- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg010.humanitext-grc2:5.1-5.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阐述吕库古为全体公民设立的公共餐会制度、节制饮酒的规定、长幼同席所达成的品德教化,以及为防止怠惰与暴食、确保体魄强健而实行的体育锻炼监督制度。
ἃ μὲν οὖν ἑκάστῃ ἡλικίᾳ ἐνομοθέτησεν ὁ Λυκοῦργος ἐπιτηδεύματα σχεδὸν εἴρηται· οἵαν δὲ καὶ πᾶσι δίαιταν κατεσκεύασε, νῦν πειράσομαι διηγεῖσθαι.
关于吕库古为每个年龄段所确立的规范,大体上已经述及;至于他为所有人确立了何种日常生活习惯,我现在将尝试予以叙述。
Λυκοῦργος τοίνυν παραλαβὼν τοὺς Σπαρτιάτας ὥσπερ τοὺς ἄλλους Ἕλληνας οἴκοι σκηνοῦντας, γνοὺς ἐν τούτοις πλεῖστα ῥᾳδιουργεῖσθαι, εἰς τὸ φανερὸν ἐξήγαγε τὰ συσκήνια, οὕτως ἡγούμενος ἥκιστʼ ἂν παραβαίνεσθαι τὰ προσταττόμενα.
吕库古见斯巴达人像其他希腊人一样在家中就餐,并认识到在这些做法中滋生了最多的苟且怠惰,便将公共餐会带到了显明开阔之处,认为通过这种方式,法令训诫最不易遭到违抗。
καὶ σῖτόν γε ἔταξεν αὐτοῖς ὡς μήτε ὑπερπληροῦσθαι μήτε ἐνδεεῖς γίγνεσθαι. πολλὰ δὲ καὶ παράλογα γίγνεται ἀπὸ τῶν ἀγρευομένων· οἱ δὲ πλούσιοι ἔστιν ὅτε καὶ ἄρτον ἀντιπαραβάλλουσιν· ὥστε οὔτε ἔρημός ποτε ἡ τράπεζα βρωτῶν γίγνεται, ἔστʼ ἂν διασκηνῶσιν, οὔτε πολυδάπανος.
而且他为他们规定了口粮的定额,使他们既不致过饱,也不致匮乏。从狩猎的获物中还会补充许多额外之食;而富人们有时还会代之以小麦面包;因此,在众人散席之前,餐桌上既绝不会空无食物,也绝不致靡费巨万。
καὶ μὴν τοῦ πότου ἀποπαύσας τὰς ἀναγκαίας πόσεις, αἳ σφάλλουσι μὲν σώματα, σφάλλουσι δὲ γνώμας, ἐφῆκεν ὁπότε διψῴη ἕκαστος πίνειν, οὕτω νομίζων ἀβλαβέστατόν τε καὶ ἥδιστον ποτὸν γίγνεσθαι. οὕτω γε μὴν συσκηνούντων πῶς ἄν τις ἢ ὑπὸ λιχνείας ἢ οἰνοφλυγίας ἢ αὑτὸν ἢ οἶκον διαφθείρειεν;
此外在饮酒方面,他废除了强制性的干杯,这种饮法既败坏身体,又扰乱心智;他允许每个人在口渴时随意饮用,认为这样饮酒不仅危害最小,也最称心快意。以这种方式共餐的人,又有谁会因贪食或酗酒而毁灭自身或破败家室呢?
καὶ γὰρ δὴ ἐν μὲν ταῖς ἄλλαις πόλεσιν ὡς τὸ πολὺ οἱ ἥλικες ἀλλήλοις σύνεισι, μεθʼ ὧνπερ καὶ ἐλαχίστη αἰδὼς παραγίγνεται· ὁ δὲ Λυκοῦργος ἐν τῇ Σπάρτῃ ἀνέμειξε παιδεύεσθαι τὰ πολλὰ τοὺς νεωτέρους1 ὑπὸ τῆς τῶν γεραιτέρων ἐμπειρίας.
因为在其他城邦中,通常是同龄人聚集在一起,而在他们之间产生的分寸与羞耻之心也是最少;然而吕库古在斯巴达却将长幼结合在一起,使青年人能够很大程度上接受年长者阅历的教诲熏陶。
καὶ γὰρ δὴ ἐπιχώριον ἐν τοῖς φιλιτίοις λέγεσθαι ὅ τι ἂν καλῶς τις ἐν τῇ πόλει ποιήσῃ· ὥστʼ ἐκεῖ ἥκιστα μὲν ὕβριν, ἥκιστα δὲ παροινίαν, ἥκιστα δὲ αἰσχρουργίαν καὶ αἰσχρολογίαν ἐγγίγνεσθαι.
