- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg010.humanitext-grc2:4.1-4.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吕库古通过选骑官选拔三百人士的制度激发青年的竞争心以追求卓越,并规定越过青年期的壮年者当以狩猎保持充沛体力以耐军旅之劳。
περί γε μὴν τῶν ἡβώντων πολὺ μάλιστα ἐσπούδασε, νομίζων τούτους, εἰ γένοιντο οἵους δεῖ,1 πλεῖστον ῥέπειν ἐπὶ τὸ ἀγαθὸν τῇ πόλει.
然而,对于正值壮年的青年,他倾注了最多的心力,因为他认为,这些人若是成长为当成之才,将使城邦在善的方面获得最大的倾斜与助益。
ὁρῶν οὖν, οἷς ἂν μάλιστα φιλονικία ἐγγένηται, τούτων2 καὶ χοροὺς ἀξιακροατοτάτους γιγνομένους καὶ γυμνικοὺς ἀγῶνας ἀξιοθεατοτάτους, ἐνόμιζεν, εἰ καὶ τοὺς ἡβῶντας συμβάλλοι εἰς ἔριν περὶ ἀρετῆς, οὕτως ἂν καὶ τούτους ἐπὶ πλεῖστον ἀφικνεῖσθαι3 ἀνδραγαθίας. ὡς οὖν τούτους αὖ συνέβαλεν, ἐξηγήσομαι.
因此,他看到在何处竞争之心被激荡得最盛,何处的歌舞表演便最值得聆听,体操竞技也最值得观赏;于是他认定,假若也让这些青年为了卓越之德而竞相较量,他们同样会借此达到勇敢刚毅的极境。他是如何让他们相互竞争的,我将予以说明。
αἱροῦνται τοίνυν αὐτῶν οἱ ἔφοροι ἐκ τῶν ἀκμαζόντων τρεῖς ἄνδρας· οὗτοι δὲ ἱππαγρέται καλοῦνται. τούτων δʼ ἕκαστος ἄνδρας ἑκατὸν καταλέγει, διασαφηνίζων ὅτου ἕνεκα τοὺς μὲν προτιμᾷ, τοὺς δὲ ἀποδοκιμάζει.
于是,监察官便从年富力强者当中选拔三人;这些人被称为选骑官。这三人每人各招募百人,并阐明是基于何种理由拔擢某些人而摒弃另一些人。
οἱ οὖν μὴ τυγχάνοντες τῶν καλῶν πολεμοῦσι τοῖς τε ἀποστείλασιν αὐτοὺς καὶ τοῖς αἱρεθεῖσιν ἀνθʼ αὑτῶν καὶ παραφυλάττουσιν ἀλλήλους, ἐάν τι παρὰ τὰ καλὰ νομιζόμενα ῥᾳδιουργῶσι.
因此,那些未能获此殊荣的人,便对排除自己的人以及替代自己入选的人怀有敌意,并相互密切监视,看对方是否违背被视为正当光荣之事而有任何苟且懈怠之举。
καὶ αὕτη δὴ γίγνεται ἡ θεοφιλεστάτη τε καὶ πολιτικωτάτη ἔρις, ἐν ᾗ ἀποδέδεικται μὲν ἃ δεῖ ποιεῖν τὸν ἀγαθόν, χωρὶς δʼ ἑκάτεροι ἀσκοῦσιν ὅπως ἀεὶ κράτιστοι ἔσονται, ἐὰν δέ τι δέῃ, καθʼ ἕνα ἀρήξουσι τῇ πόλει παντὶ σθένει.
