← 色诺芬

拉刻代蒙人国制

§7.1-7.6

禁止经商谋利与防止不当聚敛财富

本段记述了斯巴达对聚敛财富和牟利活动的禁令,阐明了平等的简朴生活原则,并介绍了通过笨重的货币制度与查禁贵金属来杜绝不义之财的举措。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1

ἐναντία γε μὴν καὶ τάδε τοῖς ἄλλοις Ἕλλησι κατέστησεν ὁ Λυκοῦργος ἐν τῇ Σπάρτῃ νόμιμα. ἐν μὲν γὰρ δήπου ταῖς ἄλλαις πόλεσι πάντες χρηματίζονται ὅσον δύνανται· ὁ μὲν γὰρ γεωργεῖ, ὁ δὲ ναυκληρεῖ, ὁ δʼ ἐμπορεύεται, οἱ δὲ καὶ ἀπὸ τεχνῶν τρέφονται· ἐν δὲ τῇ Σπάρτῃ ὁ Λυκοῦργος τοῖς ἐλευθέροις τῶν μὲν ἀμφὶ χρηματισμὸν ἀπεῖπε μηδενὸς ἅπτεσθαι, ὅσα δὲ ἐλευθερίαν ταῖς πόλεσι παρασκευάζει, ταῦτα ἔταξε μόνα ἔργα αὑτῶν νομίζειν.

此外,吕库古在斯巴达所确立的下列制度,也与其他希腊人截然相反。在其他城邦中,人人自然都尽其所能地谋财营生:有人务农,有人经营船运,有人经商,还有人以手艺糊口;然而在斯巴达,吕库古却禁止自由人从事任何与营利相关的营生,并规定他们只应当把那些为城邦赢得自由的事业视为自己的本分。

§7.3

καὶ γὰρ δὴ τί πλοῦτος ἐκεῖ γε σπουδαστέος, ἔνθα ἴσα μὲν φέρειν εἰς τὰ ἐπιτήδεια, ὁμοίως δὲ διαιτᾶσθαι τάξας ἐποίησε μὴ ἡδυπαθείας ἕνεκα χρημάτων ὀρέγεσθαι; ἀλλὰ μὴν οὐδʼ ἱματίων γε ἕνεκα χρηματιστέον· οὐ γὰρ ἐσθῆτος πολυτελείᾳ ἀλλὰ σώματος εὐεξίᾳ κοσμοῦνται.

事实上,在那个地方,既然他通过规定交纳均等的口粮份额并遵循同样的生活方式,使得人们不致为了享乐而贪求钱财,财富又何须苦苦追求呢?而且,人们也无须为了衣衫而谋利,因为他们不是靠华丽的衣着,而是靠健美的体魄来修饰自己。

§7.4

οὐδὲ μὴν τοῦ γε εἰς τοὺς συσκήνους ἕνεκα ἔχειν δαπανᾶν1 χρήματα ἁθροιστέον, ἐπεὶ τὸ τῷ σώματι πονοῦντα ὠφελεῖν τοὺς συνόντας εὐδοξότερον ἐποίησεν ἢ τὸ δαπανῶντα, ἐπιδείξας τὸ μὲν ψυχῆς, τὸ δὲ πλούτου ἔργον.

再者,也无须为了能有钱在同席伙伴身上花费而积蓄财物;因为他使以肉体之劳苦造福同伴比挥霍钱财更加光荣,指明了前者是心灵的作为,后者则是财富的作为。

§7.5

τό γε μὴν ἐξ ἀδίκων χρηματίζεσθαι καὶ ἐν τοῖς τοιούτοις διεκώλυσε. πρῶτον μὲν γὰρ νόμισμα τοιοῦτον κατεστήσατο, ὃ δεκάμνων μόνον ἂν εἰς οἰκίαν εἰσελθὸν οὔποτε δεσπότας οὐδὲ οἰκέτας λάθοι·2 καὶ γὰρ χώρας μεγάλης καὶ ἁμάξης ἀγωγῆς δέοιτʼ ἄν.

不仅如此,他还通过诸如下述的手段,彻底杜绝了以不义手段牟利的行为。首先,他制定了这样一种货币,哪怕只有十米纳的数额被运进屋内,也决不会瞒过主人或仆从的眼睛;因为这不仅需要很大的地方,还需要用大车来装运。

§7.6

χρυσίον γε μὴν καὶ ἀργύριον ἐρευνᾶται, καὶ ἄν τί που φανῇ, ὁ ἔχων ζημιοῦται. τί οὖν ἂν ἐκεῖ χρηματισμὸς σπουδάζοιτο, ἔνθα ἡ κτῆσις πλείους λύπας ἢ ἡ χρῆσις εὐφροσύνας παρέχει;

金银还会遭到搜查,如果在某处发现任何金银,持有者便会受罚。既然在那里的占有带来的痛苦远多于使用所带来的欢欣,人们又怎会汲汲于牟利呢?

语法注2 条
  1. 7.4τοῦ γε εἰς τοὺς συσκήνους ἕνεκα ἔχειν δαπανᾶν

    介词 ἕνεκα 支配带有冠词的不定式 τοῦ ... ἔχειν δαπανᾶν(表示目的的属格),介词短语 εἰς τοὺς συσκήνους 嵌入其中。ἔχειν + 不定式(δαπανᾶν)表示“有能力花费”或“有资财可供支配”。

  2. 7.5ὃ δεκάμνων μόνον ἂν εἰς οἰκίαν εἰσελθὸν οὔποτε δεσπότας οὐδὲ οἰκέτας λάθοι

    关系代词 ὃ 为主语;分词 εἰσελθόν 表示假设(“若进入”),与主句的潜在希求法 λάθοι ἄν 搭配。δεκάμνων 为阿提卡第二变格形容词 δεκάμνως, -ων(“价值十米纳的”)的中性单数主格,与 ὃ 一致。λανθάνω 支配宾格(δεσπότας οὐδὲ οἰκέτας),意为“瞒过……的注意”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg010.humanitext-grc2:7.1-7.6