灵的裁决。因此,心灵比肉体优秀多少,心灵的角逐就比肉体的角逐更值得倾力以赴多少。
τόδε γε μὴν τοῦ Λυκούργου πῶς οὐ μεγάλως ἄξιον ἀγασθῆναι; ὃς ἐπειδὴ κατέμαθεν ὅτι ὅπου οἱ βουλόμενοι ἐπιμελοῦνται τῆς ἀρετῆς οὐχ ἱκανοί εἰσι τὰς πατρίδας αὔξειν, ἐν τῇ Σπάρτῃ ἠνάγκασε δημοσίᾳ πάντας πάσας ἀσκεῖν τὰς ἀρετάς. ὥσπερ οὖν τῶν ἰδιωτῶν διαφέρουσιν ἀρετῇ οἱ ἀσκοῦντες τῶν ἀμελούντων, οὕτω καὶ ἡ Σπάρτη εἰκότως πασῶν τῶν πόλεων ἀρετῇ διαφέρει, μόνη δημοσίᾳ ἐπιτηδεύουσα τὴν καλοκἀγαθίαν.
再者,吕库古的下述举措难道不极值得赞叹吗?他察觉到,凡是仅凭自愿去修习美德之处,都不足以使祖国壮大,于是在斯巴达,他在公共层面上强令所有人修习一切美德。正如在平民之中,勤于操练者与怠惰者在美德上存在差距一样,斯巴达也顺理成章地在美德上超拔于所有城邦,因为唯有它在公共层面上践行美德与善行。
οὐ γὰρ κἀκεῖνο καλόν, τὸ τῶν ἄλλων πόλεων κολαζουσῶν ἤν τίς τι ἕτερος ἕτερον ἀδικῇ, ἐκεῖνον ζημίας μὴ ἐλάττους ἐπιθεῖναι3 εἴ τις φανερὸς εἴη ἀμελῶν τοῦ ὡς βέλτιστος εἶναι;
另外,难道那不也是卓越的创举吗?当其他城邦在一人侵害另一人时才加以惩治,他却规定,如果有人被发现怠于使自己成为至善之人,便同样要对其施以不低于此的惩罚。
ἐνόμιζε γάρ, ὡς ἔοικεν, ὑπὸ μὲν τῶν ἀνδραποδιζομένων τινὰς ἢ ἀποστερούντων τι ἢ κλεπτόντων τοὺς βλαπτομένους μόνον ἀδικεῖσθαι, ὑπὸ δὲ τῶν κακῶν καὶ ἀνάνδρων ὅλας τὰς πόλεις προδίδοσθαι. ὥστε εἰκότως ἔμοιγε δοκεῖ τούτοις μεγίστας ζημίας ἐπιθεῖναι.
因为看来他认为,绑架人口、剥夺财物或偷盗之人,所侵害的仅仅是受害者;而懦夫与毫无气概之人,背叛的则是整个城邦。因此,他向这些人施以最重的惩罚,在我看来是理所当然的。
ἐπέθηκε δὲ καὶ τὴν ἀνυπόστατον ἀνάγκην ἀσκεῖν ἅπασαν πολιτικὴν ἀρετήν. τοῖς μὲν γὰρ τὰ νόμιμα ἐκτελοῦσιν ὁμοίως ἅπασι τὴν πόλιν οἰκείαν ἐποίησε, καὶ οὐδὲν ὑπελογίσατο οὔτε σωμάτων οὔτε χρημάτων ἀσθένειαν· εἰ δέ τις ἀποδειλιάσειε τοῦ τὰ νόμιμα διαπονεῖσθαι, τοῦτον ἐκεῖνος ἀπέδειξε μηδὲ νομίζεσθαι ἔτι τῶν ὁμοίων4 εἶναι.
他还强加了不可抗拒的义务,要求操练一切公民之德。因为对于履行法定规章的所有人,他同样赋予他们城邦公民的地位,丝毫不在意肉体或财产的微弱;但若有人在历练规章时因胆怯而退缩,他就裁定此人不得再被视为“同等者”之一。
ἀλλὰ γὰρ ὅτι μὲν παλαιότατοι οὗτοι οἱ νόμοι εἰσί, σαφές· ὁ γὰρ Λυκοῦργος κατὰ τοὺς Ἡρακλείδας λέγεται γενέσθαι· οὕτω δὲ παλαιοὶ ὄντες ἔτι καὶ νῦν τοῖς ἄλλοις καινότατοί εἰσι· καὶ γὰρ τὸ πάντων θαυμαστότατον ἐπαινοῦσι μὲν πάντες τὰ τοιαῦτα ἐπιτηδεύματα, μιμεῖσθαι δὲ αὐτὰ οὐδεμία πόλις ἐθέλει.
显然,这些法令极为古老,因为据说吕库古生于赫拉克勒斯后裔的时代;然而它们虽如此古老,时至今日对其他人而言却仍极其新奇。因为最为奇妙的是,人人都称赞这般制度,却无任何城邦愿意加以效仿。
- 10.1καὶ ᾗ μέχρι γήρως ἀσκοῖτʼ ἂν ἀρετή
由副词 ᾗ 引导的间接疑问从句,充当 νομοθετῆσαι 的宾语补足成分,动词 ἀσκοῖτʼ ἂν 为潜在祈愿语气(ἄν 搭配祈愿式),表示“美德可以/能够以何种方式受到操练”。
- 10.2τοῦ περὶ τῆς ψυχῆς ἀγῶνος
指“关乎生命的诉讼”,即死刑裁判权或重大刑事裁判。斯巴达的长者会议(格鲁西亚)拥有审理涉及公民生命与公民权的判决权力。此处作者同时在肉体竞技与“灵魂(ψυχή)”的甄选之间形成了双关与对比。
- 10.5οὐ γὰρ κἀκεῖνο καλόν, τὸ τῶν ἄλλων πόλεων κολαζουσῶν ... ἐκεῖνον ζημίας μὴ ἐλάττους ἐπιθεῖναι
前置代词 κἀκεῖνο 先行指示真正的主语成分——由冠词引导的不定式短语 τὸ ... ἐπιθεῖναι,谓语为 καλόν。不定式从句内部嵌入了充当对比/让步成分的属格独立结构 τῶν ἄλλων πόλεων κολαζουσῶν。
- 10.7τῶν ὁμοίων
特指斯巴达享有完全公民权的平权阶层“同等者”(Homoioi)。这一身份以严格履行城邦法规与集体训练为前提,怯懦或未能履行者将被剥夺此项特权资格。