这便成为了最受神明喜爱且最合乎城邦之道的竞争:在其中,善美之人当行之事已被彰明,双方各自分别操练以求始终做到最强,若有任何危局发生,他们便人人竭尽全力来卫护城邦。
ἀνάγκη δʼ αὐτοῖς καὶ εὐεξίας ἐπιμελεῖσθαι. καὶ γὰρ πυκτεύουσι διὰ τὴν ἔριν ὅπου ἂν συμβάλωσι· διαλύειν μέντοι τοὺς μαχομένους πᾶς ὁ παραγενόμενος κύριος. ἢν δέ τις ἀπειθῇ τῷ διαλύοντι, ἄγει αὐτὸν ὁ παιδονόμος ἐπὶ τοὺς ἐφόρους· οἱ δὲ ζημιοῦσι μεγαλείως, καθιστάναι βουλόμενοι εἰς τὸ μήποτε ὀργὴν τοῦ μὴ πείθεσθαι τοῖς νόμοις κρατῆσαι.4
他们还必须注重锻炼身体的强健。因为出于这种竞争,他们无论在哪里相遇便会拳击相斗;不过,在场的任何一人都有权制止争斗之人。若是有人违抗劝解之人,督学员便将其押解到监察官面前;监察官予以严厉惩罚,旨在确立这样一种状态,即绝不让怒气压倒对法律的顺从。
τοῖς γε μὴν τὴν ἡβητικὴν ἡλικίαν πεπερακόσιν, ἐξ ὧν ἤδη καὶ αἱ μέγισται ἀρχαὶ καθίστανται, οἱ μὲν ἄλλοι Ἕλληνες ἀφελόντες αὐτῶν τὸ ἰσχύος ἔτι ἐπιμελεῖσθαι στρατεύεσθαι ὅμως αὐτοῖς ἐπιτάττουσιν, ὁ δὲ Λυκοῦργος τοῖς τηλικούτοις νόμιμον ἐποίησε κάλλιστον εἶναι τὸ θηρᾶν, εἰ μή τι δημόσιον κωλύοι, ὅπως δύναιντο καὶ οὗτοι μηδὲν ἧττον τῶν ἡβώντων στρατιωτικοὺς πόνους ὑποφέρειν.
至于那些已度过青年期的人——城邦最显赫的官职如今已由这部分人出任——其他希腊人虽然免除了他们继续保养体力的义务,却依旧命令他们随军服役;而吕库古却为这种年纪的人确立了制度:只要没有公务阻碍,狩猎便是最为高尚光荣的事,以使他们也能丝毫不逊于青年人那样承受军旅的辛劳。
- 4.1οἵους δεῖ
省略先行词的关系代词惯用表达,相当于 τοιοῦτοι οἵους δεῖ (εἶναι)(“成为应当成为的那样的人”)。关系代词 οἵους 在从句中作依赖于 δεῖ 的省略不定词 εἶναι 的宾格表语,整个从句充当条件从句中 γένοιντο 的谓语补足语。
- 4.2οἷς ἂν μάλιστα φιλονικία ἐγγένηται, τούτων
先行词 τούτων 被置于关系从句之后的前置关系从句结构。在句法上,τούτων 作所有格属格,修饰依赖于分词 ὁρῶν 的宾格补足语(χοροὺς ... γιγνομένους 以及 γυμνικοὺς ἀγῶνας)。
- 4.2εἰ καὶ τοὺς ἡβῶντας συμβάλλοι εἰς ἔριν περὶ ἀρετῆς, οὕτως ἂν καὶ τούτους ἐπὶ πλεῖστον ἀφικνεῖσθαι
依赖于动词 ἐνόμιζεν 的间接引语中的潜能条件句。直接引语形式为 ἄν 搭配希求法(ἂν ἀφικνοῖντο),在间接引语中转化为 ἄν 搭配现在时不定词 ἀφικνεῖσθαι。
- 4.6εἰς τὸ μήποτε ὀργὴν τοῦ μὴ πείθεσθαι τοῖς νόμοις κρατῆσαι
介词 εἰς 引导定冠词不定词 τὸ ... κρατῆσαι,其宾格逻辑主语为 ὀργήν。属格定冠词不定词 τοῦ μὴ πείθεσθαι τοῖς νόμοις 可视为动词 κρατῆσαι(“压倒/胜过”)的属格补足语,其中 μή 为否定或阻止语境下的赘余否定词(即“压倒对法律的服从”);亦可视 κρατῆσαι 为绝对用法(“占上风”),而属格不定词表示结果(“以致不服从法律”)。
