- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg010.humanitext-grc2:6.1-6.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述吕库古有别于其他希腊城邦,确立了公民之间共同管教子嗣,并相互借用仆役、猎犬、马匹以及野外干粮的共有与互助风尚。
ἐναντία γε μὴν ἔγνω καὶ τάδε τοῖς πλείστοις. ἐν μὲν γὰρ ταῖς ἄλλαις πόλεσι τῶν ἑαυτοῦ ἕκαστος καὶ παίδων καὶ οἰκετῶν καὶ χρημάτων ἄρχουσιν· ὁ δὲ Λυκοῦργος, κατασκευάσαι βουλόμενος ὡς ἂν μηδὲν βλάπτοντες ἀπολαύοιέν τι οἱ πολῖται ἀλλήλων ἀγαθόν,1 ἐποίησε παίδων ἕκαστον ὁμοίως τῶν ἑαυτοῦ καὶ τῶν ἀλλοτρίων ἄρχειν.
此外,在以下这些方面,吕库古也做出了与大多数城邦截然相反的决定。因为在其他城邦中,每个人各自管辖自己的子女、仆役和财产;然而吕库古希望建立一种体制,使公民们在彼此互不损害的前提下相互分享益处,于是使每个人既管辖自己的孩子,也同样管辖他人的孩子。
ὅταν δέ τις εἰδῇ ὅτι οὗτοι πατέρες εἰσὶ τῶν παίδων, ὧν αὐτὸς ἄρχει ἀνάγκη οὕτως ἄρχειν ὥσπερ ἂν καὶ τῶν ἑαυτοῦ ἄρχεσθαι βούλοιτο. ἢν δέ τις παῖς ποτε πληγὰς λαβὼν ὑπʼ ἄλλου κατείπῃ πρὸς τὸν πατέρα, αἰσχρόν ἐστι μὴ οὐκ ἄλλας πληγὰς ἐμβάλλειν τῷ υἱεῖ.2 οὕτω πιστεύουσιν ἀλλήλοις μηδὲν αἰσχρὸν προστάττειν τοῖς παισίν.
当某人知道,自己所管辖的这些孩子的父亲同样也是这样的公民时,他就必然会像希望自己的孩子受到管教那样去管教他人的孩子。如果哪个孩子在受到别人的责打后向父亲告状,做父亲的若不再给儿子一顿责打,就会被视为可耻之事。他们彼此之间深信,谁也不会对孩子们下达任何可耻的命令,其程度竟至于此。
ἐποίησε δὲ καὶ οἰκέταις, εἴ τις δεηθείη, χρῆσθαι καὶ τοῖς ἀλλοτρίοις. καὶ κυνῶν δὲ θηρευτικῶν συνῆψε κοινωνίαν· ὥστε οἱ μὲν δεόμενοι παρακαλοῦσιν ἐπὶ θήραν, ὁ δὲ μὴ αὐτὸς σχολάζων ἡδέως ἐκπέμπει. καὶ ἵπποις δὲ ὡσαύτως χρῶνται· ὁ γὰρ ἀσθενήσας ἢ δεηθεὶς ὀχήματος ἢ ταχύ ποι βουληθεὶς ἀφικέσθαι, ἤν που ἴδῃ ἵππον ὄντα, λαβὼν καὶ χρησάμενος καλῶς ἀποκαθίστησιν.
他还规定,如果有人需要,也可以使用他人的仆役。他还促成了猎犬的共有关系:因此需要猎犬的人便邀请〔主人〕去狩猎,而自己没有闲暇的主人也会欣然借出。他们对待马匹亦是如此:凡身体欠佳者、需要乘具者或希望迅速赶往某地者,若在某处见到有马,便牵去使用,用完后妥善地送还原处。
οὐ μὴν οὐδʼ ἐκεῖνό γε παρὰ τοῖς ἄλλοις εἰθισμένον ἐποίησεν ἐπιτηδεύεσθαι. ὅπου γὰρ ἂν ὑπὸ θήρας ὀψισθέντες δεηθῶσι τῶν ἐπιτηδείων, ἢν μὴ συνεσκευασμένοι τύχωσι, καὶ ἐνταῦθα ἔθηκε τοὺς μὲν πεπαμένους καταλείπειν τὰ πεποιημένα,3 τοὺς δὲ δεομένους ἀνοίξαντας τὰ σήμαντρα, λαβόντας ὅσων ἂν δέωνται σημηναμένους καταλιπεῖν.
更有甚者,他所确立的风尚也绝非其他城邦习以为常的那种。因为无论何处,人们因狩猎而滞留至深夜需要口粮时,若是恰巧没有随身备妥干粮,他规定在此情形下,物主须留下备好的熟食,而需要者打开印封,取走所需之数后,须重新封好印记留存原地。
τοιγαροῦν οὕτως μεταδιδόντες ἀλλήλοις καὶ οἱ τὰ μικρὰ ἔχοντες μετέχουσι πάντων τῶν ἐν τῇ χώρᾳ, ὁπόταν τινὸς δεηθῶσιν.
因此,通过这样相互分享,即使家境微薄之人,一旦有所短缺,也能分享国中所有的财物。
- 6.1ὡς ἂν μηδὲν βλάπτοντες ἀπολαύοιέν τι οἱ πολῖται ἀλλήλων ἀγαθόν
由 ὡς ἄν 引导的带祈愿语气(ἀπολαύοιεν)的目的从句,依附于分词 βουλόμενος,带有潜在假设的意味(“使他们得以享受……”)。动词 ἀπολαύω 支配所享受之物的宾格(τι ἀγαθόν)以及来源的属格(ἀλλήλων)。
- 6.2αἰσχρόν ἐστι μὴ οὐκ ἄλλας πληγὰς ἐμβάλλειν τῷ υἱεῖ
在具有否定或阻止意味的述谓词(αἰσχρόν ἐστι,即“不能不……”之意)之后接带不定式的重叠否定“μὴ οὐ + 不定式(ἐμβάλλειν)”,用以强化否定,意为“若不再给儿子一顿打就是可耻的(非打不可)”。
- 6.4τοὺς μὲν πεπαμένους καταλείπειν τὰ πεποιημένα
由动词 ἔθηκε 支配的带宾格的不定式结构(A.c.I.)。πεπαμένους 为动词 πάομαι(占有、拥有)的完成体中动态/被动态宾格分词,用作名词表示“物主/拥有者”。与之对应的 τὰ πεποιημένα 为 ποιέω 的完成体被动态中性复数分词,意指“加工好的食物/现成的干粮”。