因为在共餐之席上,讲述某人在城邦中所做的任何美德善举乃是当地的风俗;因此,在那里最不易滋生傲慢无礼,最不易滋生醉酒妄为,最不易滋生丑恶行径与猥亵言辞。
ἀγαθά γε μὴν ἀπεργάζεται καὶ τάδε ἡ ἔξω σίτησις· περιπατεῖν τε γὰρ ἀναγκάζονται ἐν τῇ οἴκαδε ἀφόδῳ, καὶ μὴν τοῦ ὑπὸ οἴνου μὴ σφάλλεσθαι ἐπιμελεῖσθαι, εἰδότες ὅτι οὐκ ἔνθαπερ ἐδείπνουν καταμενοῦσι καὶ τῇ ὄρφνῃ ὅσα ἡμέρᾳ χρηστέον·2 οὐδὲ γὰρ ὑπὸ φανοῦ τὸν ἔτι ἔμφρουρον ἔξεστι πορεύεσθαι.
在外就餐还带来如下益处:他们在返回家中的途中必须行走,并且必须留心不被酒精所绊倒,因为他们知道自己不能逗留在用餐之处,并且必须像在白天那样利用暗夜行路;因为尚在兵役服役期的人是不被允许打着火把行走的。
καταμαθών γε μὴν ὁ Λυκοῦργος καὶ ὅτι ἀπὸ τῶν σίτων οἱ μὲν διαπονούμενοι εὖχροί τε καὶ εὔσαρκοι καὶ εὔρωστοί εἰσιν, οἱ δʼ ἄπονοι πεφυσημένοι τε καὶ αἰσχροὶ καὶ ἀσθενεῖς ἀναφαίνονται, οὐδὲ τούτου ἠμέλησεν, ἀλλʼ ἐννοῶν ὅτι καὶ ὅταν αὐτός τις τῇ ἑαυτοῦ γνώμῃ φιλοπονῇ, ἀρκούντως τὸ σῶμα ἔχων ἀναφαίνεται, ἐπέταξε τὸν ἀεὶ πρεσβύτατον ἐν τῷ γυμνασίῳ ἑκάστῳ ἐπιμελεῖσθαι ὡς μήποτε αὐτοὶ ἐλάττους τῶν σιτίων γίγνεσθαι.3
吕库古看到,在同样的饮食下,勤奋锻炼之人容色红润、筋肉紧实且体魄强壮,而缺乏劳作之人则显得臃肿肥硕、面目丑陋且虚弱无力,他对此也未曾忽视;反而考虑到即便有人仅凭自觉而热心劳作,身体便能呈现出良好的状态,他于是命令每个健身场馆中总是由最年长者负责监督,务使他们绝不输给所摄取的食物。
καὶ ἐμοὶ μὲν οὐδʼ ἐν τούτῳ σφαλῆναι δοκεῖ. οὐκ ἂν οὖν ῥᾳδίως γέ τις εὕροι Σπαρτιατῶν οὔτε ὑγιεινοτέρους οὔτε τοῖς σώμασι χρησιμωτέρους· ὁμοίως γὰρ ἀπό τε τῶν σκελῶν καὶ ἀπὸ χειρῶν καὶ ἀπὸ τραχήλου γυμνάζονται.
在我看来,他在这一点上也未曾有失。因此,人们很难轻易找到比斯巴达人更健康、身体更堪大用的人;因为他们的双腿、手臂和颈项都得到了同样充分的锻炼。
- 5.5ἀνέμειξε παιδεύεσθαι τὰ πολλὰ τοὺς νεωτέρους
动词 ἀναμείγνυμι(混合、交融)后接表示结果或目的的不定式结构(παιδεύεσθαι)。此结构表明其预期的举措与结果:通过将青年人与年长者同席结合,使青年人得以在很大程度上通过长者的经验受到教育教化。
- 5.7τῇ ὄρφνῃ ὅσα ἡμέρᾳ χρηστέον
ὅσα 用作副词性宾格(内在宾格),意为“与……一样多/如同……一样”。它与动形词 χρηστέον(源自 χράομαι,支配与格 τῇ ὄρφνῃ)连用,表示“他们必须像利用白昼一样利用暗夜(即不借助火把而摸黑前行)”的义务。
- 5.8ὡς μήποτε αὐτοὶ ἐλάττους τῶν σιτίων γίγνεσθαι
由 ὡς μήποτε + 不定式构成的从句充当 ἐπιμελεῖσθαι 的宾语/目的从句(标准阿提卡散文常使用 ὅπως 搭配将来时直陈语气或虚拟语气)。比较结构“ἐλάττους τῶν σιτίων”(逊色于食物/输给口粮)是成语性比喻,指运动量未能与摄入的食物相称、被饮食所压倒而导致虚胖怠惰的状态。
